ἧς οὐκ ἔστιν οὐδ' ἄξιον ὄνομα εὐπορῆσαι. ἀλλ' ὅτι μὲν ἀπὸ τῆς τοῦ κόσμου κτίσεως ἡ ἀΐδιος τοῦ θεοῦ δύναμις καὶ θειότης καθορᾶται, καὶ ὅτι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν, δῆλον. πῶς δὲ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν; ποίων γὰρ διαλογισμῶν προσκυνεῖν λίθοις καὶ ξύλοις; ποίων διαλογισμῶν δημιουργοὺς καὶ θεοὺς καὶ ἀϊδίους καὶ κηδεμόνας ταῦτα καλεῖν; τί οὖν ἀπορεῖς, ὅτι οὐ προσεκύνησαν, ὅτι οὐκ ἐθεοποίησαν; ἢ τοῦτο μὲν δῆλον. ποίοις δὲ ζητεῖς λογισμοῖς; ἀλλ' ἔχεις καὶ τοῦτο· ματαίοις γὰρ καὶ ἐσκοτισμένοις καὶ μωροῖς. Γνόντες τὸν θεόν, τοῦτ' ἔστι· τί ποτέ ἐστι θεός; τί ὀφείλει ὑπολαμβάνεσθαι θεός; τοῦτο γνόντες τοῖς ἑξῆς ἑκόντες ἐσφάλησαν. Ἄλλως· ∆ιότι γνόντες τὸν θεόν, τοῦτ' ἔστι γνῶναι δυνηθέντες, εἴπερ ἠθέλησαν. γνόντες δέ, φησίν, ὅτι ὅσον ἀπὸ τῆς τῶν ὁρωμένων διδασκαλίας ἔγνωσαν, καὶ ἀπήρτιστο αὐτῶν ἡ γνῶσις. ἢ γνόντες, φησί, κυρίως, ὅτι καὶ ἔγνωσαν τὸν θεὸν καθ' ὅσον ἐστὶν αὐτοῦ τοῖς ἀνθρώποις γνωστόν· διὸ καὶ ἔλεγεν ὅτι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. τί οὖν ἐστι τὸ γνωστὸν αὐτοῦ; ὅτι προνοητικός, ὅτι δημιουργικός, ὅτι ἀγαθός, ὅτι δεσπότης, 479 ὅτι ἐξουσιαστής· ταῦτα οὗτοι ὅτι εἶναι δεῖ τῷ θεῷ ἔγνωσαν, καὶ ὅτι δεῖ σέβεσθαι αὐτόν· γνόντες δ' ἐν τούτῳ τὸν θεὸν καὶ μέχρι τούτου προελθόντες καλῶς, ἐξετράπησαν τοῦ λοιποῦ καὶ τῆς ἀληθείας ἀπηνέχθησαν· ταῦτα γὰρ τὰ ὑψηλὰ καὶ ἀξιοπρεπῆ περὶ θεοῦ φαντασθέντες, ἐφ' ἑξῆς οὐχ ὡς προσῆκον θεῷ, οὐδ' ὡς θεὸν ὑπέλαβον καὶ ἐδόξασαν, ἀλλὰ κατηνέχθησαν εἰς ἀλόγους παντελῶς καὶ ματαίους ἐννοίας, εἴδωλον φθαρτοῦ ἀνθρώπου καὶ ἀλόγων ζῴων τὸν θεὸν εἶναι φαντασιωθέντες καὶ ἀνατυπώσαντες. συμβέβηκε δὲ αὐτοῖς τοῦτο τὸ πάθος καὶ ἡ ἐσχάτη ἀπώλεια, ὅτι λογισμοῖς ἐπίστευον τὸ πᾶν τῆς περὶ θεὸν καταλήψεως. εἰς τοῦτο δὲ πάλιν περιῆλθον ἐκ τοῦ νομίζειν αὐτοὺς ὅτι σοφοί εἰσι καὶ ἱκανοὶ εἰς τὸ θηρᾶσαι πᾶν ὅπερ ἐστὶν ἀνθρώποις καταληπτόν. ὦ πόσον ἡ οἴησις κακόν. διὸ καὶ τελείως μωρανθέντες ἔλαβον τὰς θεοπρεπεῖς ἐννοίας καὶ ὀνομασίας, οἷον τὰ εἰρημένα· τὸ δημιουργικός, τὸ ἀγαθός, τὸ προνοητικός, τὸ δεσποτικός, τὸ ἐξουσιαστής, τὸ σεβαστὸς καὶ τὰ ὅμοια, καὶ περιῆψαν αὐτὰ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἀλλάξαντες τὴν δόξαν τοῦ θεοῦ ἐν ὁμοιώματι καὶ ἑξῆς. ἀλλ' ὅρα τὴν τιμωρίαν, σκόπει τὴν ἀντιμισθίαν· ἐγκατελείφθησαν ὑπὸ τοῦ θεοῦ καὶ ἐγένοντο εἰς πάθη ἀτιμίας παραδεδομένοι, προοίμιον ταῦτα τῆς ἐκεῖθεν ἀτελευτήτου κολάσεως ἑαυτοῖς ὑποστησάμενοι. Τὸ παρέδωκεν αὐτοὺς ὁ θεός, τοῦτ' ἔστιν ἡ εἰς τὸν θεὸν πλημμέλεια καὶ παροινία· καὶ ἐπὶ τοῦ ἐναντίου γὰρ εἰώθαμεν λέγειν ὅτι ἀπώλεσεν αὐτὸν τὸ ἀργύριον, καίτοι οὐ τὸ ἀργύριον ἀπόλλυσιν ἀλλ' ἡ ἄσωτος αὐτοῦ καὶ ἐπὶ κακῷ χρῆσις. καὶ διέφθειρεν αὐτὸν τῶν κολάκων τὸ πλῆθος, καίτοι οὐκ ἐκεῖνοι διαφθείρουσιν ἀλλὰ τὸ προσέχειν καὶ πείθεσθαι τούτοις· τὸ μὲν γὰρ εἶναι κόλακας ἢ μὴ εἶναι οὐκ ἐν ἐμοί, τὸ δὲ πείθεσθαι τούτοις ἢ μὴ ἐν τῇ γνώμῃ τῇ ἐμῇ. καὶ μυρία ἐστὶν ἡ τοιαύτη χρῆσις, ἔν τε τῇ πρὸς ἀλλήλους ὁμιλίᾳ καὶ τῇ τῶν συγγραμμάτων ἑρμηνείᾳ, οὐ τῶν καθ' ἡμᾶς μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν ἔξω τῆς ἡμετέρας ἑστηκότων αὐλῆς. Ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν. ἐκ τῶν ὁρατῶν καὶ ἐκ τῶν νοητῶν, φησίν, ἃ ἔκτισεν ὁ θεός, ἠδύναντο τὴν δύναμιν αὐτοῦ καὶ θειότητα κατιδεῖν καὶ ἐπιγνῶναι, ἀλλ' οὐκ ἠβουλήθησαν. διὸ αὐτοὶ ἑαυτοὺς ἀναπολογήτους κατέστησαν· ποῖον γὰρ ἦν εὐκολώτερον, κύκλους καὶ ζώδια εἰδωλοποιῆσαι ἐν οὐρανῷ καὶ ἀτράκτους καὶ νήματα καὶ εἱμαρμένην καὶ λοξὸν καὶ τέμνοντα καὶ πόλους καὶ ἀντίποδας καὶ ἀντώμους καὶ μακρὰν φλυαρίαν, ἢ τὸ γνῶναι ὅτι ἔστι ταύτης τῆς ὁρωμένης καὶ ὑπερφυοῦς καλλονῆς δημιουργὸς καὶ κηδεμὼν καὶ πηδαλιοῦχος; 480 Rο+m1,28 Κἀνταῦθα τὸ παρέδωκεν ὁ θεός, ἀντὶ τοῦ ἡ εἰς θεὸν ὕβρις καὶ τόλμα, ἡ οἰκεία αὐτῶν πρᾶξις, ἡ ἑκούσιος πώρωσις· αὕτη παρέδωκεν αὐτοὺς εἰς τὰ τῆς ἀτιμίας πάθη. Rο+m1,29-32 Τοῦτο γὰρ ὁ νόμος ὁ Μωϋσαϊκὸς τρανῶς καὶ ἀποτόμως διακελεύεται, ἀξίους θανάτου κρίνων τοὺς τὰ τοιαῦτα πράττοντας. Rο+m2,1-5 Ὑπερβολὴν παρανομίας λέγει· καὶ ἔπραττον αὐτοὶ