ἀνθρώπων προάγοντος εἰς ζωὴν αἰώνιον, οὐ δυνατὸν νοηθῆναι τὰς τρίβους αὐτῶν. Τοιγαροῦν τῶν ἐνδόξων τῆς γῆς βασιλέων ἢ καὶ ἀρχόντων ἀλλότριον θεοσεβείας ἔργον οὐδὲν καταλείπεται μετὰ τελευτήν. Ἐσβέσθη γὰρ αὐτῶν ἡ δόξα. Οὐκ ἐπιγινώσκονται δὲ, φησὶν, οὐδὲ ὁδοὶ ἀνδρὸς ἐν νεότητι, ταῖς ἐπιθυμίαις πεπυρωμένου διὰ τὸ ἄστατον τῶν τρόπων· καὶ τῆς μοιχαλίδος, ὁμοίως διὰ τὸ ἀναίσχυντον. Ἢ τοῦτό ἐστιν ἡ τῶν ἐθνῶν Ἐκκλησία, ἥτις μετὰ τὸ ἀπολούσασθαι διὰ τοῦ βαπτίσματος οὐδέν φησιν ἄτοπον πεπραχέναι. Ὁ δὲ δίκαιος οὐκ ἔστιν ἐν νεότητι, ἐπεὶ, τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς. Τοιαύτη καὶ πᾶσα γυνὴ μοιχαλὶς, ἢ ἀλλοτριώσασα ἑαυτὴν τοῦ νυμφίου, καὶ ψυχὴ καταλιποῦσα τὸν ἄνδρα, καὶ ὀπίσω τῶν ἐραστῶν πορευομένη. Καὶ ἐκστρατεύει ἀφ' ἑνὸς κελεύσματος εὐτάκτως. Ὡς εὔτακτος ἐπαινεῖται καὶ ἡ ἀκρὶς, τῷ τοῦ Θεοῦ λόγου πειθομένη κελεύσματι. Τοιαύτη τίς ἐστιν ἡ Ἐκκλησία, διὰ τὸ πρὸς τῶν ἀνθρώπων καταφρο- νεῖσθαι, ἀκρίδι ὡς πρὸς τὸ ζῇν ἐπὶ γῆς παραβαλλομένη· διὰ δὲ τὸ μετὰ Ἰησοῦ συνάγεσθαι καὶ μὴ σκορπίζειν, ἀλλ' ἐνδύεσθαι τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα ἀντιστῇ πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, ἀφ' ἑνὸς κελεύσματος εὐτάκτως στρατοπεδεύουσα· ἔστι δὲ ἀβασίλευτος ὑπὸ τοῦ Φαραὼ, ἀλλ' οὐχ ὑπὸ τοῦ Θεοῦ, καὶ τῶν Αἰγυπτίων οἱ πόνοι παραδίδονται ταύτῃ. Ἴσως δὲ διὰ μὴ βασιλεύεσθαι ἡμᾶς πρὸ τῆς Χριστοῦ βασιλείας, ἀβασίλευτον ἡ ἀκρίς. Οὐ γὰρ ἔχουσιν ἡγούμενον, καθάπερ αἱ μέλισσαι, ἀλλ' ἑκάστη ἡγεῖται. Οὗτοί εἰσιν οἱ προαιρέσει κουφιζόμενοι τῶν γηΐνων, τεταγμένην ὁδεύοντες ζωήν. Ἢ καὶ ἀκρίδες, ὅσοι, τῇ νοήσει βουλόμενοι πέτεσθαι, ἀδυνατοῦντες ὀλίγον τῆς γῆς ἀνατρέχουσιν. Εἰ δὲ πρακτικὸν μεταλάβοιεν, εἰς ἓν τάγμα πρακτικὸν ἐναχθήσονται. Καὶ τράγος ἡγούμενος αἰπολίου. Τρίτος ὁ τράγος κατὰ μόνους τοὺς Οʹ ἡγούμενος αἰπολίου, αὔξων τε καὶ πληθύνων αὐτὸ καὶ ἐπὶ τὰς ἐν ὑψηλοῖς νομὰς ὁδηγῶν. Οὐδεμία γὰρ ἀγέλη ζώων οὕτως ἐπιβαίνει τῶν ὑψηλῶν. Τοιοῦτος ὁ ἡγούμενος Χριστοῦ τοὺς ἐν τῷ αἰπολίῳ πρὸς ὕψος ἀνάγων. Ἄλλως ὁ τράγος τυποῖ τὸν Χριστὸν, ὑπὲρ ἁμαρτίας προσφερόμενος. Τούτῳ ἐν ὕψει ὄντι ἕπεται πᾶσα τῶν θεοσεβῶν ἡ πληθύς.