1

 2

 3

 4

 5

 6

 7

6

Πνεύματος, περὶ ἧς που θαυμαστικῶς βεβόηται· Τίς αὕτη ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου, ὡς στελέχη καπνοῦ τεθυμιαμένη; Χαῖρε, χρυσίον καθαρὸν, ἡ ἐν χωνείᾳ τοῦ Θεοῦ δοκιμασθεῖσα τῷ πυρὶ τοῦ Πνεύματος, καὶ μηδαμοῦ ῥυτίδα κακίας φέρουσα· ἐξ οὗ ἥ τε λυχνία, καὶ ἡ τράπεζα, καὶ πάντα τὰ κατὰ τὸν νόμον χρύσεα κατ' ἔμφασιν ἀλληγορικὴν, ἐπὶ σὲ τὸν χρυσώνυμον καὶ πολυώνυμον μεταλαμβάνεται. Χαῖρε, ξύλον ἄσηπτον, ἡ φθορᾶς ἁμαρτικῆς μὴ προσηκαμένη σκώληκα, ἐξ ἧς τὸ νοητὸν θυσιαστήριον, οὐκ ἐκ ξύλων ἀσήπτων κατεσκευασμένον, ἀλλ' ἐξ ἀχράντων λαγόνων Θεῷ δεδομημένον. Χαῖρε, πορφύρα βασιλικὴ, ἡ ἐκ παρθενικῶν αἱμάτων σου ἐξυφάνασα ἁλουργίδα τῷ λέγοντι ἐν Ἄσμασι· Πλοκίον κεφαλῆς σου ὡς πορφύρα· βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. Τί ὡραιώθης, ἢ τί ἡδύνθης; Χαῖρε, βύσσος κεκλωσμένη, ἡ βάθος θείων νοημάτων ἐν διανοίᾳ κλώσασα, καὶ ταῖς ἐναντίαις θέλξεσιν ἄχαυνος· Πῶς γὰρ, φησὶν, ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; ∆ι' ἧς ἡ ἐπωμὶς πορφυροχρυσόμικτος τῷ ἱεραρχοῦντι τῶν ἄνω ∆υνάμεων. Χαῖρε, ὑάκινθος, τὸ φλογοφανὲς τῆς παρθενίας ἔριον ἐξ οὗ μυστικῶς τῷ Θεῷ ἱερούργηται ἄμφιον σωματώσεως. Χαῖρε, κούφη νεφέλη, ἡ τὸ γεῶδες καὶ βρίθον σκῆνος, κοῦφόν πως, ὡς ἀερῶδες, ἔχουσα, καὶ τὸν ἄρτον τῆς ζωῆς ὡς ἐν θυσιαστηρίῳ καλύπτουσα, ἐν ᾗ καθῆσθαι Κύριον Ἡσαΐας προσηγόρευσε. Χαῖρε, ἅχραντε, τὸ ἀνέπαφον τῆς παρθενίας κειμήλιον, ἡ τὸν ἄχραντον Λόγον γεννήσασα, ἀφ' ἧς ἡ παρθενία 96.696 ἐξέλαμψε τὸν κόσμον συντέμνουσα. Χαῖρε, ἁγνὴ, ἡ μόνη τὴν καρδίαν ἁγνὴν αὐχηματικῶς ἔχουσα. Τὸ ὄρος ἀληθῶς τὸ θεόδεκτον, ἀφ' οὗ ἁγνίζεται ὁ νέος Ἰσραὴλ τοῦ πάλαι τιμαλφέστερον καὶ χρονιώτερον. Χαῖρε, ἀλόχευτε, βρεφοτρεφῆ γαλουχίαν μητροπρεπῶς φέρουσα, ἀφ' ἧς ἀμέλγει γάλα παρθενικὸν, ὁ τρέφων τὰ σύμπαντα. Χαῖρε, ἀμόλυντε, ἡ μόνη Θεῷ εἰς ἐνοίκησιν εὐπρόσιτος, καὶ Θεοῦ ἀξίωμα ἐκ γεννήσεως ἔχουσα· διὸ σὺ προσκυνητὴ καὶ πάσαις οὐρανίαις ∆υνάμεσι. Χαῖρε, πόκε, τὸ περὶ τὸν Γεδεὼν νίκης σύμβολον, ἐξ ἧς ἀπεῤῥύη τροπικῶς ἡ δρόσος ἡ ἀθάνατος, ὁ αὐτολέκτως φάμενος· Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Χαῖρε, χωρίον Θεοῦ, τὸν ἐν πᾶσιν ἀχώρητον ἐν γαστρὶ χωρήσασα· οὗ τὰ πάντα ἐν δρακὶ, καὶ σοῦ παρόντος ἐν χερσίν· ὃ καὶ λεγόμενον ἀδιανόητον, καὶ διανοούμενον ἀσυνείκαστον. Χαῖρε, Θεοῦ Μήτηρ, ἡ μόνη τοῦ ἰδίου Υἱοῦ δούλη, καὶ ἄμφω φύσει, μεθ' ἣν οὐκ ἔστι μήτηρ παρθένος τῆς μακαρίας παρθενίας εἰς τὴν πρὶν ἐν παραδείσῳ ἀναδραμούσης ἀφθαρσίαν. Χαῖρε, Θεοδόχε, φωτοειδὲς στοιχεῖον τῆς θείας ἀπειρίας, οὗ ὁ ἄπειρος, ποδιαίᾳ γαστρὶ περιεχόμενος, καὶ ἐν ἑαυτῷ περιέχων τὰ πέρατα. Χαῖρε, Θεοτόκε κυρίως καὶ ἀληθῶς, τὸ πρὸς Θεὸν ἀνθρώποις φρικτὸν συναπτήριον, δι' ἧς τὰ οὐράνια τοῖς ἐπὶ γῆς ἥνωνται, Θεῷ τὰ ἀνθρώπου, καὶ ἀνθρώπῳ τὰ Θεοῦ ἀντανίσχουσα. Χαῖρε, παστὰς, ἡ παρθενίας ἐγερθεῖσα κάλλεσι, τῷ λέγοντι ἐν Ἄσμασιν· Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη. Οὗ πρὸς σάρκα συναφείας ἐκεῖνα ἐπάγεται· Ἐξέλθετε καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σολομὼν, ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ, ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης τῆς καρδίας αὐτοῦ. Χαῖρε, ἀμνὰς, ἡ ἄτεξ κατὰ γαμικὴν σύνοδον, καὶ τοκὰς κατὰ θείαν σύλληψιν. Ἐξ ἧς ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐπεδήμησε. Χαῖρε, νεφέλη φωτὸς, ἡ ἐν ἐρήμῳ τοῦ βίου πρεσβευτικῶς τὸν νέον Ἰσραὴλ σκιάζουσα· ἀφ' ἧς τὰ τῆς χάριτος διατάγματα ἤκουσται, ἐξ ἧς ὁ τῆς δικαιοσύνης ἥλιος ἀνατέταλκε μαρμαρυγαῖς ἀφθαρσίας καταφαιδρύνων τὰ σύμπαντα. Χαῖρε, λυχνία, τὸ χρυσοῦν τῆς παρθενίας σκεῦος καὶ εὔριζον, οὗ θρυαλλὶς, ἡ χάρις τοῦ Πνεύματος, καὶ ἔλαιον, τὸ ἐξ ἀχράντων σαρκῶν ληφθὲν σῶμα ἅγιον, ἐξ ὧν φῶς Χριστὸς τὸ ἀνεπίδυτον· ἡ τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις τὴν ἀΐδιον ζωὴν παράψασα. Χαῖρε, κεχαριτωμένη, τὸ πάσης χαρᾶς χαριέστερον καὶ πρᾶγμα, καὶ ὄνομα, ἐξ ἧς χαρὰ ἀδιάδοχος εἰς τὸν κόσμον Χριστὸς