6
ὀνόματα, ἵνα ἐκ τῶν ὀνομάτων μάθωμεν τὴν ταυτότητα. «Οὐ δεὶς γὰρ, φησὶ, γινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱός.» Τῷ εἰπεῖν «οὐδεὶς,» τὴν κτίσιν ἐδήλωσεν· ἐκβαλομένη δὲ ἡ κτίσις, δείκνυσι τὸν μένοντα τῶν κτισμάτων ὑπέρτερον, τῷ δὲ γεννήσαντι φυσικῶς συνημμένον· «Οὐδεὶς γινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.» Εἰπάτωσαν οἱ τῆς ἀληθείας ἐχθροὶ, πῶς χρὴ τὴν θείαν ἀναγινώσκειν Γραφὴν, τῷ γράμματι στέργειν, ἢ τὴν ἔννοιαν ἐρευνᾷν. Κἂν μὲν οὖν τὸ δεύτερον εἴ πωσι, μαθέτωσαν ἀφ' ὧν λέγουσι, κἀν τοῖς οἰκείοις προβλήμασι τοῦτο ποιεῖν, καὶ τὴν ἀληθῆ τῶν πρα γμάτων ζητεῖν ἑρμηνείαν· εἰ δὲ φαῖεν ἀρκεῖν τὸ γράμμα πρὸς ἀκριβῆ διδασκαλίαν, ἐκ τῶν προκειμέ νων τὴν ἔννοιαν αὐτῶν διελέγξωμαι· εὑρίσκεται γὰρ ἀνέφικτος μὲν ὁ Υἱὸς, ὁ δὲ Πατὴρ ἐφικτός· καὶ ὁ μὲν ἀπερινόητος, ὁ δὲ Πατὴρ θεατός· περὶ μὲν γὰρ ἑαυτοῦ ὁ ∆εσπότης Χριστὸς εἰπὼν, ὅτι «Οὐδεὶς γι νώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ,» οὐκ ἐπήγαγε, καὶ ᾧ ἂν βούληται ὁ Πατὴρ ἀποκαλύψαι· εἰρηκὼς δὲ, «Οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς,» Εὐθὺς προσέθηκε, «Καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀπο καλύψαι·» καὶ οὐ μόνον αὐτὸν θεωρητὸν πεποίη 75.1164 κεν, ἀλλὰ καὶ τῆς οἰκείας ἐξουσίας τὴν θεωρίαν ἐξήρτησεν. Ἀλλὰ κἂν μυριάκις εἰς τὸν Υἱὸν ἀσεβεῖν ἐθέλωσιν, οἷς τοῦτο φίλον, ἡμεῖς οὐκ ἀνεξόμεθα βλάσφημον ἔννοιαν καταδέξασθαι περὶ Θεοῦ καὶ Πα τρός· πιστεύομεν γὰρ ἀθέατον καὶ ἀπερινόητον εἶναι τὸν τῶν ὅλων Θεόν· πῶς γὰρ ὁ ἀκατάληπτος Υἱὸς ἂν εἴη τοῦ καταληφθῆναι δυναμένου; Ὁμοίως τοίνυν Πατέρα καὶ Υἱὸν ἀχώρητον εἶναί φαμεν ἀνέφικτόν τε καὶ ἀκατάληπτον· ἀποκαλύπτεσθαι δὲ διὰ Πατρὸς καὶ Υἱοῦ τὴν γνῶσιν πιστεύομεν τῷ τῆς διανοίας ὀπτικῷ καὶ τῇ τῆς πίστεως θεωρίᾳ· «Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις γινώ σκει, εἰ μὴ ὁ Υἱός·» καὶ ἀλλαχοῦ· «Καθὼς, φησὶ, γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα.» Οὐχ ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον, ἀλλὰ καθὼς γινώσκω, γινώσκομαι.
ΙΒʹ. Ὅτι ἴση τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἡ δύ ναμις. Ὧν τοίνυν ἡ γνῶσις ἴση,
τούτων καὶ ἡ δύναμις ἴση· ὧν δὲ ἡ δύναμις ἴση, τούτων δηλονότι καὶ ἡ οὐσία μία· ὅτι δὲ ἴση Πατρὸς καὶ Υἱοῦ ἡ δύναμις, αὐτὸς ἡμᾶς πάλιν ὁ Σωτὴρ ἐδίδαξεν οὑτωσὶ λέγων· «Οἱ ἐκ τῶν προβάτων τῶν ἐμῶν τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπο λοῦνται εἰς τὸν αἰῶνα, οὐδ' οὐ μή τις ἁρπάσῃ αὐτὰ ἐκ τῆς χειρός μου· ὁ Πατὴρ, ὃς δέδωκέ μοι, μείζων πάντων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ὁρᾶτε πῶς οὐχ ἁπλῶς τέθεικε τὸ «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» προορῶν τὴν αἱρετικὴν κακοήθειαν, ἵνα μὴ ἐπὶ βουλήματος καὶ θελήματος ταύτην λά βωσι τὴν φωνήν· ἀλλὰ πρότερον τὸ τῆς δυνάμεως ἴσον κατασκευάσας, οὕτω ταύτην ἐπήγαγε· τοῖς γὰρ προβάτοις, φησὶ, τοῖς ἀκολουθοῦσί μοι ζωὴν αἰώνιον δίδωμι ἐγὼ, ὡς μηδὲν ἐξ αὐτῶν ἀπολέσθαι εἰς τὸν αἰῶνα· τίς γάρ ἐστι τοσοῦτος ὡς ἁρπάσαι ἐκ τῆς χειρός μου δυνηθῆναι τὰ ὑπ' ἐμοῦ ποιμαινό μενα; ὥσπερ γὰρ τῆς δεξιᾶς τοῦ Πατρὸς, ὃς μείζων πάντων ὑπάρχει, ἀμήχανόν τινα περιγενέσθαι, οὕτως ἀδύνατον ἁρπαγῆναί τινα τῶν ὑπ' ἐμοῦ φρουρουμέ νων· «Ἐγὼ γὰρ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ποῦ τοί νυν τὸ μεῖζον καὶ τὸ ἔλαττον· Εἰ γὰρ ὁμοίως, οὔτε ἐκ τῆς χειρὸς τοῦ Υἱοῦ, οὔτε ἐκ τῆς χειρὸς τοῦ Πα τρὸς, ἁρπάσαι τις δύναται, τὸ μεῖζον χώραν οὐκ ἔχει· καὶ ἐπειδὴ πάντων μείζων ὁ Πατὴρ, οὐδεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς αὐτοῦ· μείζων ἄρα πάντων ὁ Υἱὸς, ἐπειδὴ ὁμοίως οὐδεὶς ἐκ τῆς χειρὸς αὐτοῦ ἁρ πάσαι δύναται· διὸ ἐπήγαγεν, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἂν γὰρ τῷ γράμματι πάλιν ἀκολουθή σωμεν, ὀψόμεθα τὸν Υἱὸν προτεταγμένον· «Ἐγὼ γὰρ, εἶπε, καὶ ὁ Πατὴρ,» οὐχ ὁ Πατὴρ καὶ ἐγώ· καὶ δείξας τὴν τῶν προσώπων δυάδα, ἐκήρυξε τὴν τῆς φύσεως ταυτότητα. Τῷ γὰρ εἰπεῖν Ἐγὼ καὶ ὁ Πατὴρ, τὸν ἀριθμὸν