1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

6

κατασείοιτο παρεχό1.2.10 μενον, αἴγλη τέ τις ἐνθένδε αὐτοῦ ἀπαστράπτει. φαίη τις ἂν ποιητικῶς εἶναι τὸν ὀπωρινὸν ἐκεῖνον ἀστέρα. βλέπει δὲ πρὸς ἀνίσχοντά που τὸν ἥλιον, τὴν ἡνιόχησιν 1.2.11 ἐπὶ Πέρσας, οἶμαι, ποιούμενος. καὶ φέρει μὲν χειρὶ τῇ λαιᾷ πόλον, παραδηλῶν ὁ πλάστης ὅτι γῆ τε αὐτῷ καὶ θάλασσα δεδούλωται πᾶσα, ἔχει δὲ οὔτε ξίφος οὔτε δοράτιον οὔτε ἄλλο τῶν ὅπλων οὐδέν, ἀλλὰ σταυρὸς αὐτῷ ἐπὶ τοῦ πόλου ἐπίκειται, δι' οὗ δὴ μόνου τήν τε βασι1.2.12 λείαν καὶ τὸ τοῦ πολέμου πεπόρισται κράτος. προτεινόμενος δὲ χεῖρα τὴν δεξιὰν ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον καὶ τοὺς δακτύλους διαπετάσας ἐγκελεύεται τοῖς ἐκείνῃ βαρβάροις καθῆσθαι οἴκοι καὶ μὴ πρόσω ἰέναι. ταῦτα μὲν οὖν ὧδέ πη ἔχει. 1.2.13 Ἐκκλησίᾳ δὲ τῇ μεγάλῃ ὅμορον οὖσαν καὶ συγκαταφλεχθεῖσαν αὐτῇ πρότερον τὴν τῆς Εἰρήνης ἐπώνυμον Ἰουστινιανὸς βασιλεὺς ὑπερμεγέθη ἐδείματο, ἱερῶν τῶν ἐν Βυζαντίῳ σχεδόν τι ἁπάντων, μετά γε τῆς Σοφίας τὸν 1.2.14 νεών, οὐδενὸς δεύτερον. ἦν δέ τις μεταξὺ ταύταιν δὴ ταῖν ἐκκλησίαιν ξενών, ἀνθρώποις ἀνειμένος ἀπορουμένοις τε καὶ νοσοῦσι τὰ ἔσχατα, εἰ πρὸς τῇ οὐσίᾳ καὶ 1.2.15 τὸ σῶμα νοσοῖεν. τοῦτον ἀνήρ τις θεοσεβὴς ἐν τοῖς ἄνω χρόνοις ἐδείματο, Σαμψὼν ὄνομα. ἔμεινε δὲ οὐδὲ αὐτὸς τοῖς στασιώταις ἀνέπαφος, ἀλλ' ἐκκλησίᾳ ἑκατέρᾳ συγκα1.2.16 ταφλεχθεὶς ἀπολώλει. Ἰουστινιανὸς δὲ αὐτὸν ἀνῳκοδομήσατο βασιλεύς, κάλλει μὲν κατασκευῆς ἀξιώτερον, πλήθει δὲ οἰκιδίων παρὰ πολὺ μείζω· προσόδῳ τε αὐτὸν ἐπετείων δεδώρηται χρημάτων μεγάλων, ὅπως δὴ πλείοσιν ἐς ἀεὶ ταλαιπωρουμένοις ἀνθρώποις ἰῷτο τὰ πάθη. 1.2.17 κόρον δὲ τῆς εἰς τὸν θεὸν τιμῆς ἢ πλησμονήν τινα ὡς ἥκιστα ἔχων, δύο ξενῶνας ἑτέρους ἀπ' ἐναντίας αὐτῷ ἔθετο ἐν ταῖς Ἰσιδώρου τε καὶ Ἀρκαδίου καλουμέναις οἰκίαις, τῆς βασιλίδος Θεοδώρας αὐτῷ τοῦτο δὴ τῶν ἔργων ξυν1.2.18 επιλαμβανομένης τὸ ἱερώτατον. τὰ δὲ δὴ ἄλλα ἱερὰ ξύμπαντα, ὅσα τῷ Χριστῷ ὁ βασιλεὺς οὗτος ἀνέθηκε, τοσαῦτα τὸ πλῆθος καὶ τοιαῦτα τὸ μέγεθός ἐστιν, ὥστε λεπτολο1.2.19 γεῖσθαι μὲν ἀμφ' αὐτοῖς ἀμήχανα εἶναι. οὐ γὰρ ἂν οὐδὲ ὁ λόγος οὐδὲ ὁ πᾶς ἡμῖν αἰὼν ἐπαρκέσοι κατάλογον πεποιημένοις ἀποστοματίσαι πρὸς ὄνομα τούτων δὴ ἕκαστον. ἄχρι τοῦδε εἰπεῖν ἡμῖν ἀποχρήσει. 1.3.1 Ἀρκτέον δὲ ἀπὸ τῶν τῆς θεοτόκου Μαρίας νεών. τοῦτο γὰρ καὶ αὐτῷ βασιλεῖ ἐξεπιστάμεθα βουλομένῳ εἶναι, καὶ διαφανῶς εἰσηγεῖται ὁ ἀληθὴς λόγος ὅτι δὴ 1.3.2 ἐκ τοῦ θεοῦ ἐπὶ τὴν αὐτοῦ μητέρα ἰτέον. πολλὰς τοίνυν ἐκκλησίας Ἰουστινιανὸς βασιλεὺς τῇ θεοτόκῳ ἐδείματο πανταχόθι τῆς Ῥωμαίων ἀρχῆς οὕτω δὴ μεγαλοπρεπεῖς τε καὶ παμμεγέθεις καὶ χρημάτων ὄγκῳ ἐξεργασθείσας ὑπερφυεῖ, ὥστε, ἤν τις αὐτῶν μίαν κατὰ μόνας θεῷτο, εἰκάσειεν ἂν τοῦτο αὐτῷ μόνον εἰργάσθαι τὸ ἔργον καὶ περὶ τοῦτο ἠσχολημένον ἅπαντα τῆς βασιλείας 1.3.3 κατατρῖψαι τὸν χρόνον. ἀλλὰ νῦν, ὅπερ εἶπον, τὰ ἐπὶ Βυζαντίου ἱερά μοι γεγράψεται. τὸν μὲν οὖν ἕνα τῆς θεοτόκου νεὼν ᾠκοδομήσατο πρὸ τοῦ περιβόλου ἐν χώρῳ καλουμένῳ Βλαχέρναις· αὐτῷ γὰρ λογιστέον καὶ τὰ Ἰουστίνῳ εἰργασμένα τῷ θείῳ, ἐπεὶ καὶ αὐτοῦ τὴν βασιλείαν κατ' ἐξουσίαν αὐτὸς διῳκεῖτο, ἐπιθαλάσσιος δὲ ὁ νεώς ἐστιν, ἱερώτατός τε καὶ σεμνὸς ἄγαν, ἐπιμήκης μέν, κατὰ λόγον δὲ περιβεβλημένος τῷ μήκει τὸ εὖρος, τά τε ἄνω καὶ τὰ κάτω ἄλλῳ οὐδενὶ ἀνεχόμενος ὅτι μὴ τμήμασι λί1.3.4 θου Παρίου ἐν κιόνων λόγῳ ἐνταῦθα ἑστῶσι. καὶ τὰ μὲν ἄλλα τοῦ νεὼ μέρη κατ' εὐθὺ ἑστᾶσιν οἱ κίονες, κατὰ 1.3.5 δὲ τὰ μέσα ὑποστέλλονται εἴσω. μάλιστα δὲ ἄν τις ἀγασθείη τοῦ ἱεροῦ τοῦδε εἴσω γενόμενος τὸ μὲν ὑπέρογκον τοῦ σφαλεροῦ χωρὶς τεταγμένον ὁρῶν, τὸ δὲ μεγαλοπρεπὲς τοῦ ἀπειροκάλου ἐλεύθερον. 1.3.6 Ἕτερον δὲ ἱερὸν αὐτῇ ἐν χώρῳ καλουμένῳ Πηγῇ ἀνέθηκεν. ἐνταῦθά ἐστι δάσος κυπαρίσσων ἀμφιλαφές, λειμὼν ἐν ἁπαλαῖς ταῖς ἀρούραις τεθηλὼς ἄνθεσι, παράδεισος εὐφορῶν τὰ ὡραῖα, πηγὴ ἀψοφητὶ βλύζουσα γαληνὸν τὸ ὕδωρ καὶ πότιμον, ἱεροπρεπῆ ἐπιεικῶς πάντα. 1.3.7 ταῦτα μὲν ὁ ἀμφὶ τὸ τέμενος χῶρος· αὐτὸν δὲ τὸν νεὼν οὐδὲ ὀνόμασιν ἐπαξίοις συλλαβεῖν ῥᾴδιον, οὐδὲ διανοίᾳ 1.3.8 σκιαγραφῆσαι, οὐδὲ διαψιθυρίσαι τῷ λόγῳ.