Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
16 Τῇ δὲ νυκτὶ ἐκείνῃ μεταπέμπεται ὁ μακάριος Ἰωάννης τοὺς Γαζαίους καὶ λέγει αὐτοῖς· Ἕτοιμοι ἔσεσθε ἐπὶ τὴν ἔξοδον· σήμερον γὰρ τὸν ἱερέα ὑμῶν λαμβάνετε, ἄνδρα ὃν ἀπέδειξεν ὁ κύριος, ἄμεμπτον, θεοφιλῆ, ζέοντα τῇ πίστει. Πρωίας δὲ γενομένης, ἁρπάσαντες τὸν μακάριον, ἐχειροτόνησαν αὐτὸν ἐπίσκοπον Γάζης. Πολλὰ δὲ ἐδάκρυσεν καὶ οὐκ ἦν καιρὸς τῶν δακρύων αὐτοῦ· ἔλεγεν γὰρ ἑαυτὸν εἶναι ἀνάξιον τῆς τοιαύτης ἱερωσύνης. Μόλις δὲ παρακληθεὶς παρά τε τῶν Γαζαίων καὶ τῶν ἐκεῖ εὑρεθέντων Χριστιανῶν ἡσύχασεν. Ποιήσαντες δὲ τὴν ἁγίαν λειτουργίαν τῆς κυριακῆς, πάλιν προετράπημεν γεύσασθαι μετὰ τοῦ ἀρχιεπισκόπου.
17 Ἐπέτρεψεν δὲ ἡμῖν τὴν ταχίστην ἐξελθεῖν, καὶ ποιήσαντες ἄλλην μίαν ἡμέραν ἐξήλθομεν. Ἐκοιμήθημεν δὲ εἰς ∆ιόσπολιν, κἀκεῖθεν νυκτερεύσαντες ὀψὲ βράδιον εἰσήλθομεν εἰς Γάζαν πολλὰ κοπωθέντες καὶ θλιβέντες. Ἡ δὲ αἰτία τῆς θλίψεως αὕτη ἐτύγχανεν. Πλησίον Γάζης κῶμαι τυγχάνουσιν παρὰ τὴν ὁδὸν αἵτινες ὑπάρχουσι τῆς εἰδωλομανίας. Ἐκ συνθήματος οὖν ὁ τούτων οἰκήτορες κατέστρωσαν πᾶσαν τὴν ὁδὸν ἀκανθῶν καὶ σκολόπων, ὥς τινας μὴ δύνασθαι παρελθεῖν, ἐξέχεαν δὲ καὶ βόρβορον καὶ ἐκάπνιζον ἄλλα δυσώδη, ὥστε ἡμᾶς ἐκ τῆς δυσοσμίας πνίγεσθαι καὶ περὶ τὴν ὅρασιν κινδυνεύειν. Μόλις οὖν διασωθέντες, περὶ τρίτην ὥραν νυκτερινὴν εἰσήλθομεν εἰς τὴν πόλιν. Τοῦτο δὲ τὸ δυσχερὲς ἀπὸ προσβολῆς δαιμονικῆς ὑπήντησεν τῷ μακαρίῳ. Ἀλλ' οὐκ ἐδυσχέρανεν. Ἐνόησεν γὰρ τὴν ἐνέδραν τοῦ διαβόλου ὅτι ἠθέλησεν ἐκ τῆς αὐτοῦ εἰσόδου ἀποστρέψαι τὸν δίκαιον.
18 Ὡρμήσαμεν δὲ εἰς τὸ ἐπισκοπεῖον, ὃ ἔκτισεν ὁ προονομασθεὶς ἐν ἁγίοις Εἰρηνίων ὁ ἐπίσκοπος μετὰ καὶ τῆς ἁγίας ἐκκλησίας τῆς καλουμένης Εἰρήνης. Τὸ δὲ ὄνομα λέγουσιν αὐτὴν ἔχειν κατὰ δύο τρόπους. Φασὶ γὰρ οἱ ἀπὸ Γάζης, ὅτε παρελήφθη ἡ πόλις ὑπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος, κατά τινα σύμβολον ἐκεῖ καταπαῦσαι τὸν πόλεμον, καὶ ἐξ ἐκείνου καλεῖσθαι τὸν τόπον Εἰρήνην. Τοῦτον τὸν τόπον εὑρὼν ὁ μακάριος Εἰρηνίων τιμώμενον ὑπὸ τῶν Γαζαίων ἐν αὐτῷ ἔκτισεν τὴν ἐκκλησίαν. Εἴτε οὖν διὰ τὰ προλελεγμένα εἴτε διὰ τὸ ὄνομα τοῦ κτίστου ἔμεινεν οὕτως καλουμένη ἕως τοῦ νῦν. Ἐκεῖ οὖν ὡρμήσαμεν εἰς τὸ παρ' αὐτοῦ κτισθὲν μικρότατον ἐπισκοπεῖον.
19 Τῷ δὲ ἐνιαυτῷ ἐκείνῳ συμβαίνει ἀνομβρίαν γενέσθαι, καὶ ἐπέγραφον πάντες οἱ ἀπὸ τῆς πόλεως τὸ πρᾶγμα τῇ εἰσόδῳ τοῦ μακαρίου, λέγοντες ὅτι Ἐχρηματίσθη ἡμῖν ὑπὸ τοῦ Μαρνᾶ, ὅτι κακοποδινός ἐστιν ὁ Πορφύριος τῇ πόλει. Ὡς δὲ ἐπέμενεν μὴ βρέχων ὁ θεὸς τὸν παρ' αὐτοῖς πρῶτον μῆνα καλούμενον ∆ῖον, ἔτι δὲ καὶ τὸν δεύτερον Ἀπελλαῖον, πάντες ἐθλίβοντο. Συναχθέντες δὲ οἱ τῆς εἰδωλομανίας εἰς τὸ Μαρνεῖον, πολλὰς θυσίας καὶ εὐχὰς ἐποίουν τούτου ἕνεκεν· ἔλεγον γὰρ τὸν Μαρνᾶν κύριον εἶναι τῶν ὄμβρων, τὸν δὲ Μαρνᾶν λέγουσιν εἶναι τὸν ∆ία. Ὡς δὲ ἐπέμενον ἡμέρας ἑπτὰ λέγοντες ὕμνους καὶ ἐξερχόμενοι ἔξω τῆς πόλεως εἰς τόπον καλούμενον προσευχῆς, ὀλιγωρήσαντες ἀνεχώρησαν ἐπὶ τὰ ἴδια ἔργα μηδὲν ἀνύσαντες. Τούτων οὕτως γενομένων, συναχθέντες οἱ Χριστιανοὶ μετὰ ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων τὸν ἀριθμὸν διακόσιοι ὀγδοήκοντα, παρεκάλουν τὸν ὅσιον Πορφύριον ἅμα αὐτοῖς ἐξελθεῖν εἰς προσευχὴν καὶ λιτανεῦσαι περὶ τοῦ καταπεμφθῆναι τοὺς ὄμβρους (ἤδη γὰρ λιμὸς ἐγένετο), καὶ πολλῷ γε πλέον ὅτι ἐπέγραφον τῇ εἰσόδῳ τοῦ μακαρίου τὴν ἀνομβρίαν.
20 Πεισθεὶς δὲ ὁ ὅσιος καὶ κηρύξας νηστείαν ἐκέλευσεν πάντας ἀφ' ἑσπέρας συναχθῆναι εἰς τὴν ἁγίαν ἐκκλησίαν, ἵνα ἐκεῖ τὴν ἀγρυπνίαν ἐπιτελέσωμεν. Ἐποιήσαμεν δὲ δι' ὅλης τῆς νυκτὸς εὐχὰς τριάκοντα καὶ τοσαύτας γονυκλισίας ἐκτὸς τῶν χορῶν καὶ τῶν ἀναγνωσμάτων. Πρωίας δὲ γενομένης, λαβόντες τὸ σημεῖον τοῦ τιμίου σταυροῦ, προηγουμένου ἡμῶν, ἐξήλθομεν μετὰ ὕμνων ἐπὶ τὴν ἀρχαίαν ἐκκλησίαν τὴν ἀπὸ δυσμῶν τῆς πόλεως, ἣν λέγουσι κτίζειν τὸν ἁγιώτατον καὶ μακαριώτατον Ἀσκληπᾶν τὸν ἐπίσκοπον, τὸν πολλοὺς διωγμοὺς ὑπομείναντα ὑπὲρ