τοῦ θεοῦ οὐκ ἐν τῷ βιβλία καὶ γράμματα πι στευθῆναι χαρακτηρίζεται, ἀλλ' ἐν τῷ τὸν ἐν αὐτοῖς νοῦν καὶ τὰ ἐναποκείμενα μυστήρια γινώσκεσθαι. κατὰ γὰρ τὸν ὑγιῆ λόγον ὁ οφὸ νοήει τὰ ἀπὸ τοῦ ἰδίου τόματο· ἐπὶ δὲ χείλει φορέει ἐπιγνωμούνην. τοιοῦτος ἦν Μωυσῆς καὶ οἱ προφῆται, Ἰουδαῖοι ὄντες καὶ πιστευθέντες τὰ λόγια τοῦ θεοῦ, καὶ εἴ τις παρ' αὐτοῖς τούτοις παραπλήσιος. καὶ οἱ ἀπόστολοι δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἶχον τὸ περισσὸν τοῦ Ἰουδαίου καὶ τὴν τῆς περιτομῆς ὠφέλειαν παρὰ τοὺς ὑπ' αὐτῶν μαθόντας τὸν χριστιανισμόν. ἔστι δὲ καὶ τοῖς ἐξ ἐθνῶν πολὺ τὸ περισσὸν παρὰ τοὺς ἐκ περιτομῆς· ἀπ' ἐκείνων γὰρ ἤρθη ἡ βαιλεία τοῦ θεοῦ ἵνα δοθῇ ἔθνει ποιοῦντι τοὺ καρποὺ αὐτῆ. εἰ δὲ πρῶτοι ἐκεῖνοι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ, εἰσὶν οἱ καὶ δεύτερον πιστευ θέντες· τὸ γὰρ πρῶτον τινός ἐστιν ἢ τινῶν πρῶτον. τίνες οὖν δεύτερον ἐπιστεύθησαν ἰδεῖν ἐστὶν ἐκ τοῦ ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματο δίδοται λόγο οφία καὶ τὰ ἑξῆς. εἰ δέ τις συγχεόμενος ταὐτὸν οἴεται τὰ λόγια τοῦ θεοῦ τοῖς γράμμασι τοῦ θεοῦ, προσεχέτω τῷ λέγοντι ψαλμῷ τὰ λόγια κυρίου λόγια ἁγνὰ ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ κεκαθαριμένον ἑπταπλαίω. ἐγὼ μὲν γὰρ οὐκ οἶμαι τὰ ἁγνὰ λόγια εἶναι τὰ αὐτὰ τῷ ἀποκτείννυντι γράμματι. ὥσπερ δὲ οἱ προειρημένοι Ἰουδαῖοι πρῶτοι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ, οὕτως καί τινες ἠπίστησαν· ἀλλ' οὐχὶ τῶν τοιούτων εἴτε πρὸς τὸν θεὸν εἴτε πρὸς τὰ λόγια αὐτοῦ ἀπιστία τὴν πίστιν τοῦ θεοῦ καταργήσει. ποίαν δὲ πίστιν τοῦ θεοῦ; πότερον ἣν θεὸς πιστεύει τισὶ τὰ λόγια; ἢ ἣν οἱ πιστευθέντες τὰ λόγια πιστεύουσι τῷ θεῷ, ὡς Ἀβραὰμ ἐπίτευε τῷ θεῷ καὶ ἐλογίθη αὐτῷ εἰ δικαιούνην; ἑκάτερον οἶμαι λόγον ἔχειν· μεμνῆσθαι γὰρ δεῖ τόν τε πιστεύοντα τῷ θεῷ καὶ τὸν πεπιστευμένον τὰ λόγια αὐτοῦ, μάλιστα ἐν καιρῷ τῆς τῶν ἀπίστων χλεύης ἣν χλευάζουσι τοὺς πεπιστευκότας, τοῦ μὴ καταργεῖσθαι τὴν πίστιν τοῦ θεοῦ ὑπὸ τοῦ λόγου τῶν ἀπιστούντων. 12 iii 4 γινέσθω δὲ ὁ θεὸς ἀληθὴς πᾶς δὲ ἄνθρωπος ψεύστης· καθὼς γέγραπται· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. τὸ οὖν γενηθήτω εἴρηται ἀντὶ εὐκτικοῦ, ὡς τὸ εἴη τὸ ὄνομά ου εὐλογημένον εἰ τοὺ αἰῶνα. 13 ιιι 9-18 τί οὖν; προεχόμεθα; οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι καθὼς γέγραπται· οὐκ ἐστὶν δίκαιος οὐδὲ εἷς· οὐκ ἔστιν ὁ συνιών· οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν· ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει· ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. βούλεται ῥητὰ συναγαγεῖν πῶς ἅπαντες Ἰουδαῖοι καὶ Ἕλληνες ὑπὸ ἁμαρτίαν γεγόνασιν, ἀρξάμενος ἀπὸ τοῦ καθὼς γέγραπται οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν ὁ συνιών, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν· ὅπερ αὐταῖς λέξεσιν οὐχ εὕρομέν που γεγραμμένον, ἀλλὰ νομίζομεν ἀπὸ τοῦ τρισκαιδεκάτου ψαλμοῦ καὶ τοῦ νβʹ μεταπεποιῆσθαι ὑπὸ τοῦ ἀποστόλου τὰ ῥητά· ἐν μὲν γὰρ τῷ ιγʹ ψαλμῷ εἴρηται κύριο ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺ υἱοὺ τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔτιν υνιὼν ἢ ἐκζητῶν τὸν θεόν· ἐν δὲ τῷ νβʹ ὁ θεὸ ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺ υἱοὺ τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔτι υνιὼν ἢ ἐκζητῶν τὸν θεόν. ἔοικεν οὖν νενοηκέναι ἰσοδυναμεῖν τὸ τοῦ ἰδεῖν εἰ ἔτι υνιὼν ἢ ἐκζητῶν τὸν θεὸν τῷ οὐκ ἔστιν ὁ συνιών, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν. καὶ τὸ οὐκ ἔστι δίκαιος οὐδὲ εἷς νομίζω γεγονέναι ἐκ τοῦ οὐκ ἔτι ποιῶν χρητότητα, οὐκ ἔτιν ἕω ἑνό· ὥστε τῇ δυνάμει δὶς αὐτὸν τεθεικέναι, ἅπαξ μὲν μεταποιήσαντα, ἅπαξ δὲ λέξεσι ταῖς αὐταῖς χρησάμενον, καὶ παραλιπόντα τὸ δεύτερον εἰρημένον οὐκ ἔστιν. τὸ δὲ ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, αὐταῖς λέξεσι κεῖται ἡ χρῆσις ἐν τῷ ρλθʹ ψαλμῷ· τὸ δ' ἐπὶ τούτοις ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει ἔοικεν γεγονέναι ἀπὸ τοῦ ἐν τῷ ἐνάτῳ ψαλμῷ οὕτως εἰρημένου οὗ ἀρᾶ τὸ