1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

6

κτίσιν ἔφησε γεγε 83.352 νῆσθαι· τὸν δὲ Κύριον Ἰησοῦν ἐκ τοῦ Ἰωσὴφ καὶ τῆς Μαρίας γεννηθῆναι τοῖς ἄλλοις ἀνθρώποις πα ραπλησίως, ἀρετῇ δὲ αὐτὸν διαπρέψαι, καὶ καθαρὰν ἐσχηκότα ψυχὴν, καὶ μεμνημένην τῆς μετὰ τοῦ ἀγεν νήτου διαγωγῆς. Φησὶ δὲ καὶ τοὺς ἐκείνῳ παραπλη σίως, τῶν κοσμοποιῶν ἀγγέλων καταφρονήσαν τας, ὁμοίως λαμβάνειν δύναμιν πρὸς τὸ πρᾶξαι τὰ ὅμοια. Εἰ δὲ καὶ καθαρωτέραν τις σχοίη ψυχὴν, ὑπερβήσεται, φησὶ, καὶ τοῦ Υἱοῦ τὴν ἀξίαν. Εἰς τοσαύτην τύφου μανίαν ἐξώκειλαν ἄνδρες, γοητείᾳ μὲν χρώμενοι, καὶ τὰς τῶν δαιμόνων ἐπι κλήσεις ποιούμενοι, τὴν δὲ ἀσέλγειαν συγκαλύπτειν οὐκ ἀνεχόμενοι, ἀλλὰ νόμον τὴν ἀκολασίαν ποιούμε νοι. ∆όξῃ γὰρ, φησὶν, οὐκ ἀληθείᾳ, τὰ μὲν τῶν πραγμάτων κακὰ εἶναι δοκεῖ, τὰ δὲ ἀγαθά. Ἀλλὰ γὰρ ἐνταῦθα γενόμενος, οὐκ οἶδ' ὅπως ὑπερπηδήσω τὴν τῆς ἀσελγείας νομοθεσίαν. Τὰς γὰρ Πυθαγορικὰς μετενσωματώσεις εἰσδεξάμενοι, τὸν συνεζευγμένον οὐ προσεδέξαντο λόγον. Ὁ μὲν γὰρ Πυθαγόρας τὰς ἡμαρτηκυίας ψυχὰς ἔφησεν εἰς σώματα πέμπεσθαι, ὥστε καὶ δίκας δοῦναι, καὶ καθαρθῆναι σπουδῇ. Οὗ τοι δὲ τῆς μετενσωματώσεως αἰτίαν εἶναί φασι τῆς Πυθαγορικῆς ἐναντίαν ἐκ διαμέτρου. Λέγουσι γὰρ εἰς τὰ σώματα πέμπεσθαι τὰς ψυχὰς, ὥστε πᾶν εἶδος ἀσελγειῶν ἐπιτελέσαι· τὰς οὖν ἐν τῇ μιᾷ καθ όδῳ πεπληρωκυίας, ἑτέρας μὴ χρῄζειν ἀποστολῆς· τὰς δὲ ὀλίγα ἡμαρτηκυίας, καὶ δὶς ἐκπέμπεσθαι, καὶ τρὶς, καὶ πολλάκις, ἕως ἂν ἐκπληρώσωσιν ἅπαντα τῆς κακίας τὰ εἴδη. Ἵνα δὲ μή τις ὑποπτεύσῃ με ταῦτα πλάττεσθαι κατ' αὐτῶν, Εἰρηναίου, τοῦ τὴν Ἑσπέραν φωτίσαντος ἀνδρὸς ἀποστολικοῦ, παραθή σομαι μαρτυρίαν. Λέγει δὲ οὗτος ἐν τῷ πρώτῳ βι βλίῳ τῶν εἰς τὰς αἱρέσεις συγγραφέντων αὐτῷ· "Καὶ εἰ μὲν πράσσεται παρ' αὐτοῖς τὰ ἄθεα, καὶ ἔκθε σμα, καὶ ἀπειρημένα, ἐγὼ οὐκ ἂν πιστεύσαιμι· ἐν δὲ τοῖς συγγράμμασιν αὐτῶν οὕτως ἀναγέγρα πται, καὶ αὐτοὶ οὕτως ἐξηγοῦνται, τὸν Ἰησοῦν λέ γοντες ἐν μυστηρίῳ τοῖς μαθηταῖς αὑτοῦ καὶ ἀπο στόλοις κατ' ἰδίαν λελαληκέναι, καὶ αὐτοὺς ἀξιῶσαι τοῖς ἀξίοις καὶ τοῖς πειθομένοις ταῦτα παραδιδόναι. ∆ιὰ πίστεως γὰρ καὶ ἀγάπης σώζεσθαι, τὰ δὲ λοιπὰ ἀδιάφορα ὄντα, κατὰ τὴν δόξαν τῶν ἀνθρώπων, πῆ μὲν ἀγαθὰ, πῆ δὲ κακὰ νομίζεσθαι, οὐδενὸς φύσει κακοῦ ὑπάρχοντος." Ταῦτα μὲν οὖν ὁ θαυμάσιος Εἰρηναῖος περὶ αὐτῶν ἔφη. Τὰ δὲ ἑξῆς οὐ προστέ θεικα· ὑπερβολὴν γὰρ ἔχει μανίας. Καὶ Ἐπιφά νης δὲ τούτου παῖς, διὰ Πλατωνικῆς ἠγμένος παιδείας, τὴν τούτου μυθολογίαν ἐπλάτυνεν. Ἀδριανοῦ δὲ καὶ οὗτοι βασιλεύοντος τὰς πονηρὰς αἱρέσεις ἐκράτυναν. ςʹ. -Περὶ Προδίκου. Πρόδικος δὲ, τοῦτον διαδεξάμενος, τὴν τῶν καλουμένων Ἀδαμιτῶν συνεστήσατο αἵρεσιν. 83.353 Οὗτος προφανῶς λαγνεύειν τοῖς Καρποκράτους προστέθεικε δόγμασι· κοινὰς γὰρ εἶναι τὰς γυναῖκας ἐνομοθέτησεν. Οὗ δὴ χάριν, οὐκ ἐν τοῖς κοινοῖς δεί πνοις μόνον, τὸ λυχνιαῖον φῶς ἐκποδὼν ποιούμενοι, ᾗπερ ἂν ἕκαστος ἐπέτυχε συνεμίγνυτο· ἀλλὰ δὴ καὶ τελετὴν τὴν τοιαύτην ἀκολασίαν ὑπειλήφεσαν μυ στικήν. Καὶ τούτου δὴ μάρτυρα τὸν Στρωματέα παρέξομαι Κλήμεντα, ἱερὸν ἄνδρα, καὶ πολυπειρίᾳ ἅπαντας ἀπολιπόντα. Λέγει δὲ οὕτως ἐν τῷ τρίτῳ τῶν Στρωματέων· "Εἰσὶ δὲ οἳ τὴν πάνδημον Ἀφρο δίτην κοινωνίαν μυστικὴν ὀνομάζουσιν, ἐνυβρίζοντες καὶ τῷ ὀνόματι." Εἶτά τινα ὑπειπὼν κατὰ τῆς τού των συώδους ἀκολασίας, ἐπιφέρει καὶ ταῦτα· "Οἱ γὰρ τρισάθλιοι τὴν σαρκικὴν καὶ τὴν συνουσιαστικὴν κοινωνίαν ἱεροφαντοῦσι, καὶ ταύτην οἴονται εἰς τὴν βασιλείαν αὐτοὺς ἀνάγειν τοῦ Χριστοῦ. Εἰς τὰ χαμαιτυπεῖα μὲν οὖν ἡ τοιάδε εἰσάγει κοινωνία, καὶ δὴ συμμέτοχοι εἶεν ἂν αὐτοῖς οἱ σύες καὶ οἱ τράγοι· εἶεν δ' ἂν ἐν ταῖς μείζοσι παρ' αὐτοῖς ἐλπίσιν αἱ προεστῶσαι τοῦ τέγους πόρναι, ἀνέδην