6
Πάριον, κοινωνοῦντες παρὰ τῶν ἐπισκόπων πλὴν καὶ μετὰ ταπεινώσεως ὑπομνήσκοντες ὀμνύοντας. εἶτα εἰς Ὁρκόν, ἐκεῖθεν εἰς Λάμψακον· ἐν ᾗ εὑρόντες Ἡρακλειώτας προσανεπαυσάμεθα τριήμερον, πλεῖν οὐ δυνάμενοι. εἶτα ἐξορμίσαντες κατεπλεύσαμεν ἐν τῇ Ἀβύδῳ, ὑπὸ τοῦ ἐκεῖσε ἄρχοντος εὐσεβῶς κατελεηθέντες· καὶ ἐπιμείναντες ἕως τοῦ Σαββάτου ὀκταήμερον ἀπεπλεύσαμεν εἰς Ἐλεοῦντας, ἑβδοματιαῖόν τε χρόνον ἐπιμείναντες διὰ τὸ ἄπλοον δεξιοῦ ἀνέμου πνεύσαντος ἐπετάσθημεν ἐν τῇ Λήμνῳ ἐν ἐνναωρίῳ. ἵστησί μου τὸν λόγον ἐνταῦθα ἡ τοῦ ἐπισκόπου τῶν τῇδε εὐσέβεια· ὡς οὐκ εἴ τις γὰρ ἄλλος καὶ ἐδεξιώσατο καὶ παρηγόρησεν καὶ ἐφωδίασεν. Ἐκ τῶν τῇδε τοίνυν ἀποπλεύσαντες ἐν φόβῳ διὰ τὸ παρακείμενον ἔθνος ἀντεπεράσαμεν βορροφόρου καὶ ῥοιζήδοντος ἐν δωδεκαωρίῳ ἑκατὸν πεντήκοντα μιλίων ὂν τὸ πέλαγος, ὁρμίσαντες ἐν τῷ Κανάστρῳ ἐν τοῖς Θεσσαλονίκης ὁρίοις, ἔπειτα εἰς Παλλήνην, τὰ πρόσγεια τοῦ κόλφου, εἶτα εἰς τὸν Ἔμβολον. ἐκ τῶν ἔνθεν ζῴοις πάλιν ἐπιβεβηκότες Σαββάτῳ ἡμέρᾳ ἑορτῆς τοῦ Εὐαγγελισμοῦ ὥρᾳ τρίτῃ εἰσήχθημεν ἐν τῇ πόλει. καὶ οἵα ἡ εἴσοδος· οὐδὲ γὰρ τοῦτο παρελθεῖν ἀναγκαῖον. προπεμφθεὶς τοίνυν παρὰ τοῦ ὑπάρχου τῶν ἐξόχων εἷς μετὰ στρατιωτῶν προσέμενεν ἐν τῇ ἀνατολικῇ πόρτῃ, καὶ ἐπιστᾶσιν ὑπήντησαν ὄρθιοι διὰ σιγῆς· καὶ μετὰ τὸ εἰσελθεῖν κλείσαντες τὰς πύλας ἦγον διὰ τῆς ἀγορᾶς, προπομπεύοντες ἐπὶ τῆς ὄψεως τῶν εἰς τοῦτο συνδεδραμηκότων, καὶ ἀπαγαγόντες εἰσήγαγον πρὸς τὸν ἄρχοντα. καὶ εὖγε τῷ ἀνδρί· εὐμενὲς γὰρ πρόσωπον δείξας μετὰ τὸ πεσεῖν χρηστὰ ἐφθέγξατο ἡμῖν παρέπεμψέν τε πρὸς τὸν ἀρχιεπίσκοπον, πρῶτον προσευξαμένους ἐν τῇ Ἁγίᾳ Σοφίᾳ. καὶ ἐν τῷ εὐκτηρίῳ τῷ παρ' αὐτοῦ ποιήσας εὐχὴν ὁ ἁγιώτατος ἐδέξατο καὶ κατησπάσατο ἡμᾶς, ὁμιλήσας ἡμῖν τὰ δέοντα καὶ παραυτὰ κρατήσας καὶ ἀναπαύσας διά τε λουετροῦ καὶ βρωμάτων. Τῇ ∆ευτέρᾳ πρωίθεν ἦραν ἡμᾶς, καὶ δι' αἰτήσεως ποιήσαντες εὔξασθαι εἰς τὸν Ἅγιον ∆ημήτριον διεχώρισαν πάντας ἀπ' ἀλλήλων, προπεποιηκότας εὐχὴν καὶ ἀσπασαμένους ἀλλήλους. τοὺς δύο δὲ ἡμᾶς ἀδελφοὺς ἀναγαγόντες ἐπὶ τὸν ἐν ᾧ εἰμὶ νυνὶ τόπον διέζευξαν, δακρυρρόως καταφιλήσαντας ἀλλήλους, ὡς καί τινας τῶν θεωμένων ταραχθῆναι τῇ συμπαθείᾳ. Οὕτως τὰ καθ' ἡμᾶς ἔχει, ὦ πάτερ· καὶ νῦν εἰμὶ ἐγὼ ὁ ταπεινὸς ἐνταῦθα, βίον ἕλκων ὀδυνηρὸν καὶ πολυστένακτον. τὰς δὲ ἐκ τῆς ἁγίας σου χειρὸς εὐλογίας ἐδεξάμεθα, ὡς δύναμιν ἐχούσας τῆς Ἁγίας Τριάδος· καὶ ἔχομεν αὐτὰς ὡς φυλακτήριον καὶ περιτιθέμενοι αὐτὰς ἐν ὀφθαλμοῖς ἡμῶν, ὡς τὴν δεξιάν σου καταφιλοῦντες. πάλιν δάκρυα, πάλιν στρέφονταί μου τὰ ἐντός· καταπαῦσαι γὰρ θέλω τὸν λόγον. ὦ πάτερ, τί με ἐγκατέλειπας; ἀλλ' οὐκ ἐγκατέλειπας. πῶς δέ μου ἀπεμάκρυνας; ἀλλ' ἐν ἐμοὶ εἶ. ποῦ δέ σε ἔτι μέλλω ὁρᾶν; πῶς σε ὄψομαι; ποῦ σου ἀκούσω τῆς ἡδίστης καὶ σωτηρίου φωνῆς; ὁπότε σου γένωμαι ὁμοτράπεζος; ποῦ σου συνουσίας ἁγίας ἀπολαύσω ἢ πώποτε ἐν ὠσίν σου ἀναγνώσομαι; ἢ πρὸ προσώπου σου ᾄσω; ἢ σωφρονισθῶ; ἢ ἐπιτιμηθῶ; ἢ ἐπιμνησθῶ; ἕξιν ποιῶν ἄφιλόν σοι, ἑστίασιν, βρῶσιν, ποτόν, ὁμιλίαν, στάσιν, καθέδραν, ἀνάκλισιν. τί μοι συμβέβηκεν; καλῶ τοὺς ἀνθρώπους μάρτυρας, καλῶ καὶ τὰς οὐρανίους δυνάμεις συνηγόρους μοι, ὅτι νόμος σε θεοῦ ἐχώρισεν ἀπ' ἐμοῦ, ἐντολὴ μία αἰώνιος. ἀκουσάτω ἡ ὑπ' οὐρανόν. διὰ τοῦτο χαίρω καὶ φωνὴν ἀφίημι αἰνέσεως θεῷ, ἀπέχω πάντα ὑπερεκπερισσοῦ, ἀγάλλομαι, οὐκ ὀρφανισθήσομαι ἔτι, οὐκ ὀδυρηθήσομαι οὐδ' ἀγενές τι φθέγξομαι. δέξαιο δὲ καὶ τὰ ἀνώτερα, πάτερ, ὡς εὐαγῆ· τοῦ πόθου σου γὰρ σύμβολα, πλὴν ὅτι καὶ ἔτι κλαύσομαι, ἀλλ' εὐαπόδεκτα. Σὺ δέ, ὦ πάτερ τρισμακάριε, χαῖρε καὶ εὐφραίνου. τὰ βραβεῖά σοι ἐπλάκησαν, ὁ τῆς ἀναπαύσεως τόπος ἡτοίμασται. ὁ ζῆλός σου κατὰ τοὺς πατέρας σου, ἡ φρουρὰ βοᾷ τὴν ἀλήθειαν. ἐδέθη ὁ δίκαιος ὡς δύσχρηστος, οἱ ἐν εὐσεβείᾳ εὐχάριστοι, οἱ ὁμόζηλοι θερμότεροι, προοίμιον κάλλιστον θεασάμενοι. οἱ διώκοντες λόγοις ἔξωθεν πλέκουσι καὶ κακίζουσι, καὶ μάλιστα οἵτινες τῶν μοναχῶν, ἔσωθεν δὲ