ὠφεληθῆναι τὸ κοινὸν διχῶς, ἀπό τε λό γων καὶ ἀπὸ πράξεων, ὧν ὁ δίκαιος πράττει, καλῶς καὶ αὐταὶ ἀναφέρονται εἰς τὸ νοητὸν γαζοφυλάκιον. ἀλλ' ἐπεὶ οὐκ ἴση οὐδ' ὁμοία πάντων ἡ δύναμις ἐν τῷ βίῳ τούτῳ, εἴγε ἔδωκεν ὁ οἰκοδε σπότης τῷ μὲν πέντε τάλαντα, τῷ δὲ δύο, τῷ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, ἀποδέχεται ὁ ἔμψυχος τούτου λόγος, ἐνορῶν τῇ δυνάμει τῶν βαλλόντων εἰς ὃ διηγησάμεθα γαζοφυλάκιον, οὓς ἀπο 19.8.46 δέχεται, οὐ τῇ ποσότητι τῶν συνεισφερομένων ἐνορῶν μόνῃ. διόπερ εἰ [ἔστιν] τις πλείονα δυνάμενος, ὀλιγώτερα μὲν ὡς πρὸς τὴν ἐνυπ άρχουσαν αὐτῷ δύναμιν ποιεῖ, πλείονα δὲ ὡς πρὸς ἑτέρων σύγ κρισιν ἐλάττονα δυναμένων, * * καὶ ἀποδέχεται τοὺς ὅλῃ δυνάμει τὰ ἐλάττονα πεποιηκότας παρὰ τοὺς πλείονα συνεισενεγκόντας ἐκ δυνάμεως πολλαπλασίονα φέρειν δυναμένης, <ὡς> γέγραπται ἃ παρε 19.8.47 θέμεθα τοῦ τε Λουκᾶ καὶ τοῦ Μάρκου. ἅμα δὲ διδάσκει τὰ ῥητὰ ταῦτα τὸν νοήσαντα ταῦτα πνευματικῶς μηδεπώποτε τοὺς νομιζο μένους διαφέρειν <δεῖν> ἐπαίρεσθαι κατὰ τῶν ὡς πρὸς ἀνθρώπων κρίσιν ὑποδεεστέρων· οὐ γὰρ πεπείσθω τις τῶν ὑπολαμβανομένων πλείονα καὶ κρείττονα ποιεῖν, συγκρίνων ἑαυτὸν τοῖς ὅσον ἐπὶ ἀν θρωπίνῃ κρίσει ἐλάχιστα πράττουσιν, ὅτι πάντα ἃ δεδύνηται πεποίη κεν, ἢ ἐκεῖνος οὐ πάντα <εἰ ἃ> οἷός τε ἦν ἀπαιτεῖσθαι ἀπὸ τοῦ λόγου 19.8.48 ἀποδέδωκεν. ἀνέβλεψεν οὖν εἰς τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους ὁ Ἰησοῦς, καὶ ἰδὼν τὴν πενιχρὰν χήραν λεπτὰ βάλλουσαν δύο τάχα τῷ γνωστικῷ τόπῳ ἢ τῷ πρακτικῷ, ἁπλούστερον περὶ τῶν θείων φρονοῦσαν, καὶ ἀνάλογον τούτοις βιοῦσαν, εἶπεν· «Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον 19.8.49 «πάντων ἔβαλεν». καὶ τοῦτο εἶπεν καθορῶν τίνα τρόπον πολλα πλασίονα δυνάμενοι φέρειν εἰς τὸ κοινὸν οἱ ὅσον ἐπὶ τῇ δυνάμει πλούσιοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ θεοῦ 19.8.50 ἐλάχιστον μόριον, ὧν οἷοί τε ἦσαν συνεισφέρειν. κατανόει δὲ καὶ τὰ τῆς χήρας ὑστερήματα καὶ ὅτι βιασαμένη ἑαυτὴν πάντα ὃν εἶχεν βίον ἤνεγκεν εἰς τὸ ἐν τῷ ἱερῷ γαζοφυλάκιον, προσφέρουσα πᾶσαν τὴν δύναμιν ἑαυτῆς τῷ θεῷ. 19.9.51 Ἀεὶ τοίνυν ὁ Ἰησοῦς, κατὰ μὲν τὸν Λουκᾶν, ἀναβλέπων εἰς τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον πλουσίους τὰ δῶρα αὐτῶν, ὁρᾷ καὶ τὴν πενιχρὰν χήραν βάλλουσαν λεπτὰ δύο· κατὰ δὲ τὸν Μάρκον, ἑστὼς κατέναντι τοῦ γαζοφυλακίου θεωρεῖ τίνα τρόπον πᾶς ὁ λαὸς βάλλει κατὰ δύναμιν τὸν νοητὸν χαλκὸν εἰς τὸ γαζοφυ λάκιον, καὶ ὡς μόνος δυνάμενος βλέπειν τοὺς πλουσίους εἶδεν εἴ ποτε πτωχὴ ψυχὴ καὶ ὑστερουμένη βάλλει ὅλῃ δυνάμει <καὶ> διὰ τοῦτο 19.9.52 δικαιουμένη παρὰ τοὺς πολλοὺς πλουσίους. ἅπερ οὐ τοῖς τυχοῦσιν λέγει ἀλλ', ὥς φησιν ὁ Μάρκος, τοῖς μαθηταῖς αὐτοῦ· καὶ νῦν γὰρ προσκαλούμενος τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς διδάσκων βλέπειν οὐχ ὡς ὄψεται ἄνθρωπος ἀλλ' ὡς ὄψεται ὁ θεός («Ἄνθρωπος γὰρ «ὄψεται εἰς πρόσωπον, ὁ δὲ θεὸς ὄψεται εἰς καρδίαν») τὸ «Ἀμὴν «λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν τῶν 19.9.53 «βαλλόντων εἰς τὸ γαζοφυλάκιον» καὶ τὰ ἑξῆς. τί δή μοι ταῦτα πάντα βούλεται προκειμένου διηγήσασθαι τὸ «Ταῦτα τὰ ῥήματα † ἃ «ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ», ἢ παραστῆσαι, ὅτι πάντων συνεισφερόντων ἐν τῷ γαζοφυλακίῳ τοῦ ἱεροῦ τοῦ ὑπὲρ τοῦ κοινοῦ τὰ θρέψοντα τοὺς δεομένους, μᾶλλον πάντων ἐχρῆν τὸν Ἰησοῦν φέρειν τὰ ὠφελήσοντα, ἅπερ ἦν ῥήματα ζωῆς αἰωνίου καὶ 19.9.54 διδασκαλία ἡ περὶ θεοῦ καὶ ἑαυ<τοῦ>; καὶ παντός γε νομίσματος τιμαλ φέστερον ἦν τὸ «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου» ἐν τῷ γαζοφυλακίῳ εἰρημένον, καὶ τὸ «Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε» 19.9.55 καὶ ὅλα τὰ κατὰ τὸν τόπον. καὶ ὁ πᾶς γε τῶν λοιπῶν εἰς τὸ γαζοφυλάκιον φερόντων ἃ εἶχον χρυσὸς ψάμμος ἦν ὀλίγη ὡς πρὸς τὰ Ἰησοῦ ῥήματα· σοφία γὰρ ἦν πᾶς ὁ λόγος αὐτοῦ· «Πᾶς δὲ χρυσὸς «ἐν ὄψει σοφίας ψάμμος ὀλίγη, καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος 19.9.56 «ἐναντίον αὐτῆς». καὶ ταῦτά γε σαφῶς νοηθήσεται τοῖς κατακούειν μεμαθηκόσιν τῆς τοῖς