ἐκ τῆς ῥίζης ἀνθήσας, δικαιοσύνης βραβευτής. Ἐκεῖνος τῇ φύσει ἐπολέμησε, καὶ τὸν ἀδελφὸν ἀλλότριον ἡγεῖτο· οὗτος καὶ τοὺς ἀλλοτρίους ἀδελφοὺς ἐνόμιζεν, ὁ λέγων· Ἐγενόμην ὀρφανοῖς ὡς πατὴρ, καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν. ∆ίκην ἣν οὐκ ᾔδειν, ἐξιχνίασα, καὶ κατέπαυσα ἀδίκους. Καὶ πάντα τὰ ἀλλότρια ἰδιοποεῖται ὁ ἀπὸ τοῦ Ἡσαῦ φέρων τὴν διαδοχὴν, τοῦ τὰ ἀλλότρια ἴδια τιθεμένου. Ἡσαῦ ἐν τῇ διανοίᾳ ἐλογίζετο ἀνελεῖν τὸν Ἰακώβ· Ἰὼβ δὲ προσέφερε θυσίας ὑπὲρ τῶν υἱῶν, ἐννοῶν, Μή τι κατὰ διάνοιαν ἥμαρτον. Ἐπειδὴ γὰρ ἐκεῖνος κατὰ διάνοιαν ἐμελέτησε τὸν φόνον, φοβηθεὶς οὗτος ὁ μέγας καὶ γενναῖος ἀθλητὴς, μὴ καὶ οὗτοι ἐν τῇ διανοίᾳ παραδέξωνται τὸν ἰὸν τῆς ἁμαρτίας, προσέφερε θυσίαν καὶ μόσχον ἕνα περὶ ἁμαρτιῶν. Ἔλεγε γὰρ ὁ Ἰώβ· Μήποτε οἱ υἱοί μου κακὰ ἐνενόησαν πρὸς τὸν Θεόν; Ἐννόησον εἰς ὅσην ἀκρίβειαν αὐτῷ ἔφθασεν ἡ παιδαγωγία τοῦ τρόπου. Καὶ τί ποιεῖ; Ἐπειδὴ Ἡσαῦ καὶ Ἰακὼβ οἱ πρόγονοιἐξεπολεμώθησαν πρὸς ἀλλήλους, οὐ τοῦ Ἰακὼβ εἰς κακίαν συμφωνήσαντος, ἀλλὰ τοῦ Ἡσαῦ εἰς κακίαν ἄρξαντος, τὴν διαφωνίαν τῶν προγόνων διαλύει τῇ ἑστιάσει, καὶ ποιεῖ τοὺς υἱοὺς αὐτοῦ καθ' ἡμέραν μετ' ἀλλήλων ἑστιᾶσθαι, ἵνα ἡ συνήθης τράπεζα διαλύσῃ τῆς κακίας τὸν ἰόν. Παρ' ἀλλήλους ἐφοίτων οἱ υἱοὶ τοῦ Ἰὼβ, ὁμόνοιαν παιδευόμενοι ἐκ νέας ἡλικίας, εἰρήνην ἀσκούμενοι, συμφωνίαν παιδευόμενοι, καὶ μετ' ἀλλήλων ἤσθιον καὶ ἔπινον. Παρελάμβανον δὲ, φησὶ, καὶ τὰς τρεῖς ἀδελφὰς ἐσθίειν καὶ πίνειν μετ' αὐτῶν. Καὶ τί τοῦτο εἰς ὠφέλειαν τῷ ἀκροατῇ; καὶ διὰ τί προσέθηκε τῶν ἀδελφῶν τὴν συνεστίασιν; Ἵνα δειχθῇ, εἰς ὅσον σωφροσύνης ἠνέχθη αὐτῶν τὸ συμπόσιον, καὶ ὅτι οὐκ ἦν γέλως ἄτακτος καὶ ἐκκεχυμένος, καὶ ἀκολασία τὴν τράπεζαν ὑβρίζουσα, διὰ τοῦτο παρεισάγει καὶ τὰς παρθένους εὐωχουμένας, ἵνα δείξῃ τὸ πρόσχημα τοῦ συμποσίου οὐ μέθῃ ὑβριζόμενον, ἀλλὰ συμφωνίᾳ στεφανούμενον. Ἄν56.569 θρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι· περιστερὰ ἐν μέσῳ ἱεράκων, πρόβατον ἐν μέσῳ λύκων, ἀστὴρ ἐν μέσῳ τῶν νεφελῶν, κρίνον ἐν μέσῳ τῶν ἀκανθῶν, τὸ βλάστημα τῆς δικαιοσύνης ἐν τῇ κώμῃ τῆς ἀδικίας. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος. βʹ. Πρόσεχε ἀκριβῶς· Οἱ ἔξωθεν ὅρον ἔθεντο ἀνθρώπου Τί ἐστιν ἄνθρωπος; Ἄνθρωπός ἐστι, φησὶ, ζῶον λογικὸν, θνητόν. Ταῦτα βούλονται τῶν φιλοσόφων οἱ ὅροι· ἡ δὲ Γραφὴ οὐ τοιούτους ὅρους δίδωσιν· ἀλλὰ τί; Ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός. Ἐάν τίς σε ἐρωτήσῃ, καὶ ὅρον ἀπαιτήσῃ, Τί ἄνθρωπος; εἰπὲ πρὸς αὐτὸν, Ἄμεμπτος, δίκαιος, ἀληθινὸς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος· ὡς ὅ γε τοῖς τοιούτοις κατορθώμασι μὴ μεμαρτυρημένος, οὐδὲ ἄνθρωπος ὑπάρχει. Ἐὰν γὰρ ἔχῃ μὲν τὸν χαρακτῆρα τῆς φύσεως, ὑβρίζῃ δὲ αὐτὸν τῇ κακίᾳ τῆς προαιρέσεως, ἀκούει παρὰ τοῦ προφήτου· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος. Οὐ μικρὸν τὸ ἐγκώμιον. Βασάνισον τὴν λέξιν, ἵνα θαυμάσῃς τὴν πρόθεσιν. Ἄλλο ἐστὶν ἔγκλημα, καὶ ἄλλο μέμψις· ἔγκλημα μὲν γὰρ ταῖς βαρυτάταις ἐπάγεται τῶν ἁμαρτιῶν· ἡ δὲ μέμψις ἐπὶ τῶν κουφοτάτων γίνεται πταισμάτων. Ἠθέλησεν οὖν δεῖξαι ὁ συγγραφεὺς, ὅτι οὐ μόνον ἐγκλημάτων μακρὰν ἦν ὁ δίκαιος, ἀλλὰ καὶ μέμψεων. Οὐδεὶς αὐτῷ ἐνεκάλεσεν ὡς μεγάλα δράσαντι, ὅπουγε οὐδὲ ἐμέμψατο ὡς μικρὰ πράξαντι. Τοῦτο δὲ μέγα τεκμήριον, οὗ μέσος ὁ βίος, ἀνέγκλητος. Ὧ γὰρ μὴ ἔχῃς περὶ μοιχείας ἐγκαλεῖν, ἢ περὶ φόνων, ὁ τοιοῦτος ἀνέγκλητος· ᾧ δὲ μέμψεις προσάγεις ὕβρεως, διαβολῆς, ἢ λοιδορίας, ἢ μέθης, ὁ τοιοῦτος ἐγκλημάτων μὲν ἐκτὸς, ὑπὸ μέμψιν δὲ τρέχει. Ἠθέλησεν οὖν δεῖξαι, ὅτι καὶ τῶν μικρῶν καὶ ἐλαχίστων πταισμάτων μακρὰν ἦν, καί φησιν· Ἦν ἄμεμπτος, δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Ὅθεν καὶ ὁ Θεὸς τῷ Ἀβραὰμ βουλόμενος δεῖξαι, ὅτι τὸ πρῶτον κατ' ἀρετὴν τὸ ἄμεμπτόν ἐστι, λέγει αὐτῷ· Σὺ δὲ εὐαρέστει ἐνώπιόν μου, καὶ γίνου ἄμεμπτος. Τὸ, Ἄμεμπτος, εἰς ἀκρότητα τρόπων ἐκλαμβάνεται. Ὁ δὲ ἀπόστολος Παῦλος, ἐπειδὴ πρὸς τὰ ἔθνη εἶχε τοὺς ἀπὸ