κληρονομίας. βέλτιον δὲ νοεῖν ὅτι, ὥσπερ ἐπὶ τῶν συνωνουμένων τι καὶ διδόντων ἀρραβῶνα κατὰ τὴν ἀναλογίαν τῆς ποσότητος τοῦ ὅλου ἀργυρίου δίδοται ἀρραβών, οὕτως κατὰ τὴν ἀναλογίαν τῶν ἑκάστου προεγνωσμένων ἁγίου μελλόντων ἀγαθῶν δίδοται ἀρραβὼν τῆς κληρονομίας, ὡς ἀπὸ τοῦ ἀρραβῶνος τὸν δυνάμενον κατανοεῖν διαφορὰς τῆς δυνάμεως τοῦ ἀρραβῶνος καὶ ἀρραβῶνος ἤδη ἂν ἀποφήνασθαι περὶ πλείονος καὶ ἐλάττονος κληρονομίας τῆς ἀποκειμένη τοῖς Χριστοῦ συγκληρονόμοις. ὥσπερ δὲ ὁ ἀρραβὼν τῆς κληρονομίας οὐχὶ ἔξω τι ἡμῶν ἐστιν (ἐν γὰρ ἑκάστῳ τὸ πνεῦμα τῆς ἐπαγγελίας ἐστὶ τὸ ἅγιον, ὁ ἀρραβὼν τῆς ἐπαγγελίας), οὕτως ἡ κληρονομία οὐκ ἔξωθέν ἐστι τοῦ κληρονομοῦντος, ἀλλ' ἐν τῷ νῷ τοῦ κληρονομοῦντος καὶ τῇ ψυχῇ αὐτοῦ· οὐδὲν γὰρ τῶν ἔξωθεν συγκρίνεσθαι δύναται τελειότητι νοῦ θεωροῦντος κάλλη Σοφίας καὶ Λόγου Θεοῦ καὶ Ἀληθείας. τοῦτο μέντοιγε τὸ πνεῦμα τῆς ἐπαγγελίας τὸ ἅγιον, ὅπερ ἐστὶν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, ἐπὶ τοῦ παρόντος δίδοται τοῖς ἁγίοις, ἵνα ἀπολυτρωθῶσι καὶ περιποιηθῶσι τῷ Θεῷ, καταρτιζόμενοι εἰς ἔπαινον τῆς δόξης τοῦ Θεοῦ. τὸ δὲ εἰς ἔπαινον τῆς δόξης αὐτοῦ πρὸς τῷ ἀποδεδομένῳ δύναται καὶ τοιοῦτο δηλοῦν, «ἐπὶ τῷ ἐπαινεῖν τὴν δόξαν τοῦ Θεοῦ ἕκαστος, νῦν μὲν τὸ πνεῦμα τῆς ἐπαγγελίας λαμβάνων ἀρραβῶνα τῆς κληρονομίας, ὕστερον δὲ αὐτὴν τὴν κληρονομίαν·» οὐ μέντοι (ὡς ἄν τις ὑπονοήσαι σημαίνεσθαι ἐκ τῆς λέξεως) ὡς χρῄζοντος τοῦ Θεοῦ τῶν ἐπαινούντων τὴν δόξαν αὐτοῦ, ἀλλ' ὡς μεγίστων ἀγαθῶν περιγινομένων τοῖς τεθεωρηκόσι τὸ ἐπαινετὸν τῆς δόξης τοῦ Θεοῦ καὶ μὴ δυναμένοις σιωπᾶν αὐτό, ἀλλ' ἀεὶ πρὸς τῷ εὐφραίνεσθαι ἐν τῷ ὑμνεῖν αὐτὸ γινομένοις. 9 Eph. i 15-17 [∆ιὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας.] [Ὠριγένης φησί] δόξει σόλοικον εἶναι τὸ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας εἰ μὴ ὡς ὑπερβατὸν αὐτὸ ἀποδῶμεν· διόπερ τὸ ἑξῆς τῆς συμφράσεως οὕτως ἔχειν οἰόμεθα διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας, καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα ὁ Θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως ὑμῶν καὶ τὰ ἑξῆς. εἰ ὁ πατὴρ ὑποκειμένου καὶ οὐσιώδους ἐστὶ πατήρ, λέγεται δὲ καὶ τῆς δόξης πατήρ, δηλονότι ἡ δόξα ὑποκείμενόν τί ἐστι καὶ οὐσιωμένον· καὶ μήποτε ὁ σωτὴρ ἡμῶν, ὥσπερ ἐστὶ Λόγο καὶ Σοφία καὶ Ἀλήθεια καὶ Εἰρήνη καὶ ∆ικαιούνη, οὕτω καὶ ∆όξα· καὶ εἴ ποτε ὦφθαι ἀναγέγραπται ∆όξα Θεοῦ, οὐκ ἄλλο τι νοητέον ὦφθαι ἢ τὸν υἱὸν τοῦ Θεοῦ. τὸ μὲν οὖν πνεῦμα τῆς σοφίας σοφὸν ποιεῖ, τὸ δὲ πνεῦμα τῆς ἀποκαλύψεως περιαιρεῖ ἀπὸ τῆς καρδίας τὸ κάλυμμα, ἵνα ἀνακεκαλυμμένῳ τις προώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενο τὴν αὐτὴν εἰκόνα μεταμορφῶται ἀπὸ δόξη εἰ δόξαν. οὐδεὶς οὖν μὴ σοφὸς ἔχει πνεῦμα σοφίας, καὶ οὐδεὶς τῶν ἡνίκα ἀναγινώκηται Μωῆ κάλυμμα ἔτι ἐχόντων ἐπὶ τὴν καρδίαν ἤδη εἴληφε τὸ τῆς ἀποκαλύψεως πνεῦμα· εἰ μὴ <ἄ>ρα τὸ πνεῦμα τῆς σοφίας προσότητι τῶν θεωρημάτων τῆς σοφίας διαφόρως σοφοὺς ποιεῖ, καὶ ποσότητι τῆς περιαιρέσεως τῶν ἐπὶ τοῖς γράμμασι καλυμμάτων οὐχ ὁμοίως διακονεῖ τὴν ἀποκάλυψιν ὧν περιαιρεῖται τὸ κάλυμμα. πρὸς τούτοις ἀκουστέον τὸ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας· εἰ γὰρ μὴ ταὐτόν ἐστι γνῶσις Θεοῦ καὶ ἐπίγνωσις Θεοῦ ἀλλ' ὁ ἐπιγινώσκων οἱονεὶ ἀναγνωρίζει ὃ πάλαι εἰδὼς ἐπελέληστο, ὅσοι ἐν ἐπιγνώσει γίνονται Θεοῦ πάλαι ᾔδεσαν αὐτόν· διόπερ μνηθήονται καὶ