ὑπὸ τῶν δυνατωτέρων οἱ ἀσθενεῖς ὑπὸ λιμοῦ κατεσθίονται, ἕως οὗ ὁ πάντων ἰσχυρότατος πληρωθεὶς ὑπὸ τῶν ὄφεων οὓς κατεδήδοκεν, ὁ καλούμενος γένηται βασιλίσκος, ἰὸν ἔχων ἐκ μόνης θέας καρποφόρον δένδρον ξηραίνοντα. οὕτως αἱ πονηραὶ δυνάμεις ὑπ' ἀλλήλων κολάζονται, μέχρι καταλειφθῇ τελευ ταῖον ὁ «ἔσχατος ἐχθρὸς Χριστοῦ θάνατος», βασιλίσκος περὶ οὗ φησιν· «ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ». ὁ γὰρ Χριστὸς ἰσχυρότερος ὢν τοῦ βασιλίσκου, ἐπιβέβηκεν αὐτῷ καὶ δέδωκεν ἡμῖν «ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων». 26 Ἔστι τις ἀνὴρ Βαβυλώνιος καὶ νήπιον Βαβυλώνιον, καὶ δεῖ πρὸς τούτους ἀγωνίζεσθαι, τουτέστιν ἢ πρὸς μεγάλα ἢ πρὸς νῦν ἀρχόμενα πάθη. πλὴν «μακάριος, ὃς ἂν κρατήσας ἐδαφίσῃ πρὸς τὴν πέτραν (τὸν Χριστὸν) τὰ νήπια Βαβυλῶνος», πρὶν εἰς ἄνδρας προέλθωσιν. ἔτι δὲ μακαριώτερον ἐξολοθρεῦσαι Βαβυλώνιον σπέρμα, λογισμὸν δηλονότι Συγχυτικόν (ἐναντίον δὲ τούτῳ σπέρ μα περὶ οὗ λέλεκται· «μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα» καὶ «μα κάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ»). οὐ μόνον ἄνδρα τινὰ οὐδὲ παιδίον, ἀλλὰ κἂν μόνον σπέρμα· δύναται γὰρ καρποφορεῖν γεωργούμενον. ποῖον δὲ τὸ ὕδωρ, ἐφ' ὃ σπείρειν δεῖ τὸ καλὸν σπέρμα; τὸ τῆς παλιγγενεσίας λουτρόν. ἐκεῖ «βοῦς καὶ ὄνος πατεῖ», βοῦς ὁ καθαρὸς καὶ Ἰσραηλίτης, ὄνος ὁ ἐκ γένους ἀκά θαρτός τε καὶ ἐθνικός. σύμβολα δὲ τὰ ζῶα ταῦτα τοῦ τε καταγ γελλομένου λόγου τοῖς Ἰσραηλίταις καὶ τοῦ κεκηρυγμένου τοῖς ἔθνεσιν. 27 Κατέχει δὲ δρέπανον ὁ Βαβυλώνιος οὐκ ἐπὶ τῷ σῶσαι, ἀλλ' ἐπὶ τῷ ἐκτεμεῖν τῆς γῆς τῆς ἁγίας καὶ θερίσαι ἐκκλησίας· ὃν πρὶν τοῦτο παθεῖν ὀλοθρεύσωμεν, τοὺς τῶν αἱρετικῶν ἐξαφανίσαντες λόγους. οἷος ἦν ὁ Παῦλος λέγων· «ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν», ὁ λέγων· «πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ καθαιροῦντες». εἶτα μαρτυρεῖ τῷ Ἑλληνικῷ λόγῳ δύναμιν, ὡς πάντα τὰ ἔθνη τούτῳ παραχωρεῖν ἀποδεικτικῷ πως εἶναι δοκοῦντι. 28 Πρόβατόν φησιν ὡς ἑνὸς πεπλανημένου. καὶ ἐν εὐ αγγελίῳ δέ φησιν· «ὁ υἱὸς τοῦ ἀνθρώπου ἦλθεν ἐκζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός». καὶ ἐν τῇ παραβολῇ δὲ ἓν ἐκ τῶν ἑκατὸν ἀπώλετο μόνον, ὅπερ ἦλθεν εὑρεῖν ὁ ἐπιδημήσας ποιμήν, ὃς καὶ ἐπὶ τῶν ὤμων ἀναλαβὼν ἀπέδωκε τῷ ἀριθμῷ τῶν ἐνενήκοντα καὶ ἐννέα. «οἱ γὰρ πάντες ἓν σῶμά ἐσμεν» καὶ ἓν πρόβατον· ὁ μέν τίς ἐστι πούς, ὁ δὲ κεφαλή, ὁ δὲ ἄλλο τι, ὁ δὲ ποιμὴν ἐλθὼν συνήγαγεν «ὀστέον πρὸς ὀστέον καὶ ἁρμονίαν πρὸς ἁρμονίαν» καὶ ἑνώσας ἀνέλαβεν ἐπὶ τὴν χώραν αὐτοῦ. ἡ δὲ ἑνότης γίνεται δι' ἀγάπης καὶ ἀληθείας καὶ προαιρέσεως ἀγαθῆς. τῷ ἰδίῳ μὲν οὖν λόγῳ πάντας ἥνωσεν. εἰ δέ τινες ἀπειθοῦντες ἐφάνησαν, ἀνίατον τὸ πάθος ἐκτήσαντο. εἷς οὖν ὁ πᾶς Ἰσραηλίτης κατὰ τὴν συγγένειαν τὴν ἀληθινήν, «οἱ γὰρ πάντες ἓν σῶμά ἐσμεν καὶ εἷς ἄρτος καὶ τοῦ ἑνὸς μετέχομεν πνεύματος». πλανώμενον δὲ πρόβατον ὁ μὴ τυγχάνων τῆς τοῦ καθήκοντος θήρας ἔν τε λόγῳ καὶ πράξει, ἢ τῷ μὴ ζητεῖν ἢ τῷ μὴ εὑρεῖν. ὁ δὲ εἰδὼς καὶ ποιῶν τὰ τῆς ἐπιγνώσεως οὐ πλανᾶται· ὁ δὲ πλανώ μενος ὑπὸ λεόντων ἐξωθεῖται. «ὁ» γὰρ «ἀντίδικος ἡμῶν διά βολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπίῃ». ἤδη δὲ καὶ «σκύμνοι λέοντος ὠρυόμενοι ἁρπάσαι καὶ ζητῆσαι παρὰ θεοῦ βρῶσιν αὐτοῖς» ἐπιβουλεύουσι τοῖς δικαίοις, βουλόμενοι ἐξῶσαι ἡμᾶς ἀπὸ τῶν ὀρῶν τῆς εἰρήνης. ἀλλ' ὡς ∆αβὶδ λαβὼν τοῦ πώ γωνος τὸν λέοντα ἔπνιξεν, οὕτω τὸν πνευματικὸν ∆αβίδ, τὸν Χρι στόν, ἐξαιτήσωμεν λαβόντα τὸν λέοντα καὶ πᾶν τὸ τῶν θηρίων συνέδριον ἀνελεῖν. δύο δὲ νῦν λαμβάνει λέοντας γενικούς, τόν τε Ἀσσύριον καὶ τὸν Βαβυλώνιον. κατὰ τὴν ἱστορίαν τὴν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν δύο εἰσίν· ὁ μὲν γὰρ Ἀσσύριος ἀπῴκισε τοὺς υἱοὺς Ἰσραὴλ «εἰς Ἀσσυρίους ἕως τῆς σήμερον», ὁ δὲ Βαβυλώνιος τοὺς υἱοὺς Ἰούδα «εἰς Βαβυλῶνα». πλὴν οὐκ ἔφη νῦν πρῶτος καὶ δεύτερος, ἀλλὰ πρῶτος καὶ ἔσχατος. πρῶτος γὰρ λέων ὁ ἀντι κείμενος διάβολος, αὐτὸς ὁ «ἀνθρωποκτόνος»· τελευταῖος δὲ ἐπὶ συν τελείᾳ τοῦ αἰῶνος «ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ