6
σωτῆρα αὐτὸν ἀνευφημοῦντες. Κόσμου ἔτη εωγʹ. Τῆς θείας σαρκώσεως ἔτη τγʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ. ζʹ. Περσῶν βασιλεὺς θʹ Σαβώρης ἔτη οʹ. θʹ. Ῥώμης ἐπίσκ. λβʹ Σίλβεστρος ἔτη κηʹ. ιαʹ. Ἱεροσολύμων ἐπίσκ. λαʹ Ἑρμὼν ἔτη θʹ. ϛʹ. Ἀλεξανδρείας ἐπίσκ. ιθʹ Ἀλέξανδρος ἔτη κγʹ. εʹ. Ἀντιοχείας ἐπίσκ. κβʹ Παυλῖνος ἔτη εʹ. βʹ. Τούτῳ τῷ ἔτει κρατήσας τὴν Ῥώμην Κωνσταντῖνος ὁ θεοσυνέργητος πρὸ πάντων τὰ λείψανα τῶν ἁγίων μαρτύρων ἐκέλευσε συλλεγέντα ὁσίᾳ ταφῇ παραδοθῆναι. καὶ ἦσαν οἱ Ῥωμαῖοι ἄγοντες ἐπινίκιον ἑορτήν, γεραίροντες τὸν κύριον καὶ τὸν ζωοποιὸν σταυρὸν ἐπὶ ἑπτὰ ἡμέρας καὶ Κωνσταντῖνον τὸν νικητὴν μεγαλύνοντες. ηʹ. ιʹ. ιβʹ. ζʹ. ϛʹ. γʹ. θʹ. ιαʹ. ιγʹ. ηʹ. ζʹ. δʹ. Τούτῳ τῷ ἔτει Μαξιμῖνος, ὁ υἱὸς Γαλλερίου, ἐπιπηδήσας καὶ ἑαυτῷ τὴν βασιλείαν ἐπιτρέψας αἰσχρῶς καταλύει τὸν βίον ἐν Κιλικίᾳ. ἀκούσας δὲ Μαξιμιανὸς ὁ Γαλλέριος, ὁ τούτου πατήρ, ὅτι Μαξέντιος, ὁ 15 υἱὸς Ἐρκουλίου, ἐν Ῥώμῃ ὑπὸ Κωνσταντίνου τῇ δυνάμει τοῦ σταυροῦ κατεπτώθη, φοβηθεὶς τὸν κατὰ τῶν Χριστιανῶν ἀνῆκε διωγμόν. ιʹ. ιβʹ. ιδʹ. θʹ. ηʹ. εʹ. Τούτῳ τῷ ἔτει Κωνσταντῖνος ὁ θειότατος σὺν Λικινίῳ καίσαρι ζήλῳ θεοῦ φερόμενος ἐπεστράτευσε κατὰ Μαξιμιανοῦ τοῦ Γαλλερίου τὴν ἑῴαν διέποντος· κἀκεῖνος ἀντιστρατευσάμενος ἀμέτρῳ πλήθει συνέβαλεν αὐτοῖς, πεποιθὼς ὡς ὁ Μαξέντιος μαντεύμασι δαιμόνων καὶ γοητικαῖς μαγγανείαις. τοῦ δὲ ζωοποιοῦ σταυροῦ προάγοντος τῷ μεγάλῳ Κωνσταντίνῳ, ἅμα τῇ προσβολῇ τραπεὶς ὁ τύραννος σὺν τῷ πλήθει κατασφαττομένῳ, τὴν βασιλικὴν ἐσθῆτα ἀπέθετο καὶ στρατιωτικὸν περιθέμενος σχῆμα μετ' ὀλίγων εὐνουστάτων τε διαδρὰς ἀπὸ κώμης εἰς κώμην ᾤχετο, καὶ τοὺς ἱερεῖς τῶν εἰδώλων καὶ μάντεις ἀθροίσας καὶ τοὺς διαβεβοημένους ἐπὶ μαγείᾳ καὶ προφήτας αὐτοῦ ὡς ἀπατεῶνας κατέσφαξεν. Ἱεροσολύμων ἐπίσκοπος λβʹ Μακάριος ἔτη κʹ. Ἀντιοχείας ἐπίσκοπος κγʹ Εὐστάθιος ἔτη ιηʹ. ιαʹ. ιγʹ. ιεʹ αʹ. θʹ. αʹ. Τούτῳ τῷ ἔτει μέλλοντα τὸν εὐσεβέστατον Κωνταντῖνον ζῶντα χειροῦσθαι τὸν Γαλλέριον Μαξιμιανὸν προλαβοῦσα θεία ὀργὴ κατέλαβε τοῦτον. φλὸξ γὰρ ἐκ βάθους τῶν σπλάγχνων καὶ μυελῶν αὐτῷ ἀναφθεῖσα μετ' ὀδύνης ἀνυποίστου πρηνῆ κατὰ τοῦ ἐδάφους ἀσθμαίνοντα διέθετο, ὡς ἀμφότερα τὰ ὄμματα αὐτοῦ ἐκπηδῆσαι καὶ τυφλὸν καταλιπεῖν τὸν ἀνόσιον, αἱ δὲ σάρκες αὐτοῦ συσσαπεῖσαι τῇ ἀμέτρῳ ἐκκαύσει τῶν ὀστῶν ἀπέπιπτον. οὕτω κατασαπεὶς ἀπέρρηξε τὴν θεομάχον ψυχήν. ιβʹ. ιδʹ. ιϛʹ. βʹ. ιʹ. βʹ. Τούτῳ τῷ ἔτει Λικινίῳ συμμαχήσαντι τῷ θείῳ Κωνσταντίνῳ καὶ ὑποκρινομένῳ δολερῶς τὸν Χριστιανισμὸν ἀφορίσας μοῖραν τῆς Ῥωμαίων γῆς ἀπένειμεν, ἀναγορεύσας αὐτὸν βασιλέα, ἀπαιτήσας αὐτὸν συνθήκας μηδὲν κατὰ Χριστιανῶν πράττειν. ἐντεῦθεν ὁ τῶν τυράννων καθ' ἡμῶν χάριτι Χριστοῦ πέπαυται διωγμός. 16 ιγʹ. ιεʹ. ιζʹ. γʹ. ιαʹ. γʹ. Κόσμου ἔτη εωιʹ. Τῆς θείας σαρκώσεως ἔτη τιʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ. ιδʹ. Περσῶν βασιλεὺς θʹ Σαβώρης ἔτη οʹ. ιϛʹ. Ῥώμης ἐπίσκ. λβʹ Σίλβεστρος ἔτη κηʹ. ιηʹ. Βυζαντίου ἐπίσκ. αʹ Μητροφάνης ἔτη ιʹ. θʹ. Ἱεροσολύμων ἐπίσκ. λβʹ Μακάριος ἔτη κʹ. δʹ. Ἀλεξανδρείας ἐπίσκ. ιθʹ Ἀλέξανδρος ἔτη κγʹ. ιβʹ. Ἀντιοχείας ἐπίσκ. κγʹ Εὐστάθιος ἔτη ιηʹ. δʹ. Τούτῳ τῷ ἔτει ὁ μέγας Κωνσταντῖνος πάσης Ῥωμαίων γῆς μονοκράτωρ γενόμενος πᾶσαν εἰς τὰ θεῖα μετήγαγε τὴν φροντίδα, ἐκκλησίας ἀνεγείρων καὶ φιλοτίμως ταύτας πλουτῶν ἐκ τοῦ δημοσίου λόγου. οὗτος πρῶτον νόμον ἔγραψε τοὺς τῶν εἰδώλων ναοὺς ἀποδίδοσθαι τοῖς τῷ Χριστῷ ἀφιερωμένοις (συνενομοθέτει δὲ αὐτῷ καὶ Κρίσπος ὁ υἱὸς αὐτοῦ)· δεύτερον δὲ Χριστιανοὺς μόνους στρατεύεσθαι ἐθνῶν τε καὶ στρατοπέδων ἄρχειν, τοὺς δὲ ἐπιμένοντας τῇ εἰδωλολατρείᾳ κεφαλικῶς τιμωρεῖσθαι· τρίτον τὰς πασχαλίους δύο ἑβδομάδας ἀπράκτους τελεῖν, τήν τε πρὸ τῆς ἀναστάσεως καὶ τὴν μετ' αὐτήν. τούτων οὕτως ἐχόντων, εἰρήνη βαθεῖα καὶ γαλήνη κατέσχε τὴν οἰκουμένην καὶ ἀγαλλίασις τοὺς πιστούς, προστρεχόντων