προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
προαιρετικῶς κατορθωθῇ αὐτή, τηνικαῦτα τὸ ἐκ θεοῦ παραγίνεται, καὶ τοῦτό ἐστι τὸ δίδοσθαι παρὰ θεοῦ χάριν ἀντὶ χάριτος. 12 ∆ιὰ Μωσέως δὲ ὁ νόμος ἐδόθη ἀλλ' οὐχ ὑπ' αὐτοῦ, ἀλλ' ὑπὸ τοῦ θεοῦ. θεοῦ γὰρ ὁ νόμος κατὰ τὸ γεγραμμένον· «Ὁ νόμος Κυ «ρίου ἄμωμος, ἐπιστρέφων ψυχάς». πλὴν εἰ καὶ διὰ Μωσέως ὁ νόμος δίδοται, ἀλλά γε «Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ «ἐγένετο», τῆς χάριτος δι' ἀφέσεως ἁμαρτημάτων κωλυούσης τὴν ἐκ τοῦ νόμου κατὰ τῶν ἁμαρτωλῶν κόλασιν· καὶ τῆς ἀληθείας ὑπερβαινούσης τὰς σκιὰς καὶ τοὺς τύπους. ἐπίστησον δὲ καὶ τοῖς λεχθησομένοις. ἐπεὶ καὶ ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου παρείλκυσαν, ὡς αὐτὸν πέρας γεγονέναι τῆς παλαιᾶς γραφῆς, μεθ' ἣν ἡ ἐπιδημία τοῦ σωτῆρος γέγονε, πάνυ συνᾳδόντως τὸ «Ὁ ὀπίσω «μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν» εἴρηται. ἐπειδὴ γὰρ προ ανεφωνεῖτο ἡ τοῦ σωτῆρος κάθοδος ὑπὸ τοῦ νόμου καὶ τῶν προ φητῶν, ἐλθὼν ὀπίσω ἐληλυθέναι λέγεται. ἀλλ' εἰ καὶ ὀπίσω ἐλή λυθεν, ἀλλ' οὖν πληρώσας νόμον καὶ προφήτας τῷ τὸ ἔνθεον αὐτῶν πεφανερωκέναι ἔμπροσθεν γέγονε, καὶ δηλωθεὶς αἴτιος εἶναι πάσης ἐκείνης τῆς θεοπνεύστου γραφῆς, παρελκυσάσης ἕως τοῦ βαπτιστοῦ Ἰωάννου. 13 ∆ιττοῦ τοῦ θεωρεῖν ὄντος, αἰσθητικοῦ τε καὶ νοητικοῦ, τὸ μὲν τῶν σωμάτων τὸ δὲ τῶν ἀσωμάτων ἐστὶν ἀντιληπτικόν. διὸ καὶ τὰ ὑποκείμενα τῷ νῷ καὶ τὰ ὑπὸ τούτου θεωρούμενα ἀόρατά φαμεν, οὐ τῷ μὴ ὁρᾶσθαι ἀλλὰ τῷ μὴ πεφυκέναι βλέπεσθαι. οὐδὲν γὰρ τῶν σωμάτων ἀόρατον, κἂν ἔξω ποτὲ τυγχάνον τῆς ὄψεως μὴ ὁρᾶται. οὐ γὰρ τὸ μὴ ὁρᾶσθαι σημαίνει τὸ ἀόρατον, ἀλλὰ τὸ μὴ πεφυκέναι πρὸς τοῦτο. διὸ οὐδὲ ἀντιστρέφει πρὸς ἑαυτὸ τὸ μὴ ὁρᾶσθαι καὶ τὸ ἀόρατον. τῷ μὲν γὰρ ἀοράτῳ ἀκολουθεῖ τὸ μὴ ὁρᾶσθαι τὸ ἀόρατον. πολλὰ γὰρ τῶν σωμάτων, καίτοι ὄντα ὁρατά, οὐχ ὁρᾶται, ἤτοι σκεπαζόμενα ἢ τῷ μὴ εἶναι ἔνθα ταῦτα τυγχάνει. ταύτης τῆς διαστολῆς ὀρθῶς ἐχούσης ἐκλαμβάνειν δεῖ τὸ εἰρημένον ὡς περὶ ἀοράτου. οὐδὲ γὰρ αἱ ἀνωτάτω δυνάμεις θεὸν ὁρῶσιν, οὐ διὰ τὴν σφῶν ἀσθένειαν ἀλλὰ διὰ τὴν τοῦ θεοῦ ἀσωματότητα. ἀλλ' οὐδὲ νῷ ὁρατός ἐστιν ἁπλῶς, ἀλλὰ τῷ πάσης ἀγνοίας καὶ κακίας καὶ ὕλης ἀπηλλαγμένῳ. «Μακάριοι, γάρ φησιν, οἱ καθαροὶ τῇ καρδίᾳ, «ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται». καρδίαν δὲ τὸν νοῦν ὀνομάζει. ὅστις καθαρὸς τῷ εἰρημένῳ τρόπῳ γεγονὼς τελειωθεὶς κατ' ἀρετὴν προσβάλλει θεῷ καθ' ὃ ἐφικτόν. τούτων οὕτως ἐχόντων ὁ νοῦς ὁ ἔτι ὑποκείμενος γενέσει, καὶ διὰ τοῦτο καὶ χρόνῳ, οὐχ ὁρᾷ τὸν θεὸν ὡς δεῖ. διὸ οὐ καθάπαξ εἴρηκεν· «Θεὸν οὐδεὶς ἑώρακεν», ἀλλὰ μετὰ προσθήκης τῆς «Πώποτε», σημαινούσης χρονικόν τι, ἵν' ᾖ τὸ λεγόμενον τοιοῦτον· ὅσον χρόνον τὸ «Πώποτε» δύναται λέγεσθαι, ὡς σημαῖνόν τι ὑποκείμενον, ὁ νοῦς ἐμπέπραται τῇ ἐνύλῳ ζωῇ. διὸ ἰδεῖν τὸν θεὸν οὐ δύναται κατὰ προσβολὴν νοήσεως. καὶ ἡμεῖς μὲν ἐκ τῶν περὶ αὐτοῦ θεολογουμένων ἐννοιῶν καὶ ὧν ἔχομεν ἀμυδρῶς αὐτὸν νοοῦμεν ὡς οἷόν τε· αὐτὸς δὲ ὁ θεὸς οὐ διά τινος τοιούτου ἀλλ' οἰκειότητι τῇ πρὸς ἑαυτὸν νόησιν ἔχει περὶ ἑαυτοῦ, αὐτὸς ὢν καὶ ἡ νόησις καὶ τὸ νοούμενον. διὸ μόνος ἐπίσταται αὐτὸν ὁ υἱὸς ὑπὸ τοῦ πατρὸς νοούμενος καὶ νοῶν τὸν πατέρα. 14 Καταλλήλως δὲ τῷ μονογενῆ θεὸν καὶ υἱὸν αὐτὸν εἶναι πατρὸς ὠνομάσθησαν κόλποι. ἐπεὶ γὰρ τὰ περὶ τῆς θεότητος πάντα ἀκατ ονόμαστα δηλοῦται ἡμῖν ταῦτα ἀνθρώποις οὖσι διὰ λέξεων ἀν θρωπίνων, εἰκότως ἀφ' ὧν ἴσμεν σημαίνεσθαι τὴν πρὸς τὸν πατέρα οἰκειότητα γέγραφεν ὁ εὐαγγελιστής· «Ὁ ὢν εἰς τὸν κόλπον τοῦ «πατρός». ὡς γὰρ ἐπὶ τῶν σωζομένων πάντων καὶ τὰς ἐπαγγελίας τοῦ θεοῦ λαμβανόντων γράφεται ὅτι γενήσονται εἰς τοὺς κόλπους τοῦ Ἀβραάμ, οὐκ ἄλλο τι ἢ ὅτι πατὴρ πιστῶν χρηματίζει· οὕτω καὶ ὁ θεοῦ υἱὸς ὢν ἐν κόλποις τοῦ γεννήσαντος λέγεται. καὶ ὥσπερ ἄνθρωποι πιστοὶ ἐν κόλποις πιστοῦ τοῦ Ἀβραὰμ γίνονται, οὕτως καὶ ὁ υἱὸς ὢν ἐν κόλποις. κόλπον δὲ πατρὸς ἀκούειν δεῖ ὡς καὶ τὰ ἄλλα τὰ λεγόμενα ἀνθρωπίνως περὶ θεοῦ. εἰ δὲ περὶ τῶν προ φητῶν ἢ πατριαρχῶν ἢ ἀγγέλων λέγεται ὡς θεὸν ἑωρακότων, οὐκ ἀντικείμενα ἑαυτῇ φησιν ἡ θεία γραφή. θεὸν γὰρ οὐδεὶς