καὶ τῆς κατὰ τὴν βασιλείαν κοινωνικῆς διαθέσεως, καὶ αὐτοκράτορες ἄμφω θαυμασίως ἀναγορεύονται. καὶ χρόνον τινὰ δι' ἑαυτῶν ἰθύνασαι τὴν ἀρχὴν, τῆς ὑπερορίας ἀνακαλοῦνται Κωνσταντῖνον τὸν Μονομάχον, ἀριστοκρατικὸν ἄνδρα καὶ θρέμμα τῆς πόλεως, ὕποπτον δὲ ὄντα διὰ τὴν ἀρχήν, καὶ διὰ τοῦτο παρὰ τῶν πρώην κρατούντων φυγαδευόμενον. καὶ παραχωρεῖ πάλιν τῆς συζυγίας ἡ Θεοδώρα τῇ αὐταδελφῇ Ζωῇ, καὶ τὸν ἄζυγα βίον αἱρεῖται, ὃν ἐκ παίδων καὶ μέχρι γήρως τῆς ἐσχάτης ἡμέρας ἐξήσκησεν. Εὐεργετικώτερος δὲ τοῦ προβεβασιλευκότος ὁ Μονομάχος ἀποδειχθείς, καὶ πάντας σχεδὸν βασιλικοῖς ἀξιώμασι καὶ δωρήμασι φιλοτίμοις ἀποσεμνύνας, ἠγάθυνε τὸ ὑπήκοον· ἐξαίφνης δὲ νέφος ἐκ τῆς ἑσπέρας ἐγείρεται τετριγὸς καὶ ὀλέθριον καὶ πανωλεθρίαν αὐτῷ καὶ τῆς βασιλείας ἀπέλασιν ἀπειλοῦν, ἀνὴρ αἱμοχαρὴς καὶ γενναῖος, ὁ προμνημονευθεὶς Γεώργιος, ᾧ Μανιάκης ἐπώνυμον, ἐκ τῆς Ἰταλικῆς ἀρχῆς ἐπαναστὰς μετὰ τῶν ἐκεῖσε συνόντων στρατιωτῶν Ῥωμαίων καὶ Ἀλβανῶν, διὰ παρόρασιν τοῦ βασιλέως ἀνιαθεὶς καὶ προηγησαμένας ἔχθρας μετ' αὐτοῦ δεδιώς. καὶ τὰ μὲν λοιπὰ τῶν συναντησάντων στρατεύματα συνετάραξε καὶ κατέβαλε, πρὸ δύο δὲ τῆς Θεσσαλονίκης ἡμερῶν στρατοπεδευσάμενος περὶ δείλην ὀψίαν προσβάλλει τῷ μεγίστῳ βασιλικῷ στρατο 19 πέδῳ· καὶ γὰρ ἦν ἐξεστρατευμένος ὁ παρὰ βασιλέως ἀποσταλεὶς μετὰ τῶν Ῥωμαϊκῶν δυνάμεων εἰς ἀντιπαράταξιν. καὶ πολλὰ δράσας τοῖς βασιλικοῖς στρατιώταις, καὶ καταπλήξας τῇ ἀνυποίστῳ τούτου φορᾷ καὶ τοῖς οἰκειοχείροις πληγαῖς (καὶ γὰρ οὗτος τοῦ πλήθους προεπολέμει τε καὶ προεκινδύνευε, καὶ οὐκ ἦν ὃς τῷ φασγάνῳ τούτου τραυματισθεὶς οὐ τῷ ἡμίσει καὶ πλείονι περιερρήγνυτο σώματι· τοιοῦτος ἀκαταγώνιστος καὶ σταθηρὸς ἐγινώσκετο, μέγας ὁμοῦ καὶ εὐρύνωτος καὶ τὴν ὄψιν φοβερὸς καθιστάμενος, κἀν ταῖς βουλαῖς διαφέρων), καὶ κατορθῶσαι τὴν νίκην ἤδη τότε καταλειφθείς, καὶ παρὰ τῶν πλείστων ἐναντίων ἐπευφημούμενος, ἐπὶ τέλει τῶν ἀγώνων τοῦ ἵππου αὐτομάτως κατέρρευσεν, οἷα τὰ τοῦ θεοῦ κρίματα, καὶ ἀθιγὴς ἔκειτο, σκαιωρίαν εἶναι τὸ πρᾶγμα τῶν ἀντιθέτων οἰομένων καὶ σόφισμα. ὡς δὲ παρεγυμνοῦτο τὸ ἀληθές, ἐκδραμόντες πολλοὶ κείμενον αὐτὸν ἐπ' ἐδάφους κατέλαβον, αἵματι διάβροχον καὶ καιρίαν ἔχοντα κατὰ τῆς πλευρᾶς. τῇ πτώσει τοίνυν αὐτοῦ τῶν ἀμφ' αὐτὸν διασκεδασθέντων, καὶ παλιντρόπου γενομένης τῆς νίκης, ἐπανῆλθον οἱ τοῦ βασιλέως χαρᾷ καὶ φόβῳ διηγηματικῶς συνεχόμενοι· τῷ προτερήματι γὰρ μὴ ἐπαιρόμενοι τὸ πᾶν τῇ θείᾳ δεξιᾷ ἐπεγράφοντο. Θριαμβεύσας δὲ ὁ τὴν ἡγεμονίαν ἐσχηκὼς τοῦ πολέμου 20 σεβαστοφόρος Στέφανος διὰ τῆς ἀγορᾶς, τὰ πρῶτα παρὰ τῷ βασιλεῖ μετὰ πολλῆς τῆς λαμπρότητος ἔσχηκε, καὶ ζηλωτὸς πᾶσι καὶ περισπούδαστος ἐγνωρίζετο. ἐπεὶ δὲ τὰ τῆς δεσποτικῆς εὐδαιμονίας ἀβέβαια, διαβληθεὶς καὶ οὗτος ὡς εἴη μελετῶν ἐπιβουλήν, ὑπερορίαν αὐτίκα καὶ δήμευσιν καὶ ἀπόκαρσιν κατεκρίθη· καὶ ὁ τῶν οἰκειοτάτων αὐτῷ εἷς, ᾧ καὶ τὸ κράτος μέλλειν περιθεῖναι κατηγορεῖτο, τῶν ὀφθαλμῶν μετ' ὀλίγον ἐστέρηται. Ἀπαλλαγεὶς οὖν ὁ βασιλεὺς τῆς τοσαύτης φροντίδος, εἰς ἑτέραν αὖθις ἀνάγκην ἐνέπεσε. πόλεμος γὰρ ἀλλόφυλος ναυτικὸς ἄχρι τῆς Προποντίδος τὴν βασιλίδα κατέλαβε, πλοίων Ῥωσικῶν τῶν τετρακοσίων οὐκ ἀποδεόντων ἐπιρραξάντων αὐτῇ, καταφράκτων ὅπλοις τε καὶ πολεμικῇ ἐμπειρίᾳ καὶ πλήθει τῶν ἐν αὐτοῖς εἰσπλεόντων. καὶ κατεῖχε φόβος τὴν Βύζαντος οὐκ ἐλάχιστος διὰ τὸ ἀπαράσκευον ἐκ τῆς ἀπροόπτου τοῦ ἔθνους ἐπιδημίας. ὅμως τὰ παρατυχόντα μακρὰ πλοῖα καὶ λοιπὰς ἑτέρας ναῦς πολεμικὰς ὁ βασιλεὺς συστησάμενος, καὶ πεζικῇ δυνάμει τοὺς παρακειμένους αἰγιαλοὺς συμπεριλαβών, καὶ προσθήκην ἑκάστοτε τῆς πεζικῆς καὶ ναυτικῆς ἰσχύος λαμβανούσης διὰ γραμμάτων φοιτώντων εἰς τὰς κατὰ χώραν ἡγεμονίας, ἐν ἡμέρᾳ πρώτῃ τῆς ἑβδομάδος ἣν κυριακὴν ὁ χριστιανικώτατος οἶδε λαὸς