6
νηστευτοῦ ἠμαυρώθη τὸ δηλητήριον, ὅτε τῆς τολύπης συμπαραληφθείσης κινδυνεύειν ἔμελλον οἱ ἑστιάτορες; οὐκ "ἔστη Φινεὲς καὶ ἐξιλάσατο καὶ ἐκόπασεν ἡ θραῦσις"; ῾Αβραὰμ δὲ καὶ Μωσῆς καὶ ∆αυὶδ οὐ προσετέθησαν "ἐν γήρει καλῷ μετὰ τῶν πατέρων" αὐτῶν; οὐ "τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἕκαστος ἀποθανεῖται" καὶ "θάνατος ἁμαρτωλῶν πονηρός"; οὐκ »ἐξολοθρευθήσονται ἀσεβεῖς "ἐν τάχει"» φησὶν ἡ γραφή, καὶ πάλιν «"ἡμέραν ἐφ' ἡμέρας τοῦ βασιλέως προσθήσει τὰ ἔτη"»; οὐκ «ἐὰν "ἐπιστρέψῃς καὶ εἰσακούσῃ κυρίου τοῦ θεοῦ σου καὶ ποιήσῃς πάσας τὰς ἐντολάς, πολυωρήσει σε κύριος ὁ θεός σου ἐν τοῖς ἐγγόνοις τῆς κοιλίας σου καὶ ἐν τοῖς γεννήμασι τῆς γῆς σου καὶ ἐν τοῖς ἐγγόνοις τῶν κτηνῶν σου"» τὸ θεῖον ἐδίδαξε λόγιον; οὐκ «"ἰδοὺ δέδωκα πρὸ προσώπου σου σήμερον τὴν ζωὴν καὶ τὸν θάνατον"» φησὶν ἡ γραφή; οὐκ «"ἐὰν εἰσακούσητε τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ, ζήσεσθε καὶ πολλοὶ ἔσεσθε καὶ εὐλογήσει σε κύριος ὁ θεός σου"» τὸ Μωσέως ἐνομοθέτησε πρόσταγμα; οὐκ «"ἐὰν μεταστῇ ἡ καρδία σου καὶ οὐκ εἰσακούσῃ, ἀπωλείᾳ ἀπολεῖσθε καὶ οὐ μὴ πολυήμεροι γένησθε ἐπὶ τῆς γῆς"» τὸ ἱερόν που γράμμα ἐφθέγξατο; οὐκ «"ἀπέναντι τὴν γῆν ὄψει καὶ οὐκ εἰσελεύσῃ"» κύριος λέγει τῷ Μωσεῖ «διότι "ἐπὶ ὕδατος ἀντιλογίας" οὐκ εὐλόγησάς με»; Καὶ τί δῆτα περὶ τῶν <αὐτῶν> παραπλήσια διεξοδικώτερον ἐπεξέλθωμεν καὶ φόρτῳ ῥημάτων πολλῶν τὸν λόγον παχύνομεν; ἴσμεν δι' εὐχὴν δικαίων πολλάκις καὶ ζωὴν ἐπαγομένην καὶ θάνατον. οὐ τὸν παῖδα τεθνηκότα ζῶντα παρέδωκεν ὁ προστάξας τοῖς οὐρανοῖς καὶ ὑετὸν χαλινώσας τῇ γλώσσῃ καὶ "ἅρμα πυρὸς" ἡνιοχήσας ὀχούμενος; ἡ Σωμανῖτις δὲ οὐ τὸν νεκρὸν αὐτῆς ἔλαβε ζῶντα υἱὸν διαφθαρείσης που τῆς νεκρώσεως διὰ τὴν τῆς πρὸς αὐτὸν ζωῆς ἐπανάζευξιν; τῷ ὄντι γὰρ "ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν". οὐ παιζόντων παίδων ᾿Ελισσαῖος κατεδίκασε θάνατον διὰ τὸ πρόσρημα; ᾿Ανανίας δὲ σὺν τῷ γυναίῳ οὐκ ἀπέψυξε "παρὰ τοὺς πόδας τῶν ἀποστόλων" καταδεδικακότος τοῦ Πέτρου τῆς τῶν ῥημάτων φαυλότητος; ἴσμεν δὲ καὶ τέκνα διαφθειρόμενα διὰ τὴν τῶν τεκόντων δυσσέβειαν· οὐ γὰρ ἂν τὰ πρωτότοκα διώλεσεν ὁ ὀλοθρευτὴς ἄγγελος ἐν Αἰγύπτῳ. οἶδε καὶ πατρῴα τις ὁσιότης ἡμαρτηκότων παίδων προΐστασθαι· διὰ γὰρ ∆αυὶδ ἐν ἡμέραις Σολομῶν οὐ διαρρήγνυται ἡ βασιλεία οὐδὲ περισχίζονται σκῆπτρα οὐδὲ ταῖς εἰδωλολατρίας ποιναῖς περιβάλλεται. ἴσμεν δι' ἐπιστροφῆς βασιλέως καὶ πόλεως καὶ λαοῦ ὑπερτιθεμένην καταστροφήν· ἡ Νινευῒ διηγείσθω πόσα ἡ μετάνοια δύναται, καίτοι τοῦ θεοῦ διὰ τοῦ προφήτου κηρύξαντος «"ἔτι τρεῖς ἡμέραι καὶ καταστραφήσεται Νινευΐ"». "ἐπίστευσαν οὖν τῷ θεῷ καὶ ἐκήρυξαν νηστείαν", καθά που φησὶν ἡ γραφή, "καὶ ἐνεδύσαντο σάκκους καὶ ἀνέστη ἀπὸ τοῦ θρόνου ὁ βασιλεὺς Νινευῒ καὶ περιείλετο τὴν στολὴν αὐτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐπὶ σποδοῦ ἐκάθισε". "καὶ μετενόησε", φησίν, "ὁ θεὸς ἐπὶ τὰ κακὰ ἃ ἐλάλησε ποιῆσαι αὐτοῖς καὶ οὐκ ἐποίησεν". Πρὸς δὲ τὸν ἐν βασιλεῦσι σοφώτατον οὐκ «"ἐὰν πορευθῇς ἐν τῇ ὁδῷ μου καὶ φυλάξῃς τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ὡς ἐπορεύθη ∆αυὶδ ὁ πατήρ σου, πληθυνῶ τὰς ἡμέρας σου"» ἡ θεία φωνὴ κεχρημάτικε; τὸ δὲ «"ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω"» οὐ τῶν βεβιωμένων ἡμῖν παρίστησι τὴν ἀντίδοσιν; οὐκ, "ἐὰν μὴ" ἐπιστραφῶμεν, "τὸ τόξον" ἐντείνειν καὶ στιλβοῦν "τὴν ῥομφαίαν" ἠπείλησεν ὁ "τὸν θάνατον" μὴ βουλόμενος τῶν ἁμαρτωλῶν ἀλλὰ τὴν ζωὴν καὶ τὸν ἐπὶ ταῖς ἁμαρτίαις μετάμελον; εἰ καὶ "τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας" καταφρονεῖν τῷ ἀνθρωπίνῳ γένει φίλον καθέστηκεν. οὐ παροπτέον δὲ οὐδὲ τὸ «"φόβος κυρίου προστίθησιν ἡμέρας, ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται"». ἑτέρας αἰτίας καθέστηκε τὸ περὶ τῶν ἐν Βηθλεὲμ ἀναιρεθέντων παίδων καὶ τῆς τῶν μεμαρτυρηκότων χοροστασίας, περὶ ὧν οὐ τοῦ παρόντος καιροῦ διεξιέναι τῷ λόγῳ. οὐκ ἔξω δέ που τῆς γνωστικωτάτης μεγαλονοίας τοῦ κτίσαντος ἢ πότε ἢ ὅπως ἢ ὅποι