ἀπαχθῆναι»· δι' οὓς οὐδεμία αἰτία τῷ Πέτρῳ προσ-άπτεται, ἐξῆν γὰρ καὶ αὐτοὺς ἑω- ρακότας τὸ γενόμενον ἐκφυγεῖν· ὡς καὶ πάντα τὰ παιδία τὰ ἐν Βηθλεέμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, εἰ ἐγνώκεισαν οἱ γονεῖς αὐτῶν τὸ μέλ-λον ἔσεσθαι, ἅπερ ἀνῃρέθησαν ὑπὸ τοῦ μιαιφόνου Ἡρώδου διὰ τὸ ὑπ' αὐτοῦ ζητούμενον ἀπολέσθαι ἓν παι-δίον· ὅπερ καὶ αὐτὸ κατ' ἐντολὴν ἀγγέλου κυρίου ἐξέφυγεν, ἤδη ἀρ-ξάμενον ταχέως σκυλεύειν καὶ ὀξέως προνομεύειν κατὰ τὴν ἐπίκλησιν τοῦ ὀνόματος, καθὼς γέγραπται· «Κά-λεσον τὸ ὄνομα αὐτοῦ, ταχέως σκύ-λευσον, ὀξέως προνόμευσον· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν ∆αμασκοῦ καὶ τὰ σκῦλα Σαμα-ρείας ἔναντι βασιλέως Ἀσσυρίων». Οἱ γοῦν μάγοι ὡς ἤδη σκυλευθέντες καὶ προνομευθέντες, ὑποτεταγμένως καὶ τιμητικῶς προσκυνοῦσι τῷ παιδίῳ, ἀνοίγοντες τοὺς θησαυροὺς αὐ-τῶν καὶ προσφέροντες αὐτῷ καιριώ-τατα καὶ πρεπωδέστατα δῶρα, χρυ-σὸν καὶ λίβανον καὶ σμύρναν, ὡς βασιλεῖ καὶ θεῷ καὶ ἀνθρώπῳ· ὅθεν οὐκέτι πρὸς τὸν «ἀσσύριον» βασιλέα ἠξίωσαν ὑποστρέψαι, συνεργούμενοι ὑπὸ τῆς προνοίας· «χρηματισθέντες, γάρ φησι, κατ' ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι' ἄλλης ὁδοῦ ἀ-νεχώρησαν εἰ τὴν χώραν αὑτῶν». Ἔνθεν «ἰδὼν ὁ αἱμοβόρος Ἡρώδης ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυ-μώθη λίαν, καὶ ἀποστείλας, φησίν, ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων». Μεθ' ὧν καὶ τὸ πρὸ αὐτοῦ γεννηθὲν ἕτερον παιδίον ζη-τήσας ἀποκτεῖναι καὶ μὴ εὑρών, τὸν πατέρα αὐτοῦ Ζαχαρίαν ἐφόνευσε «μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσια-στηρίου», ἐκφυγόντος τοῦ παιδίου μετὰ τῆς μητρὸς Ἐλισάβετ, ἐφ' ὧν οὐδεμίαν μέμψιν ἔσχοσαν.
14 Περὶ τῶν βιασθέντων θῦσαι. Εἰ δέ τινες βίαν πολλὴν καὶ ἀνάγκην πεπόνθασι, χάμον λαβόντες ἐν τῷ
στόματι καὶ δεσμούς, καὶ ἐπιμεί-ναντες καρτερῶς τῇ διαθέσει τῆς πίστεως, καὶ τὰς χεῖρας αὐτῶν καῆ-ναι προσαγομένων ἀκοντὶ τῷ ἀνιέρῳ θύματι, ὥσπερ οὖν ἔγραψάν μοι οἱ ἀπὸ τῆς φυλακῆς τρισμακάριοι μάρ-τυρες περὶ τῶν ἐν τῇ Λιβύῃ, καὶ ἕτεροι δὲ συλλειτουργοί, οἱ τοιοῦτοι συμμαρτυρούντων αὐτοῖς μάλιστα καὶ τῶν ἄλλων ἀδελφῶν, δύνανται εἶναι ἐν τῇ λειτουργίᾳ, ταχθέντες ἐν τοῖς ὁμολογηταῖς, ὡς καὶ οἱ κατα-νεκρωθέντες ἐν ταῖς πολλαῖς βασά-νοις καὶ μηκέτι ἐξισχύσαντες λαλῆ-σαι ἢ φθέγξασθαι ἢ κινηθῆναι εἰς τὸ ἀντιστῆναι τοῖς εἰς μάτην ἐκ-βιαζομένοις· οὐδὲ γὰρ συγκατέθεντο τῇ βδελυρίᾳ αὐτῶν, ὥσπερ οὖν παρὰ συλλειτουργῶν πάλιν ἤκουσα. Ταχ-θήσεται δὲ ἐν τοῖς ὁμολογηταῖς καὶ πᾶς ὁστισοῦν κατὰ Τιμόθεον πολιτεύεται, πειθόμενος καὶ αὐτὸς τῷ λέγοντι· «∆ίωκε δικαιοσύνην, εὐ-σέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳϋπάθειαν· ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων».