πρὸς τὴν ἐξήγησιν τῆς Πλατωνικῆς ψυχογονίας, τοῦτο δή σοι νῦν ὥσπερ τι χρέος διαλυόμεθα. τὸ γὰρ «κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν» εἰρημένον τῷ Πλάτωνι «ἑκάστην τῶν διαστάσεων οὐσῶν ἑκατέρων τριῶν» γεγονέναι τὴν σχίσιν τῶν ἑπτὰ τούτων κύκλων ἐστὶ μὲν ὅσον γε κατὰ τὴν λέξιν ὑποδύσκολον, σημαίνει δὲ ὅμως, ὅτι κατὰ ἑκάστην διάστασιν τῶν διπλασίων καὶ τριπλασίων διαστάσεων, οὐσῶν ἑκατέρων τριῶν (ἐν γὰρ τέτταρσιν ὅροις αἱ διαστάσεις τρεῖς) ἡ σχίσις γέγονεν, ὅ ἐστι τῷ κατὰ μῆκος ταὐτόν, ἵν' ἑκάστῳ τῶν ἑπτὰ κύκλων ἐνῶσιν αἱ διαστάσεις πᾶσαι καὶ οἱ λόγοι πάντες· κατὰ γὰρ τὸν ἀριθμὸν τῶν τοῦ διπλασίου καὶ τριπλασίου διαστάσεων ἓξ οὐσῶν ἑξαχῇ τοὺς κύκλους ἔτεμε. τούτων δὲ προειλημμένων φαμέν (ὁ δὲ λόγος Ἑλληνικός) τὴν τοῦ παντὸς ψυχὴν λόγους ἔχουσαν πάντων τῶν ἐγκοσμίων ἔχειν πρὸ τούτων καὶ τῶν ὅλων τοῦ κόσμου μερίδων, αὐτῆς, λέγω, τῆς ἀπλανοῦς καὶ τῆς πλανωμένης, ὅθεν ὁ θατέρου κύκλος τῶν ἑπτὰ κύκλων τὰς πρωτουργοὺς αἰτίας ἐν ἑαυτῷ περιείληφεν. 11 εἰ δὲ μὴ καὶ τῆς οὐσίας ἴδιός τις γέγονε κύκλος ὡς τῆς ταυτότητος καὶ τῆς ἑτερότητος, διαλύσομεν, εἴ τις ἐρωτῴη, ὅτι τούτων μέν ἐστιν ἀντίθεσις, ἡ δὲ οὐσία κοινὴ τῆς πάσης ἐστὶ ψυχῆς. τὴν δὲ εἰς ἓξ διαίρεσιν οἰκειοτάτην εἶναι τῇ ψυχῇ ὁ τῶν Πυθαγορείων λόγος φησίν, ἀνάλογον ταττόντων σημείῳ μὲν μονάδα, γραμμῇ δὲ δυάδα, τῷ δὲ ἐπιπέδῳ τριάδα, τῷ δὲ σώματι τετράδα, τῷ δὲ πεποιωμένῳ τὴν πεντάδα, τῷ δὲ ἐμψυχωμένῳ τὴν ἑξάδα, τῷ δὲ νοερῷ τὴν ἑπτάδα. Τὸ μέντοι γε λεῖμμα ἄνω μὲν τῆς ἐπιστολῆς μαθηματικῶς ἀπεδείχθη σοι. ἔστι δὲ καὶ ἐν τῷ παντὶ τοιοῦτον· ἀφ' ἑκάστης γὰρ τῶν σφαιρῶν ἀπόρροιαί τινες καθήκουσιν εἰς τὰ ὑπὸ γῆν καὶ αὐτῶν τῶν στοιχείων συμμιγεῖς τινες ὑποστάθμαι, πολὺ μὲν τὸ ταραχῶδες ἔχουσαι καὶ σκοτεινὸν καὶ ἔνυλον, συντελοῦσαι δὲ ὅμως πρὸς τὴν ὅλην τοῦ κόσμου σύστασιν καὶ ἁρμονίαν. τούτων δὴ τὴν αἰτίαν ἐν τῇ ὅλῃ ψυχῇ τιθεὶς ὁ Πλάτων λεῖμμα κέκληκεν αὐτήν, ὃ δὴ τῆς ἐσχάτης φύσεώς ἐστι σημαντικόν. καὶ ὁ τῶν ψυχῶν δὲ λόγος πρὸς τὰ δαιμόνια ζῷα τὸν τοῦ λείμματος ἐπέχει λόγον, καὶ τὰ ἡρωϊκὰ δὲ πρὸς τὰ δαιμόνια τὸν ἐπόγδοον ἔχει λόγον διὰ τὸ ἄχραντον τῆς ζωῆς εἶδος, τὰ δὲ τῶν πολλῶν ἔχοι ἂν πρὸς ἐκεῖνα τὸν τοῦ λείμματος. ἔστι δὲ καὶ πρώτη ἀρτιοπέριττος ἡ ψυχή· μέση γάρ ἐστι τῶν ἀμερῶν καὶ τῶν μεριστῶν, ὧν τοῖς μὲν τὸ περιττὸν οἰκεῖον, τοῖς δὲ τὸ ἄρτιον. τὸ δὲ φάναι, ὅτι τὰ ἐπίτριτα πάντα συνεπληροῦτο τῷ τοῦ ἐπογδόου διαστήματι μετὰ τοῦ λείμματος, ἐμφαίνει, ὅτι τῶν λόγων αἱ ἀποπερατώσεις εἰς μερικωτέρας ὑποστάσεις κατέληξαν. ἑπτὰ δέ εἰσιν ὅροι, διότι μέσην ἔλαχεν ὑπόστασιν ἡ ψυχὴ τῶν τε ἀμερίστων καὶ τῶν μεριστῶν, καὶ ἐκεῖνα μὲν μιμεῖται διὰ τῆς τριάδος τῶν ὅρων, ταῦτα δὲ προείληφε διὰ τῆς τετράδος. ἐπεὶ καὶ ὅλη δι' ὅλης ἑαυτῆς ἡ ψυχὴ ἑβδομαδική ἐστιν· εἰ γὰρ μονὰς ὁ δημιουργικὸς νοῦς, ἡ δὲ ψυχὴ πρώτως ἀπὸ νοῦ πρόεισιν, ἑβδομάδος ἔχει λόγον πρὸς αὐτόν· πατρικὴ γὰρ καὶ ἀμήτωρ ἡ ἑβδομάς. τῶν δὲ μεσοτήτων τριῶν οὐσῶν ἡ μὲν γεωμετρικὴ τὸ οὐσιῶδες πᾶν συνδεῖ τῶν ψυχῶν, ἡ δὲ ἁρμονικὴ τὴν ταυτότητα, ἡ δὲ ἀριθμητικὴ τὴν ἑτερότητα. καὶ ἡ μὲν γεωμετρικὴ εὐνομίας εἰκών, ἡ δὲ ἁρμονικὴ δίκης, ἡ δὲ ἀριθμητικὴ εἰρήνης. ἔχεις οὖν αὐτάρκως παρ' ἡμῶν, ὦ φιλότης, εἰ μή τις ἂν εἴποι καὶ φιλοτίμως καὶ περιττῶς, τὸν περὶ ὧν ἐζήτησας λόγον. 12 Ἐξήγησις τῆς Πλατωνικῆς ἐν τῷ Φαίδρῳ διφρείας τῶν ψυχῶν καὶ στρατείας τῶν θεῶν Τὰ Πλατωνικὰ ταῦτα ῥητά «ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς ἐλαύνων πτηνὸν ἅρμα πρῶτος πορεύεται, διακοσμῶν πάντα καὶ ἐπιμελούμενος· τῷ δ' ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων κατὰ ἕνδεκα μέρη κεκοσμημένη· μένει γὰρ Ἑστία ἐν θεῶν οἴκῳ μόνη» καὶ πρότερόν μοι προεβλήθη παρά του τῶν λογίων καὶ ἔτυχε διαίτης