φανερὸν γενήσεται, εἶτα μετὰ τοῦτο τὸ κεκαλυμμένον καὶ δόλιον τῶν ἐναντίων ἀποκαλυφθήσεται καὶ οἱονεὶ ἐλεγχθήσεται *** καὶ πιστεύοντάς | γε Ἰησοῦ Χριστῷ ἢ πίστιν χωροῦντας ἣν Ἰησοῦς Χριστὸς αὐτοῖς ἐνεποίησεν εἰς τὸν Πατέρα *** δικαιοῖ τοὺς πιστεύοντας οὐ κατὰ μισθὸν ὀφειλόμενον· τ̣ί γὰρ πέπρακται καὶ κατώρθωται Ἰουδαίων τινὶ ἢ Ἕλληνι ἄξιον τοῦ τὸν πράξαντα δικαιωθῆναι; *** ἐφίστημι μήποτε οὕτω δύναται καὶ ὁ Σολομῶν ἐν ταῖς Παροιμίαις εἰρη κέναι τὸ «Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος»· ὡς γὰρ ψυχῆς πλοῦτος | ἴδιος ἡ σοφία τοῦ Θεοῦ καὶ ἡ δικαιοσύνη καὶ εἰρήνη καὶ λόγος καὶ αἱ λοιπαὶ ἀρεταί, ἴσον δύναται τὸ «Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος» τῷ «Λύτρον ἀνδρὸς ψυχῆς ἡ ἀρετή», καὶ τῷ «Λύτρον ἀνδρὸς 156 ψυχῆς Ἰησοῦς Χριστὸς ὅς ἐστιν Θεοῦ δύναμις καὶ Θεοῦ σοφία καὶ τὰ λοιπά» *** [Rom. 3, 25-26] Τοῦτον τοίνυν ἱλασμὸν ποιησόμενον περὶ τῶν ἡμαρ τηκότων ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπὶ τὸ | ἀθετηθῆναι τὴν τῶν ἁμαρ τημάτων φύσιν πάλαι προέθετο ὁ Θεὸς ἐσόμενον ἱλαστήριον συγχρησομένῳ εἰς τὸν περὶ τῶν δεομένων ἱλασμοῦ ἱλασμὸν τῇ πίστει τῶν ἐν τῷ ἱλασμῷ ἐσομένων *** πρότερον οὐδέπω ποιῶν τὸ ἔργον τοῦ εἶναι ἱλαστήριον· περιέ μενεν γὰρ τὸν νῦν καιρὸν ἵνα μὴ τάχιον γινόμενος ἱλαστήριον ὁ τηλικοῦτος ὑπὲρ ὀλιγωτέρων | γένηται ἱλαστήριον *** καὶ γέγονεν τότε τοῦ ἱλαστηρίου ἔργον καὶ τῆς τοῦ Θεοῦ δικαιοσύνης ἔνδειξις, δεηθέντων τῶν πραγμάτων τῆς ἀπ' ἀμφοτέρων ὠφελείας μετὰ τὸ πειραθῆναι μυρίων ὅσων προγενομένων ἁμαρτημάτων κατὰ πάρεσιν † αριθμων *** Ὁμολογουμένως δὲ πολλαχοῦ ἃ φέρει ὁ ἀπόστολος νοήματα ἀπὸ τῶν θη σαυρῶν φέρει νόμου | καὶ προφητῶν *** καὶ ἔοικέν γε τὸ <ἐν> Ἐξόδῳ ἱλαστήριον 158 ἀναφέρειν οὐκ ἐπ' ἄλλον τινὰ ἢ τὸν Σωτῆρα· τοῦτον γὰρ προέθετο ὁ Θεὸς ἱλαστήριον *** χρυσίον δὲ καθαρὸν πολλαχοῦ τηρήσας συμβολικῶς λέγεσθαι τὸν καθαρὸν καὶ ἀμιγῆ πρὸς ὕλην νοῦν· τοιοῦτον δέ ἐστιν ἡμῶν τὸ ἱλαστήριον τὸ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεὸς Λόγος ἢ τάχα μᾶλλον ἡ τοῦ Ἰησοῦ ψυχή, ἐπεὶ ἁμαρ|τίαν οὐκ ἐποίησεν οὐδὲ ηὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ οὐδὲ ἔγνω ἁμαρτίαν *** ‖ Φησὶν γάρ· «Ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τι´̣ τὸ μῆκος καὶ πλάτος καὶ βάθος καὶ ὕψος»· μεγάλης οὖν νοητικῆς, ἵν' οὕτως ὀνομάσω, εὐτονίας καὶ ἰσχύος χρεία ἵν' ἐξισχύσωμεν καταλαβέσθαι μῆκος μὲν καὶ πλάτος τοῦ ἱλαστηρίου, μῆκος δὲ καὶ πλά|τος καὶ βάθος τῶν στερεῶν οἷον τῆς κιβωτοῦ καὶ τῆς τραπέζης, μῆκος δὲ καὶ πλάτος καὶ βάθος καὶ ὕψος τῶν προσειληφότων τῇ οἷον σωματικῇ στερεότητι τὸ ὕψος τῆς νοητῆς φύσεως *** ἑρμηνεία Χερουβεὶν ἐπίγνωσις πεπληθυσμένη, τορευτὰ δὲ ταῦτά ἐστιν τὰ Χερουβεὶν πρὸς παράστασιν, ἀπὸ τῆς τορεύσεως καὶ ἀκριβείας, τῆς | θειότητος *** Τίς οὖν ἂν εἴη ἡ κιβωτὸς ἡ ὑποκειμένη τῷ ἱλαστηρίῳ καὶ τοῖς Χερουβεὶν ἤ, ὡς οἶμαι, ἱεραὶ καὶ μακάριαι καὶ χωρητικαὶ τῆς τε τοῦ Μονογενοῦς καὶ τοῦ Ἁγίου Πνεύματος θειότητος δυνάμεις σώμασιν 160 οἰκεῖαι ·[·····]μ̣εναι καὶ τῆς κεχωρηκυίας ἀμφότερα τὰ Χερουβεὶν Ἰησοῦ ψυχῆς οὔση̣ς ἱλαστηρίου καὶ ὑπερκειμένης τὰ τροπικῶς | λεγόμενα κιβωτόν *** Πρὸς δὲ τὸ ἀνὰ μέσον τῶν δύο Χερουβεὶν γινώσκεσθαι τὸν χρηματίζοντα παραλήμψει ῥητὸν ἀπὸ τοῦ Ἀμβακοὺν οὕτως ἔχον· «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· Κύριε, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην· ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ» *** καὶ ἁρμόζει γε τὸ | «Ὃν προέθετο» τῇ τοῦ Ἰησοῦ μᾶλλον ψυχῇ ἢ τῷ Μονογενεῖ καὶ πρωτοτόκῳ πάσης κτίσεως· προτίθεται μὲν γὰρ ὁ Θεὸς τὰ μηδέπω ἐνεστηκότα, ἔθετο δὲ ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους (οὐ προέθετο· ἤδη γὰρ ἦσαν), δεύτερον προφή τας, τρίτον διδασκάλους καὶ τὰ ἑξῆς *** ∆ίκαιον δὲ παραθέσθαι τοὺς μετὰ αἵματος γενομένους κατὰ τὸν νόμον ἱλασμούς, ἵν' εὑ ρεθῇ ἐκ τῶν παρατιθεμένων καὶ ὧν ἐστι σύμβολα τὰ γεγραμμένα. Γέγραπται τοίνυν μετὰ τὴν τοῦ ἀρχιερέως θυσίαν ἐν τῷ Λευιτικῷ· «Ἐὰν δὲ πᾶσα συναγωγὴ ἀγνοήσῃ καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς, καὶ ποιήσωσι μίαν ἁπασῶν