Ἄρειον ζήτημα. Καὶ ὁ Μελίτιος ἅμα τοῖς αὐτοῦ, συνελαμβάνετο τῷ Ἀρείῳ, κατὰ τοῦ ἐπισκόπου συμφατριάζων αὐτῷ. Καὶ ὅσοις μὲν ἄτοπος ἦν ἡ Ἀρείου δόξα, ἀπεδέχοντο τοῦ Ἀλεξάνδρου τὴν ἐπὶ Ἀρείῳ κρίσιν, καὶ ὡς δικαία εἴη ἡ κατὰ τῶν οὕτω φρονούντων ψῆφος. Ἔγραφον δὲ καὶ οἱ περὶ τὸν Νικομηδέα Εὐσέβιον, καὶ ὅσοι τὴν Ἀρείου δόξαν ἠσμένιζον, ὥστε λύειν μὲν τὴν φθάσασαν ἀποκήρυξιν, ἐπανάγειν δὲ εἰς τὴν ἐκκλησίαν τοὺς ἀποκηρυχθέντας· μήτε γὰρ δοξάζειν κακῶς. Οὕτως ἐναντίων τῶν γραμμάτων πρὸς τὸν ἐπίσκοπον τὸν Ἀλεξανδρείας πεμπομένων, πεποίηνται τῶν ἐπιστολῶν τούτων συναγωγὰς, Ἄρειος μὲν τῶν ὑπὲρ αὐτοῦ, Ἀλέξανδρος δὲ τῶν ἐναντίων· καὶ τοῦτο πρόφασις γέγονεν ἀπολογίας ταῖς νῦν ἐπιπολαζούσαις αἱρέσεσιν Ἀρειανῶν, Εὐνομιανῶν, καὶ ὅσοι τὴν ἐπωνυμίαν ἀπὸ Μακεδονίου ἔχουσιν· ἕκαστοι γὰρ μάρτυσι ταῖς ἐπιστολαῖς ἐχρήσαντο τῆς οἰκείας αἱρέσεως. 1.7 Ὡς ὁ βασιλεὺς Κωνσταντῖνος λυπηθεὶς ἐπὶ τῇ ταραχῇ τῶν ἐκκλησίων, ἔπεμψεν Ὅσιον τὸν Ἱσπανὸν εἰς Ἀλεξάνδρειαν, εἰς ὁμόνοιαν παρακαλῶν τὸν ἐπίσκοπον καὶ τὸν Ἄρειον. Ταῦτα δὲ πυθόμενος ὁ βασιλεὺς, καὶ τὴν ψυχὴν ὑπεραλγήσας, συμφοράν τε οἰκείαν εἶναι τὸ πρᾶγμα ἡγησάμενος, παραχρῆμα τὸ ἀναφθὲν κακὸν κατασβέσαι σπουδάζων, γράμματα πρὸς Ἀλέξανδρον καὶ Ἄρειον πέμπει, δι' ἀνδρὸς ἀξιοπίστου, ᾧ ὄνομα μὲν ἦν Ὅσιος, μιᾶς δὲ τῶν ἐν τῇ Ἱσπανίᾳ πόλεων, ὄνομα Κουδρούβης, ὑπῆρχεν ἐπίσκοπος· πάνυ τε αὐτὸν ἠγάπα καὶ διὰ τιμῆς ἦγεν ὁ βασιλεύς. Ὧν γραμμάτων μέρος ἐνταῦθα κεῖσθαι οὐκ ἄκαιρον ἡγοῦμαι. Ἡ γὰρ ὅλη ἐπιστολὴ ἐν τοῖς Εὐσεβίου εἰς τὸν Κωνσταντίνου βίον κεῖται βιβλίοις. Νικητὴς Κωνσταντῖνος, Μέγιστος, Σεβαστὸς, Ἀλεξάνδρῳ καὶ Ἀρείῳ. Μανθάνω ἐκεῖθεν ὑπῆρχθαι τοῦ παρόντος ζητήματος τὴν καταβολήν· ὅτε γὰρ σὺ, ὦ Ἀλέξανδρε, ἐζήτεις παρὰ τῶν πρεσβυτέρων, τί δήποτε ἕκαστος αὐτῶν ὑπέρ τινος τόπου τῶν ἐν τῷ νόμῳ γεγραμμένων, μᾶλλον δὲ ὑπέρ τινος ματαίου ζητήματος μέρους, πυνθάνοιτο· σύ τε, ὦ Ἄρειε, ὅπερ ἢ μήτε τὴν ἀρχὴν ἐνθυμηθῆναι, ἢ ἐνθυμηθέντα, σιωπῇ παραδοῦναι προσῆκον ἦν, ἀπροόπτως ἀντέθηκας· ὅθεν τῆς ἐν ὑμῖν διχονοίας ἐγερθείσης, ἡ μὲν σύνοδος ἠρνήθη· ὁ δὲ ἁγιώτατος λαὸς εἰς ἀμφοτέρους σχισθεὶς, ἐκ τῆς τοῦ κοινοῦ σώματος ἁρμονίας ἐχωρίσθη. Οὐκοῦν ἑκάτερος ὑμῶν ἐξίσου τὴν γνώμην παρασχὼν, ὅπερ ἂν ὁ συνθεράπων ὑμῶν δικαίως παραινεῖ, δέξασθε. Τί δὲ τοῦτο ἐστίν; οὔτε ἐρωτᾷν ὑπὲρ τῶν τοιούτων ἐξ ἀρχῆς προσῆκον ἦν, οὔτε ἐρωτώμενον ἀποκρίνασθαι. Τὰς γὰρ τοιαύτας ζητήσεις, ὁπόσας οὐ νόμου τινὸς ἀνάγκη προστάττει, ἀλλὰ ἀνωφελοῦς ἀργίας ἐρεσχελία προστίθησιν, εἰ καὶ φυσικῆς τινος γυμνασίας ἕνεκα γίνοιτο, ὅμως ὀφείλομεν εἴσω τῆς διανοίας ἐγκλείειν, καὶ μὴ προχείρως εἰς δημοσίας συνόδους ἐκφέρειν, μηδὲ ταῖς πάντων ἀκοαῖς ἀπρονοήτως πιστεύειν· πόσος γάρ ἐστιν ἕκαστος, ὥς τε πραγμάτων οὕτω μεγάλων, καὶ λίαν δυσχερῶν δύναμιν, ἢ πρὸς τὸ ἀκριβὲς συνιδεῖν, ἢ κατ' ἀξίαν ἑρμηνεύσαι; εἰ δὲ καὶ τοῦτο ποιεῖν τις εὐχερῶς νομισθείη, πόσον μέρος τοῦ δήμου πείσει; ἢ τίς ταῖς τῶν τοιούτων ζητημάτων ἀκριβείαις, ἔξω τῆς ἐπικινδύνου παρολισθήσεως, ἀντισταίη; Οὐκοῦν ἐφεκτέον ἐν τοῖς τοιούτοις τὴν πολυλογίαν, ἵνα μήπως ἡ ἡμῶν ἀσθένεια τῆς φύσεως, τὸ προτεθὲν ἑρμηνεύσαι μὴ δυνηθέντων, ἢ ἡ τῶν διδασκομένων ἀκροατῶν βραδυτέρα σύνεσις, πρὸς ἀκριβῆ τοῦ ῥηθέντος κατάληψιν ἐλθεῖν μὴ χωρησάντων, αὖθις ἐξ ἑκατέρου τούτων ἢ βλασφημίας, ἢ σχίσματος εἰς ἀνάγκην ὁ δῆμος περισταίη. ∆ιόπερ καὶ ἐρώτησις ἀπροφύλακτος, καὶ ἀπόκρισις ἀπρονόητος, τὴν ἴσην ἀλλήλαις ἐπιδιδότωσαν ἐφ' ἑκατέρῳ συγγνώμην· οὐδὲ γὰρ ὑπὲρ τοῦ κορυφαίου τῶν ἐν τῷ νόμῳ παραγγελμάτων ὑμῖν ἐξήφθη πρόφασις, οὐδὲ καινή τις ὑμῖν ὑπὲρ τῆς τοῦ Θεοῦ θρησκείας αἵρεσις ἀντεισήχθη· ἀλλ' ἕνα καὶ τὸν αὐτὸν ἔχετε λογισμὸν, ὥσπερ τὸ τῆς κοινωνίας σύνθημα. Ὑμῶν γὰρ ἐν ἀλλήλοις ὑπὲρ μικρῶν καὶ λίαν ἐλαχίστων φιλονεικούντων, τοσοῦτον τὸν τοῦ Θεοῦ λαὸν ταῖς ὑμετέραις ἰθύνεσθαι φρεσὶν οὐ προσήκει, διὰ τὸ διχονοεῖν· ἀλλ' οὔτε πρέπον, οὔτε ὅλως θεμιτὸν εἶναι