7
τοὺς ἄλλους ξυγχαλεπαίνειν ἠξίου ἅτε δὴ καὶ ξυνυβρισμένους. 4 οἶμαι μὲν οὖν, εἰ καὶ τήνδε τὴν ἐκστρατείαν ἐποιήσατο, ἀπώνατο ἂν οὐκ ἐν καλῷ τῆς προπετείας, ἀλλὰ τυχὸν μὲν ἐν Θρᾴκῃ, τυχὸν δὲ ἐν Ἰλλυριοῖς τάγμασι περιπεσὼν Ῥωμαϊκοῖς ἀκλεῶς ἂν διεφθάρη. τό γε μὴν ἐς ἔννοιαν ταῦτα βαλέσθαι καὶ εἶτα θελῆσαί τε καὶ ἐφίεσθαι καὶ τό γ' ἐκείνου μέρος ἅπαντα ἤδη πεπρᾶχθαι, κράτιστον ἂν εἴη τὸν ἄνδρα τεκμηριῶσαι, ὡς δεινός τε ἦν καὶ αὐθάδης καὶ οἷος τὸ μανιῶδες καὶ ἔμπληκτον ἀνδρείαν ἡγεῖσθαι. εἰ γὰρ μὴ ἔφθασεν ἡ τοῦ βίου τελευτὴ τὸ ἐγχείρημα, ἴσως ἂν καὶ ἐνήρξατο τῆς πορείας. 5 νῦν δὲ ἐπὶ θήραν ἰών, ταῦρος αὐτῷ ὑπαντιάζει μέγας τε καὶ ὑψίκερως, οὐ τῶν τιθασῶν δήπου τούτων καὶ ἀροτήρων, ἀλλ' ὑλονόμος καὶ ὄρειος καὶ τοῖς κέρασι τὸ ἀντίπαλον διαφθείρων· βουβάλους οἶμαι τόδε τὸ γένος καλοῦσι. πλεῖστοι δὲ ἀνὰ τὴν ἐκείνῃ ἤπειρον νέμονται· ἀμφηρεφεῖς τε γὰρ αἱ νάπαι καὶ τὰ ὄρη λάσια καὶ δυσχείμερα τὰ χωρία, ἅπασι δὲ τούτοις τὸ ζῷον ἥδεσθαι πέφυκεν. 6 τοῦτον δὴ οὖν ὁ Θευδίβερτος ἔκ τινος νάπης ἰδὼν ἀναθορόντα καὶ ἐπερχόμενον εἱστήκει εὖ διαβάς, ὡς τῷ δόρατι ὑπαντιάσων· ὁ δὲ ἐπειδὴ ἀγχοῦ ἐγεγόνει, τῇ ῥοπῇ τοῦ δρό 15 μου φερόμενος ἐς δένδρον τι τῶν οὐ λίαν μεγάλων τῷ μετώπῳ κορύπ τεται, καὶ τὸ μὲν διεσείσθη τε ἅπαν καὶ ἐπὶ θάτερα κατεκλίθη, ξυμβέβηκε δὲ ἀθρόον ὅρπηκα μέγιστον τῶν ἐνθένδε κεχαλασμένων βιαιότερον προσ ραχθέντα τὴν κεφαλὴν τοῦ Θευδιβέρτου πατάξαι· ὁ δέ, καιρία γὰρ ἦν ἡ πληγὴ καὶ ἀνύποιστος, αὐτίκα ὕπτιος ἐπεπτώκει, καὶ μόλις φοράδην ἐς τὰ οἰκεῖα ἠγμένος αὐθημερὸν ἀπεβίω. 7 διαδέχεται δὲ τὴν ἀρχὴν Θευ δίβαλδος ὁ παῖς, ὃς δὴ εἰ καὶ νέος ἦν κομιδῇ καὶ ἔτι ὑπὸ παιδοκόμῳ τιθηνούμενος, ἀλλ' ἐκάλει γε αὐτὸν ἐς τὴν ἡγεμονίαν ὁ πάτριος νόμος. 5. Κατ' ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, ἐν ᾧ Τεΐας μὲν ἐτεθνήκει, τοῖς δὲ τῶν Γότθων πράγμασιν ὀθνείας τὸ λοιπὸν ἔδει ἐπικουρίας, τότε δὲ βασιλεῖς παρὰ Φράγγοις Θευδίβαλδός γε ἦν τὸ μειράκιον καὶ μὲν δὴ Χιλδίβερτός τε καὶ Χλωθάριος οἱ τοῦ παιδὸς μέγιστοι θεῖοι, ὡς ἂν οἱ Ῥωμαίων εἴποιεν νόμοι. 2 ἀλλ' ἐπὶ τούτους μέν, πορρωτάτω γὰρ ἐτύγχανον ἀπῳκισμένοι, οὐ χρῆναι ᾤοντο οἱ Γότθοι ἰέναι, πρὸς δὲ Θευδίβαλδον ἀναφανδὸν ἐπρεσβεύοντο, οὐ μὴν ἅπαν γε τὸ ἔθνος, μόνοι δὲ οἱ ἐκτὸς Πάδου ποταμοῦ ἱδρυμένοι· οἱ γὰρ δὴ ἄλλοι ἥδοντο μὲν καὶ οἳ τῷ νεωτερισμῷ καὶ τῇ τῶν καθεστώτων κινήσει, ἐτεθήπεσαν δὲ ὅμως ἀμφιγνοοῦντες τὰ ἐσόμενα καὶ τὸ ἀστάθμητον δεδιότες τῆς τύχης με τεώρους τε καὶ ἀμφιβόλους εἶχον τὰς γνώμας, καραδοκοῦντες μὲν καὶ διαπυνθανόμενοι τὰ ποιούμενα, βουλευόμενοι δὲ τῶν κρατούντων γενέσ θαι. 3 οἱ δὲ τῶν ἑτέρων πρέσβεις ἀφικόμενοι ἐς ὄψιν τε τῷ ἡγεμόνι καταστάντες καὶ ἅπασι τοῖς ἐν τέλει ἐδέοντο μὴ σφᾶς περιϊδεῖν ὑπὸ Ῥωμαίων πιεζομένους, συλλαβέσθαι δὲ μᾶλλον τοῦ ἀγῶνος καὶ ἀνακα λέσασθαι γένος πρόσοικόν τε καὶ φίλιον καὶ ἄρδην οἰχήσεσθαι κινδυνεῦον. 4 ἐδίδασκον δὲ ὡς καὶ αὐτοῖς ἐς τὰ μάλιστα συνοίσει μὴ ἐφιέναι Ῥω μαίοις ἐπὶ μέγα δυνάμεως αἰρομένοις, ἀλλὰ παντὶ σθένει τὴν αὔξην κο λούειν· «εἰ γὰρ ἅπαν τὸ Γοτθικὸν γένος ἐκποδὼν ποιήσονται, οὐκ ἐς 16 μακρὰν» ἔφασαν οἱ πρέσβεις «καὶ καθ' ὑμῶν αὐτῶν ἥξουσι καὶ ἀνανεώ σονται τοὺς προτέρους πολέμους. 5 ἐπιλείψει γὰρ αὐτοὺς οὐδ' ὁπωσ τιοῦν εὐπρόσωπος αἰτία ἐς προκάλυμμα τῆς πλεονεξίας, ἀλλὰ σὺν δίκῃ γε ὑμᾶς δόξουσι μετιέναι, Μαρίους τινὰς καὶ Καμίλλους καὶ τῶν Καισά ρων τοὺς πλείστους ἀπαριθμούμενοι, ὡς δὴ πάλαι ποτὲ τοῖς ἄνω Γερ μανοῖς πολεμήσαντας καὶ τὰ ὑπὲρ Ῥῆνον ἅπαντα κατασχόντας· ταύτῃ τε οὐ βιάζεσθαι δόξουσιν, ἀλλ' ὁσίως ἐπιστρατεύειν, ὡς οὐδέν τι ὀθνεῖον μαστεύσοντες, ἀλλὰ κτήματα τῶν σφετέρων προγόνων ἀνα κομιούμενοι. 6 τοιοῦτο γὰρ δή τι καὶ ἡμῖν ἐπαγαγόντες ἐπίκλημα, ὡς δὴ Θευδερίχου πάλαι τοῦ ἡμετέρου ἡγεμόνος καὶ οἰκιστοῦ οὐ προ σηκόντως τῆς Ἰταλίας ἐπιλαβομένου, ἀφῄρηνται μὲν ἡμᾶς τὰ οἰκεῖα, τὸ δὲ πλεῖστον ἀπεκτόνασι