ἵνα τοῖς ἀγνοοῦσι δήλη ἡ σὴ δικαιοσύνη ᾖ; Ἀνάλαβε δὴ ὕψος. Ἔστι δὲ καὶ οὕτω νοῆσαι τοὺς στίχους· Νενίκηκας τὸν πειραστήν· ἀνάλαβέ σου τὸ ὕψος· ἀνάλαβέ σου τὴν δύναμιν· στεφάνωσαι· ἔνδυσαι εὐπρέπειαν. Ὁ ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ· σὺ δὲ τὸν ὑπερήφανον ἐταπείνωσας, καὶ μακρὰν μετ' αἰσχύνης ἀπέστρεψας μετὰ τῆς αὐτοῦ φάλαγγος. ΚΕΦ. ΜΑʹ. Παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ; ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ; Μεγάλης καὶ ἐῤῥωμένης καὶ τελείας ψυχῆς διαγράφει τὸ τέλος, ὅτι γε ὁ δράκων αὐτῷ, ὥσπερ στρουθίον παραδέδοται παιδίῳ, μηδὲ βλάψαι τὸ παιδίον δυνάμενον, ὅτι καὶ δεδεμένον αὐτὸ ἄγει ὅπου γε βούλεται τὸ παιδίον καὶ περιφέρει· οὕτω τῇ χάριτι τοῦ Κυρίου, ὡς στρουθίον ὑποχείριον, ὁ Σατανᾶς δεδεμένος γεγένηται τοῖς νηπίοις καὶ θηλάζουσιν, ὧν ἐκ στόματος κατηρτήσατο αἶνον ὁ Θεός. Ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη. Ὥσπερ τῶν πιστῶν βρῶμα ὁ Κύριος, οὕτως ὁ δράκων τῶν ἀσεβῶν· «Ἔδωκας γὰρ αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι·» τουτέστι, τοῖς υἱοῖς τοῦ σκότους, τοῖς ἐν ἀγνωσίᾳ. Καθ' ἕκαστον γὰρ λόγον ὃν παραδεχόμεθα, ἤτοι ἀπὸ τοῦ δράκοντος ἐσθίομεν, ἐὰν παραδεξώμεθα ἀκοὴν μα- ταίαν, ἢ ἀπὸ τοῦ Χριστοῦ, ἐὰν παραδεξώμεθα λόγον οἰκοδομοῦντα καὶ ὠφελοῦντα. Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ. Σαφέστερον δὲ εἰπεῖν· Οἱ ἄνθρωποι, οἱ πλοίοις τοῖς σώμασι χρώμενοι, τὰ τελευταῖα τοῦ δράκοντος καὶ τὰ ἔσχατα νεκρῶσαι αὐτοὶ καθ' ἑαυτοὺς οὐ δύνανται· θείας δὲ δυνάμεως ἐπισκο- πούσης, καὶ ὅλον αὐτὸν κομίσαι καὶ νεκρῶσαι δυνάμεθα. Νεκροῦμεν δὲ ἕκαστος, τὸ ὅσον ἐφ' ἑαυτῷ, τὸν διάβολον, κατὰ τό· «Ὁ δὲ Θεὸς συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει.» Εἰς πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι, Θώραξ καὶ στῆθος ὀνομάζεται, ὅπου ἐστὶ τὸ ἡγεμονικόν. Οὐχ ἁπλοῦς ἐστιν ὁ θώραξ αὐτοῦ· δόλιός ἐστιν, ἐπτυγμένος ἐστίν· ἅγιος δὲ ἐλέγχειν αὐτὸν δύναται, καὶ δεῖξαι, ὅτι ἔπτυκται· τῷ γὰρ ἁγίῳ οὐκ ἔπτυκται. Πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν. Τὸ, «οὐ μὴ διέλθῃ,» οὐχ ὅτι οὐ διέρχεται καὶ παρέρχεται, ἀλλ' ὅτι οὐδὲν αὐτὸν λανθάνει· πάντας δεῖ δι' αὐτοῦ ἐλθεῖν. Ἑαυτοὺς οὖν παρασκευάσωμεν, τοῦ μὴ κατασχεθῆναι ὑπ' αὐτοῦ. Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος Ἑωσφόρου. Οἱ ὀφθαλμοὶ γοῦν αὐτοῦ οὐκ εἰσὶν Ἑωσφόροι, ἀλλ' «εἶδος Ἑωσφόρου·» μετασχηματίζεται γὰρ εἰς ἄγγελον φωτός. Προσποιεῖται εἶναι οὐράνιος ἀστήρ· προσποιεῖται σύμβολον ἡμέρας. Ὡς λαμπάδες καιόμεναι. Οἶμαι μὲν καὶ πάντας 12.1049 τοὺς ἀσεβεῖς ἀθέων δογμάτων εἰσηγητὰς εἶναι στόμα τοῦ δράκοντος· εἴη δ' ἄν τι καὶ τροπικῶς νοούμενον παρὰ τοῦτο, ὅθεν οἱ λόγοι ἀπολλύντες. Εἴποτε ἤκουσας λόγου προφάσει Χριστιανισμοῦ κατηγοροῦντος τοῦ ∆ημιουργοῦ, φέρε εἰπεῖν, πρεσβεύοντος τὰ Μαρκίωνος, τὰ Οὐαλεντίνου, τὰ Βασιλείδου· ὅταν κακῶς λέγωσι τὸν Ποιητὴν οὐρανοῦ καὶ γῆς, ὅταν τι ὅμοιον, ὄψει ὅτι ἐκ στόματος τῶν τοιούτων ἐξέρχονται δαλοί. Τηρῶμεν οὖν ἑαυτοὺς, μήποτε ἐκεῖναι λαμπάδες ἡμᾶς καύσωσι· μήποτε αἱ ἐσχάραι τοῦ πυρὸς ἡμῶν ἅψωνται. Ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια. Οἷον πρόδρομός τις ἐστὶν αὐτοῦ καὶ δορυφέρει αὐτὸν ἡ ἀπώλεια· ὅπου ἐὰν ἔρχηται, προτρέχει ἡ ἀπώλεια αὐτοῦ, εἶθ' οὕτως αὐτὸς εἰσέρχεται. Ἐὰν μὴ πρῶτον παραδέξηταί τις τὴν ἀπώλειαν, οὐ παραδέχεται τὸν δρά- κοντα· ὅταν γὰρ ἁμάρτῃ τις, τότε, κνηθόμενος τὴν ἀκοὴν, διδασκάλους ζητεῖ ἀπολούμενος· καὶ ζητῶν διδασκάλους, μετὰ τὸ ἀπολέσθαι εὑρίσκει τὸν δράκοντα, καὶ παραδέχεται τοῦτον τοσούτων κακῶν πεπληρωμένον εἰς τὴν ἑαυτοῦ ψυχήν. ΚΕΦ. ΜΒʹ. Ἔδωκε δὲ ὁ Κύριος διπλᾶ. Ὁ μὲν οὖν πάντα πειρασμὸν ὑποστὰς ἆθλα λαμβάνει τῆς ὑπομονῆς αὐτοῦ πάντα διπλᾶ παρὰ τὰ πρότερον· ὁ δὲ Κύριος ἆθλα δίδωσιν οὐχὶ διπλασίονα μόνον, ἀλλ' ἑκατονταπλασίονα· οὐκ ἂν δὲ διπλάσια τῶν προτέρων ἔλαβεν, εἰ μὴ διπλασίονα τὴν ἀρετὴν ἐπεδείξατο.