15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
οἶδα» γοῦν φησιν ὁ πατήρ «πότερον ἑαυτοὺς παραλογίζονται ἢ τοὺς περὶ οὓς ὁ λόγος· οὐ γὰρ ἁπλῶς, ὅσα κατά τινος λέγεται, καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται, ἀλλὰ δῆλον κατὰ τίνος καὶ τίνα.» Πῶς μὲν οὖν παρελογίσατο ὁ Εὐνόμιος, καὶ τίνι εἴδει τῶν σοφισμάτων χρησάμενος τὸν παραλογισμὸν ἐποιήσατο, προϊόντες ἐροῦμεν, ἔνθα δὴ καὶ αὐτὸς ὁ πατὴρ ἐλέγχει τὸ σόφισμα· πρὸς δὲ τὴν τοῦ λόγου συνέχειαν τέως τὸν ἡμέτερον λόγον προσάψωμεν. ἀκηκοὼς ὁ Ἀνόμοιος τοῦ Ἀριστοτέλους ἐν Κατηγορίαις εἰρηκότος ὅτι «ὅσα κατά» τινος «λέγεται», ταῦτα «καὶ κατὰ τοῦ ὑποκειμένου» τούτῳ «ῥηθήσεται», ἀβασανίστως τὸν λόγον ἐδέξατο καὶ τὴν «ὅσα» φωνὴν ἐπὶ πάντων ἤκουσεν· ὅθεν τοῦ φιλοσόφου ἐπὶ τῶν οὐσιωδῶς κατηγορουμένων προσχρησαμένου τῷ ῥήματι, οὗτος καὶ ἐπὶ τῶν κατὰ συμβεβηκὸς ἀδιαστόλως ἐνόησε καὶ ἐπὶ πάντων ἁπαξαπλῶς τῶν ὁπωσδήποτε κατηγορουμένων. ἀλλ' ὦ Εὐνόμιε, πρὸς αὐτὸν ἂν φαίην ἐγώ, ἀπὸ τῆς θεολογικῆς πηγῆς ἀρυσάμενος, ὅτι πῶς, τοῦ ζῴου κατηγορουμένου κατὰ τοῦ εἴδους ἤτοι κατὰ τοῦ ἀνθρώπου, μὴ καὶ τὸ γένος αὐτοῦ κατηγορεῖται; καίτοι γε εὐθὺς ἡ τῶν προτάσεων σύνθεσις· τὸ γὰρ γένος παντὶ ζῴῳ, τὸ δὲ ζῷον παντὶ εἴδει, ἀλλὰ μὴν οὐ γένος τὸ εἶδος. οὐ τοίνυν, ὅσα κατά τινος λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται· ὑπόκειται γὰρ τῷ ζῴῳ ὁ ἄνθρωπος, ἀλλ' οὐχ ὅσα κατὰ τοῦ ζῴου λέγομεν, ταῦτα καὶ κατὰ τοῦ ἀνθρώπου εἴποιμεν ἄν, ἀλλὰ δῆλον κατὰ τίνος ἂν ταῦτα λεχθείη καὶ τίνα τὰ κατηγορούμενα. τὸ μὲν γὰρ ἔμψυχον καὶ τὸ αἰσθητικὸν διὰ μέσου τοῦ ζῴου καὶ τῷ ἀνθρώπῳ διαπορθμευθήσεται· οὐσιώδεις γὰρ αὗται διαφοραί, δι' ὧν τὸ ζῷον· συνίσταται· τὸ δὲ γένος, ἐπειδὴ λογικόν ἐστιν ὄνομα καὶ οὐκ εἰς οὐσίαν τῷ ζῴῳ συμβάλλεται, οὐ διαβιβασθήσεται πρὸς τὸν ἄνθρωπον. Ὅρα οὖν μήποτε καὶ ὁ σὸς παραλογισμός, παρὰ τὸν συλλογιστικὸν κανόνα τεθείς, τὴν ἀτοπίαν ἐποίησε· τρία γὰρ καὶ σὺ ὀνόματα τέθεικας, μεῖζον καὶ αἴτιον καὶ φύσιν. κατηγορήσας οὖν τὸ μεῖζον τοῦ αἰτίου καὶ τὸ αἴτιον τοῦ φύσει, ἐντεῦθεν ᾠήθης καὶ τὸ μεῖζον κατὰ τοῦ φύσει λέγεσθαι, ἐν πρώτῳ συμπεραινόμενον σχήματι. ἀλλ' ὦ μακάριε σύ, εἴ γε μακάριος, ἀλλὰ μὴ πάντων ἀνθρώπων ἀθλιώτερος πέφυκας, οὐ πάντα, ὅσα κατά τινος λέγεται, καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται· ἀλλ' εἰ μὲν οὐσιώδη, ῥηθεῖεν ἂν καὶ διαβιβασθεῖεν· εἰ δ' ἐπείσακτα καὶ ἄλλως λεγόμενα, οὐ μεθέξει τούτων τὰ ὑποκείμενα. ἐπεὶ οὖν καὶ τὸ μεῖζον οὐκ εἰς τὸ εἶναι τῷ αἰτίῳ συμβάλλεται, ἀλλὰ φωνή τίς ἐστιν ἐξ ἐπινοίας αὐτῷ συναπτομένη, διὰ ταῦτα οὐ πρὸς τὸ φύσει μετενεχθήσεται. «Ἐπεὶ τί κωλύει» φησὶν ὁ πατήρ «κἀμὲ ταύτην πρότασιν ποιησάμενον, «τὸ φύσει δὲ οὐ πάντως μεῖζον, οὐδὲ πατήρ», ἐντεῦθεν συναγαγεῖν «τὸ μεῖζον οὐ πάντως μεῖζον» ἢ «ὁ πατὴρ οὐ πάντως πατήρ»; εἰ βούλει οὕτως· «ὁ θεὸς οὐσία· ἡ οὐσία δὲ οὐ πάντως θεός»· τὸ ἑξῆς αὐτὸς σύναγε· «ὁ θεὸς οὐ πάντως θεός». ἀλλ' οἶμαι, παρὰ τὸ πῇ καὶ ἁπλῶς ὁ παραλογισμὸς οὗτος. ἡμῶν τὸ μεῖζον τῇ τοῦ αἰτίου φύσει διδόντων, αὐτοὶ τὸ τῇ φύσει μεῖζον ἐπάγουσιν· ὥσπερ γὰρ εἰ καὶ λεγόντων ἡμῶν, ὅτι ὁ δεῖνα νεκρός, ἁπλῶς ἐπῆγον τὸν ἄνθρωπον αὐτοί.» βρενθυομένου γάρ, ὡς εἰκός, τοῦ Εὐνομίου ἐπὶ τοιαύτῃ εὑρέσει τοῦ παραλογισμοῦ καὶ οἰομένου ἐντεῦθεν χειροῦσθαι τὸν ἅγιον, πολλὰ τοιαῦτα ἐξ ὑπογύου ἀντισοφίζεται πρὸς αὐτὸν ὁ πατήρ, ἀντιπαίζων ἐν τοῖς ἐκείνου παικτοῖς. κἀγώ, γάρ φησιν, ὦ Εὐνόμιε, σοφίσματά σοι τοιαῦτα ποιήσομαι, οἷον «ὁ πατὴρ μείζων τῇ φύσει» κατὰ τὸν σὸν λόγον, «τὸ φύσει δὲ οὐ πάντως μεῖζον», κἀντεῦθεν συναγαγεῖν ὅτι «τὸ μεῖζον οὐ πάντως μεῖζον», ἢ πάλιν «ὁ πατὴρ μείζων τῇ φύσει», ὡς αὐτὸς εἴρηκας, «τὸ μεῖζον οὐ πάντως πατήρ», καὶ συμπερά νασθαι ὅτι «ὁ πατὴρ οὐ πάντως πατήρ». καὶ αὖθις «ὁ θεὸς οὐσία· ἡ οὐσία οὐ πάντως θεός· ὁ θεὸς οὐ πάντως θεός». εἰ γὰρ καὶ