θλίψεις μηδὲ τὰς ἡδονὰς τοῦ κόσμου τελείως ἀποστρεφόμενοι, ἀλλ' εἰς τὰ ὀπίσω πάλιν ἀπερχόμενοι ἀποδειχθῶσι μὴ φιλαλήθεις ὄντες μηδὲ θεὸν ὑπὲρ πάντα ἀγαπήσαντες, διὸ καὶ τῆς βασιλείας ἀπόβλητοι γίνονται. τούτου ἕνεκεν, ὡς προείρηται, ἀφείθη ἡ ῥάβδος αὕτη, τὸ τῆς πονηρίας ἕλκος ὡς κάμινός τις πυρός, ἵνα δι' αὐτοῦ τὰ δόκιμα σκεύη πυρούμενα δοκιμώτερα καὶ στερεώτερα εὑρεθῇ, τὰ δὲ ἀδόκιμα σαθρὰ καὶ εὔθρυπτα ἀποδειχθῇ, τὴν καῦσιν τοῦ πυρὸς ἐνεγκεῖν μὴ δυνηθέντα. 2.3.23 Ἵνα δὲ πληροφορεστέρως ταῦτα οὕτως ἔχειν ἀποδείξωμεν, ἀπὸ τῶν θεοπνεύστων γραφῶν ὀλίγα μνημονεύσωμεν διηγήματα. πόθεν τοσαύτη δόξα καὶ κρότος ἐπουρανίων καὶ ἐπιγείων τοῖς περὶ τὸν Ἀνανίαν γενέσθαι ἠδύνατο καὶ θεὸς κηρυχθῆναι καὶ φανερωθῆναι τότε τῷ κόσμῳ, ὅτι εἷς θεός ἐστιν ἐν οὐρανοῖς, εἰ μὴ παρεχώρησεν αὐτοὺς δοκιμασθῆναι, συγχωρήσας δὲ καὶ τὴν μεγάλην ἐκείνην χρυσῆν εἰκόνα ὑπὸ τοῦ βασιλέως κατασκευασθῆναι καὶ πάντα τὰ ἔθνη κατὰ τὸ βασιλικὸν πρόσταγμα συναθροισθῆναι ὡς εἰς προσκύνησιν τῆς εἰκόνος, τοῦ πονηροῦ δηλονότι ἐν τῷ τότε βασιλεῖ Ναβουχοδονόσορ τοῦτο ἐπιχειρήσαντος καὶ τῶν γενναίων παίδων ἀνδραγαθησάντων διὰ τῆς πίστεως αὐτῶν καὶ τῆς πρὸς κύριον πεποιθήσεως. ἑαυτοὺς γὰρ ἐκδότους δι' αὐτὸν δεδωκότων, ἐκ μεταβολῆς διὰ τῶν θαυμασίων τοῦ δεσπότου εὑρέθη ἀντὶ τῆς εἰκόνος προσκυνούμενος ὁ θεὸς καὶ ὁ ὑπεναντίος πλέον καταισχυνόμενος, ὅτι πᾶσαι αἱ κακουργίαι αὐτοῦ καὶ τέχναι ἐλύθησαν, καὶ ἣν ἐνόμιζε σπουδὴν εἰς ἀπώλειαν ἀνθρώπων ἐπιτελεῖν, καθ' ἑαυτοῦ γεγένηται. τότε γὰρ πάσῃ τῇ ἀνθρωπότητι ἐγνωρίσθη, ὅτι ἔστι θεὸς ἐν οὐρανοῖς διὰ τῆς τῶν τριῶν παίδων ἀνδραγαθίας καὶ τελείας 2.3.24 πίστεως. καὶ γὰρ αὐτὸς ὁ ἀγὼν τοῖς ἑαυτοὺς τῷ κυρίῳ ἐκδεδωκόσι διάφορος τυγχάνει. ὁ μὲν γὰρ ἐν πεποιθήσει καὶ πίστει θαρρεῖ τῇ τοῦ θεοῦ δυνάμει, ὡς μηδὲν παθεῖν χαλεπὸν ὑπὸ ἀνθρώπων δυνάμενος διὰ τὴν σκεποῦσαν αὐτὸν δύναμιν τοῦ πνεύματος, καί φησι πρὸς τοὺς ἐναντίους ὢν δίκαιος· "1οὐδέν μοι κακὸν ποιῆσαι δύνασθε· ἔχω γὰρ τὸν ὑπέρμαχον. οὐ πῦρ με ἀναλώσει, οὐ μάχαιρά με ἀποκτενεῖ, οὐ θηρία μου θίγει, οὐδὲ ἕτερόν μου τι κακὸν ἅψεται, ὅτι ἔχω θεὸν τὸν ἰσχυρότερον καὶ δυνατώτερον ὑμῶν, ὃς ἐκ πάντων τῶν κακῶν ῥύσεταί με, ἵνα δειχθῇ ὅτι ἔχω ἐν οὐρανοῖς θεὸν ζῶντα."2 κατὰ τὴν πίστιν οὖν καὶ πεποίθησιν αὐτοῦ οὕτως συνεργεῖ ὁ θεὸς ὡς ἐκ τῶν μνημονευθέντων ἀπεδείχθη. τῷ τοιούτῳ ἡλίκοι κρότοι ἐπαίνων καὶ φωναὶ ἐπουρανίων 2.3.25 καὶ ἐπιγείων γίνονται. ὁμοίως ἄγεται ἄλλος δίκαιος ἐπὶ ἄρχοντα εἰς παράβασιν ἀναγκαζόμενος, ὃς δίδωσιν ἑαυτὸν ἑτοίμως ὑπὲρ τοῦ θεοῦ ἀποθνῄσκειν καὶ εἰ τὰς χεῖρας αὐτοῦ ἐκκόψουσιν, οὐ προσποιεῖται, καὶ εἰ τοὺς ὀφθαλμοὺς ἐξορύξουσιν, οὐ δέδοικε, καὶ ὡς οὐδὲν χαλεπὸν παθὼν οὕτως ἐστὶ λέγων ὅτι· "1ἔχω θεόν, ὃς ἀμείψεταί με ἀγαθοῖς ἐπουρανίοις καὶ πάλιν μὲ ὑγιῆ ἀποκαταστήσει ἐν δόξῃ"2, καὶ ἑτοίμως τὸ μαρτύριον τοῦ θανάτου ὑπέμεινε. τούτῳ ἡλίκαι βοαὶ καὶ κρότοι ἐπουρανίων καὶ ἐπιγείων γίνονται. φησὶ γὰρ καὶ ὁ ἀπόστολος περὶ τῶν διαφόρως ἀθλούντων δικαίων «οἵτινες κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἰσχυροὶ ἐγένοντο ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν», καὶ ἐπιφέρει ἀναγκαίως τούτων ἑτέρους δικαίους διὰ τοῦ παθεῖν ἀθλήσαντας λέγων· «ἄλλοι δὲ ἐτυμπανίσθησαν, μὴ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι,