1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

6

τοὺς πειρασμοὺς ἡμῖν ἐπάγειν. ταῦτα οὖν αὐτὰ διατυπώσασα ἡ γραφὴ διὰ τὴν ἡμετέραν νόησιν κατὰ σχηματισμὸν τὸν λόγον προήγαγεν. τὸ δὲ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη ἀντὶ τοῦ· ἧκέν τις ἡμέρα, ἐν ᾗ τὸ θέατρον ἠνοίχθη καὶ ὁ ἀθλητὴς κατέβη πρὸς τὰ παλαίσματα. ἐπειδὴ δὲ οἱ μὲν ἅγιοι ἄγγελοι κήδονταί τε ἡμῶν 16 καὶ περιέπουσιν, ὁ δὲ διάβολος ἀντιπράττει τῇ ἡμετέρᾳ σωτηρίᾳ, καὶ περὶ τὸ αὐτὸ πρᾶγμα, τουτέστι τὸν ἄνθρωπον, ἀντιπράττουσιν ἀλλήλοις, ὁμοῦ παρεστάναι λέγονται τοῦ θεοῦ τὰ πραττόμενα ἐφορῶντος. νικῶμεν δὲ ἡμεῖς ἢ ἡττώμεθα, οὐ παρὰ τὴν τῶν ἀντιπραττόντων δύναμιν ἢ τῶν συμμαχούντων ἀδυναμίαν, ἀλλὰ παρὰ τὴν ἡμετέραν προαίρεσιν. ἑκατέρων γὰρ εἰς ἑαυτοὺς προτρεπόντων, τῶν μὲν ἁγίων ἀγγέλων εἰς τὰ ἀγαθά, τῶν δὲ ἀλιτηρίων δαιμόνων εἰς τὰ φαῦλα, ἡ ἡμετέρα προαίρεσις τῷ αὐτεξουσίῳ τετιμημένη εἰς ὃ ἂν θελήσῃ μέρος προχωρεῖ. οὔτε γὰρ θεὸς βιάζεται τιμήσας ἡμᾶς τῷ αὐτεξουσίῳ, οὔτε διάβολος ἀναγκαστικήν τινα δύναμιν κέκτηται καθ' ἡμῶν. 1, 7 καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· πόθεν παραγέγονας; ὅτι μὲν ἄγγελοι προσδιαλέγονται τῷ διαβόλῳ, δηλοῦται μὲν καὶ ἐκ τῶν παρὰ Ζαχαρίᾳ τῷ προφήτῃ, ἔνθα φησὶν ὁ ἄγγελος τῷ διαβόλῳ· ἐπιτιμήσαιέν σοι ὁ ἐκλεξάμενος τὴν Ἰερουσαλήμ. εἴρηται δὲ καὶ ἐν Καθολικαῖς, ὅτε ὁ Μιχαὴλ περὶ τοῦ Μωυσέως διεμάχετο σώματος, ὡς ὅτι· οὐκ ἐτόλμησεν ὁ ἅγιος Μιχαὴλ κρίσιν βλασφημίας ἐπενεγκεῖν κατὰ τοῦ διαβόλου, ἔφη δὲ μόνον· ἐπιτιμήσαι σοι κύριος. κἀνταῦθα τοίνυν ἔστιν ἐννοεῖν, ὡς τῷ δεσποτικῷ προστάγματι ἅγιός τις ἄγγελος ὑπηρετούμενος τὴν διάλεξιν ποιεῖται πρὸς τὸν διάβολον. καὶ ὥσπερ, εἴ τις δορυφόρος ἄρχοντος ἀπόκρισιν ἐκ τοῦ κρατοῦντος φέροι πρός τινα, τοῦ ἄρχοντος εἶναι τὴν ἀπόκρισιν οἴδαμεν, οὕτω καὶ τῶν ἁγίων ἀγγέλων αἱ φωναὶ κατὰ γνώμην θεοῦ προσφερόμεναι αὐτοῦ εἶναι πιστεύονται τοῦ θεοῦ. διαλέγεται τοίνυν ὁ 17 θεὸς τῷ διαβόλῳ διὰ τῶν ἁγίων ἀγγέλων οὐκ ἀξιῶν αὐτὸν λόγου, ἀλλὰ διὰ τὸν πειραζόμενον. ἢ οὖν τοῦτό ἐστιν, ἢ τοῦ θεοῦ τοῖς τοῦ δικαίου κατορθώμασιν ἡδομένου, τοῦ δὲ διαβόλου διαφθονουμένου καὶ ζητοῦντος λαβεῖν κατ' αὐτοῦ τῶν πειρασμῶν τὴν συγχώρησιν πάλιν ἡ γραφὴ κατὰ σχηματισμὸν τὸν λόγον προήγαγεν. τὸ δὲ πόθεν παραγέγονας ὀνειδιστικῶς λέγεται πρὸς τὸν διάβολον διὰ τὸ ἐκπεπτωκέναι αὐτὸν τῆς τῶν λειτουργικῶν πνευμάτων τάξεως, ὥσπερ καὶ τῷ Ἀδὰμ ἔλεγεν ὁ θεός· Ἀδάμ, ποῦ εἶ; ἀντὶ τοῦ· ἐκ ποίων εἰς οἷα καταπέπτωκας. 1, 7 καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπεν· περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι. πρῶτα μὲν ἑαυτοῦ κατήγορος γίνεται, ὡς οὐκέτι βεβαίαν ἔχει τὴν στάσιν, ἀλλὰ ἀστάτως πανταχοῦ περιφέρεται τὴν κατὰ πάντων ἀνθρώπων ἀναδεξάμενος μάχην, καὶ ὅτι καὶ τὴν ἀοίκητον περινοστεῖ (ἐμπεριπατήσας, γάρ φησιν, τὴν ὑπ' οὐρανὸν πάρειμι) κατά τινα ἴσως οἰκονομίαν θεοῦ ὡς ἂν μὴ διὰ παντὸς ἐνοχλοίη ἡμῶν τῷ γένει. 1, 8 καὶ εἶπεν αὐτῷ ὁ κύριος· προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰώβ; τῇ διεστραμμένῃ διανοίᾳ, τῇ κακοτέχνῳ, ᾗ ἀεὶ προσέχεις εἰς τὸ παρατρέψαι τῶν ἀνθρώπων τὴν εὐθύτητα. ἢ οὖν ἐρωτηματικῶς λέγεται ἢ ἀποφαντικῶς καὶ μετὰ ἤθους, ἀντὶ τοῦ· οἶδα ὅτι προσέσχες, διαφθονῇ γὰρ αὐτῷ διὰ τὰς προσούσας αὐτῷ ἀρετάς. 1, 8 ὅτι οὐκ ἔστιν κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄμεμπτος, 18 ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. πολλοῖς ἐγκωμίοις αὔξει τὸν δίκαιον εἰς τὴν κατὰ τοῦ ἀθλητοῦ πάλην ἐκκαλούμενος τὸν ἀνταγωνιστήν. 1, 9 ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου· μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν θεόν; ὄντως διαβόλου τὰ ῥήματα· οὐ κατὰ ἀρετήν, φησίν, ἀλλὰ ἀντιμισθίαν τῶν εἰς αὐτὸν εὐεργεσιῶν ἀπονέμει σοι τὸ σέβας. τὸ δὲ ἐναντίον τοῦ κυρίου, ἵνα δείξῃ τὴν ἀναιδῆ γνώμην τὴν ἀντιπράττειν ἀεὶ τοῖς θεῷ δοκοῦσι σπουδάζουσαν. 1, 10 οὐ σῦ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ πάντων τῶν ὄντων αὐτῷ κύκλῳ; τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας, καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς. οὐδὲν αὐτοῦ, φησίν,