13 Τίνα δὲ καὶ τὰ κακὰ εἶναι λέγει; περὶ μὲν γὰρ τὸν ἥλιον καὶ τὴν σελήνην οὐδὲν ἀπολείπει· περὶ δὲ τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας εἴ τι τοιοῦτον εἶναί φησιν, καὶ τί ποτ' ἐστὶν τοῦτο, εὔλογον ἐφεξῆς ζητεῖν. ἀλλ' ἡ μὲν ἀταξία κατ' αὐτούς ἐστι τὸ κακὸν καὶ ἡ ἄτακτος κίνησις· ταῦτα δὲ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύ τως ἔχει, καὶ οὔτε τινὰ τῶν πλανωμένων αἰτιάσεται ὡς παρὰ τὸν τεταγμένον χρόνον ἐπιμεῖναί ποτε ζῳδίῳ ἀξιώσαντα, οὔτε τῶν ἀπλανῶν ὡς οὐκ ἐπὶ τῆς αὐτῆς μένοντα ἕδρας καὶ μὴ συμπεριπολοῦντα τῇ τοῦ παν τὸς περιφορᾷ ἐν ἑκατὸν ἔτεσιν μίαν μοῖραν ἐπὶ τὰ ἑπόμενα κινούμενον. ἐν γῇ δὲ εἰ τὸ ἀνήμερον ἐνίων χωρίων αἰτιᾶται, ἢ μέμφονται οἱ κυβερνῆται τοὺς ἐν τῇ θαλάσσῃ χειμῶνας, πρῶτον μὲν κατ' αὐτοὺς τῆς τοῦ ἀγαθοῦ μοίρας τὰ τοιαῦτα. εἰ γοῦν ἐπὶ γῆς μηδὲν φύοιτο, τάχιστα ἂν ἀπόλοιτο πάντα τὰ ζῷα· τοῦτο δὲ πολὺ τῆς ἐναπειλημμένης τῇ ὕλῃ δυνάμεως πρὸς τὸν θεὸν παραπέμψαι δύναται, καὶ πολλὰς σελήνας δεήσει γενέσθαι, ἵνα ἀθρόως χωρῆσαι δυνηθῶσι τοσαύτας προσπελαζούσας ψυχάς. τὰ δὲ αὐτὰ καὶ περὶ τὴν θάλατταν· ἕρμαιον γὰρ ἀπόλλυσθαι, ἵνα τάχιστα τῆς πρὸς τὸν θεὸν ὁδοῦ ἔχωνται οἱ ἀπολλύμενοι. οἱ δὲ πόλεμοι οἱ ἐπὶ γῆς καὶ λιμοὶ καὶ πᾶν ὅ τι φθοροποιὸν ἐν πλείστῃ τιμῇ κατ' αὐτούς· πᾶν γὰρ τὸ ἀγαθῶν αἴτιον τιμητόν, ἀγαθοῦ δὲ αἴτια ταῦτα ἐκ τῆς συμ βαινούσης φθορᾶς πρὸς τὸν θεὸν παραπέμπει τὴν δια κρινομένην ἀπὸ τῶν ἀπολλυμένων δύναμιν. 14 ἠγνοήκαμέν τε, ὡς ἔοικεν, ὅτι ἐν δίκῃ τὸν κροκόδειλον καὶ τὸν λέοντα καὶ τὸν λύκον τιμῶσιν Αἰγύπτιοι, ἐπειδὴ ταῦτα μάλιστα παρὰ τὰ ἄλλα ζῷα καρτερώτατα ὄντα καταναλίσκει σιτούμενά τε αὐτὰ καὶ πάντα τρόπον διαφθείροντα, καὶ τὸν ἀετὸν καὶ τὸν ἱέρακα, ὅτι καὶ ταῦτα τῶν ἐν ἀέρι καὶ ἐπὶ γῆς ἀσθενεστέρων ζῴων ἀναιρετικά. τάχα δὲ κατ' αὐτοὺς ὁ ἄνθρωπος διὰ τοῦτο ἐν πλείστῃ τιμῇ, ὅτι μάλιστα πάντων ταῖς ἐπι νοίαις καὶ ταῖς τέχναις πλεῖστα τῶν ζῴων δαμάζειν εἴωθεν, ἵνα καὶ αὐτὸς μὴ ἀμοιρῇ τούτου τοῦ ἀγαθοῦ, βορὰ ἑτέρων γίνεται. πάλιν οὖν αἱ γενέσεις ἄτοποι κατ' αὐτούς, ἐκ μικροῦ καὶ τοῦ τυχόντος σπέρματος πάμμεγά τι ἀποτελοῦσαι, καὶ πολὺ κάλλιον κατ' αὐ τοὺς ἀνῃρῆσθαι ταύτας ὑπὸ τοῦ θεοῦ, ἵνα ἂν σύν τομος ἐγένετο ἀπαλλαγὴ τῆς ἐνταῦθα διατριβῆς τῆς δυνάμεως τῆς θείας. ἀλλὰ τί καὶ πρὸς ἀκολασίας καὶ ἀδικίας καὶ πᾶν ὁτιοῦν τοιοῦτον, φήσειέν τις ἄν, ὁ Μανιχαῖος ἐρεῖ; οὐκοῦν πρὸς ταῦτα βοηθὸς δέδοται ἡ παίδευσις καὶ ὁ νόμος; ἡ μὲν παίδευσις ἐκφροντί ζουσα τοῦ μηδὲ τοιοῦτόν τι περὶ τοὺς ἀνθρώπους συμβαίνειν, ὁ νόμος δὲ τιμωρούμενος τὸν ἁλόντα ἔν τινι τῶν ἀδικημάτων ὄντα. ἔπειτα δὲ τί τὸ ἔγκλημα τῆς γῆς εἰ γεωργὸς ἀμελήσειεν τοῦ ταύτην ἡμεροῦν ὅτι ἠλάττωται ἡ τοῦ θεοῦ ἀρχή, ἥτις ἐστὶν κατὰ τὸ δίκαιον, ὅταν ᾖ τὰ μὲν καρπῶν γόνιμα τὰ δὲ μὴ τοιαῦτα, ἢ φερομένων τῶν πνευμάτων καθ' ἑτέραν αἰτίαν τοὺς μὲν ὠφελεῖσθαι τοὺς δὲ καὶ ἀβούλητά τινα ὑπομένειν συμβαίνῃ; ἀπείρους τ' οὐκ ἐχρῆν εἶναι τῆς τῶν ἐνδεχομένων φύσεως καὶ τῆς τῶν ἀναγκαίων, οὕτω γὰρ οὐκ ἂν τὰ τοιαῦτα ἐτερατεύοντο.
15 Πόθεν οὖν ἡδονὴ καὶ ἐπιθυμία; ταῦτα γὰρ μάλιστα κακὰ εἶναι λέγουσιν, καὶ δι' ἃ μεμισήκασιν τὴν ὕλην, οὐχ ἕτερα μᾶλλόν ἐστιν. ὅτι μὲν οὖν [οὐ] περὶ τὰ αἰσθητικὰ τῶν ζῴων μόνον ἐστὶ ταῦτα καὶ οὐδὲν ἕτερον ἀντιλαμβάνεται ἐπιθυμίας καὶ ἡδονῆς ἢ τὰ αἰσθανόμενα, φανερόν. ποία γὰρ αἴσθησις ἡδονῆς καὶ λύπης φυτῷ, ποία δὲ γῇ <ἢ> ὕδατι ἢ ἀέρι; οἱ δαίμονές τε εἴπερ εἰσὶν αἰσθητικὰ ζῷα διὰ τοῦτο ἴσως τοῖς νενομισμένοις περὶ τὰς θυσίας ἥδονται καὶ ἀπολειπομένων δυσφοροῦσιν, οὐδενὸς τοιούτου περὶ θεοῦ ἐπινοεῖσθαι δυναμένου. οἱ δὴ λέγοντες «διὰ τί ἥδεται καὶ ἐπιθυμεῖ τὰ ζῷα;» αἰτιάσθωσαν πρότερον, διὰ τί ἐστιν αἰσθητικὰ ταῦτα ἢ διὰ τί
7