Inventio crucis

 σῶμα, παρ' ἑαυτοῦ δὲ ψυχὴν λογικὴν αὐτῷ καὶ νοερὰν ἐνθύκτιστον, οὐ προϋπάρχουσαν, οὐδὲ μέρος οὖσαν Θεοῦ, ὡς παράφρων καὶ μα νιώδης Ὠριγένης ἐβλασφήμησ

 καὶ γενεὰν, ἕως οὗ κατήντησεν εἰς αὐτὸν τὸν πυθμένα τῶν κακῶν. Ὁ δὲ θεῖος Λόγος οὐδ' οὕτως ἀπεστράφη τοῦ ἰδίου πλάσματος, οὐδὲ ἐγκατέλιπεν, ὃν κατ' εἰ

 4028 οὔσης ἐκ σπέρματος ∆αυῒδ καὶ Ἀβραὰμ, κατὰ ἀλήθειαν, καὶ οὐ κατὰ φαντασίαν, Θεὸς ὢν ἀληθινὸς, μετὰ τῆς προσλήψεως, καὶ διὰ τοῦτο κυρίως καὶ κατὰ ἀ

 γενέθλιον ἡμέραν τοῦ Χριστοῦ τῇ πρὸ ὀκτὼ Καλανδῶν Ἰανουαρίων. Ἀλλὰ πάντων μὲν τὰς χρήσεις ἐπὶ τοῦ παρόντος παραγαγεῖν καιροῦ, παρέλκον ἡγοῦμαι. Οὐδὲ γ

 ἐτελεύτησε, παραδοὺς τὴν βασιλείαν Τι βερίῳ τῷ υἱῷ αὐτοῦ. Ἦν δὲ ὁ Κύριος τότε ἐτῶν δεκα πέντε. Τιβέριος δὲ ὁ Καῖσαρ γνήσιον φίλον ἔχων τὸν Πιλάτον, ἡγ

 διεπρίοντο ἐν ἑαυτοῖς οἱ ἀρχιερεῖς, λέγοντες· Τί ποιήσομεν; ὅτι μὲν γὰρ σημεῖα καὶ τέρατα μεγάλα ἐπιτελοῦνται διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ ὑπὸ τῶν αὐτοῦ

 αὐτῶν ἀνῃρέθη, καὶ οἱ οἶκοι αὐτῶν καὶ τὰ τέκνα ἐγένετο εἰς διαρπαγὴν, καὶ ἀπὸ τῆς Ἰταλίας καὶ Ῥώμης μετὰ πολλῶν θλίψεων καὶ ζημιῶν ἐξ εβλήθησαν. Ταῦτα

 διωγμὸν μέγαν τοῖς Ἰουδαίοις ἐπήγειρεν, ἐπιζητῶν τοὺς ἐκ βασιλικῆς συγγενείας· ἐμηνύθη αὐτῷ τὰ περὶ Χριστοῦ, ὅτι ἐκ τοῦ ∆αυῒδ ὑπάρχει, καὶ μέγα ἔχει γ

 ἐκβο λῆς ἔτη πεντήκοντα ὀκτώ. Ἡ δὲ κατὰ τὴν Αἰλίαν συστᾶσα ἁγία Ἐκκλησία ἐξ ἐθνῶν τυγχάνουσα, πρῶτον καθιστᾷ ἐπίσκοπον ἐξ ἐθνῶν Μάρκον, ἄνδρα κατὰ πάν

 Ἀλέξανδρος μαρτυρήσας Μαρζαβάνην διάδοχον τῆς λειτουργίας κατέλιπε, καὶ τοῦτον Ὑμέ ναιος διαδέχεται. Μετὰ Γαληνὸν Κλαύδιος ἐβασίλευ σεν ἔτη δύο. Καὶ τ

 καταθυμίως τὰ κατ' ἔθος, καὶ ὑπὸ πάντων τιμᾶσθαι, παρακαλεῖν τε καὶ εὔχεσθαι αὐτοὺς ὑπὲρ αὐτοῦ αὐτοκράτορος. Ταῦτα γέγονε, καὶ εὐθέως ἡ θεία φιλανθρωπ

 ποταμὸν πεπληρωμένον ἵππων σὺν ἀναβάταις. Οἱ δὲ πολῖται τῆς Ῥώμης στεφανώσαντες αὐτὸν εἰσεδέξαντο μετὰ χαρᾶς μεγάλης καὶ εὐφημιῶν, τόν τε νικοποιὸν στ

 συλληφθείς. Φιλαν θρώπως δὲ χρησάμενος ὁ κατὰ πάντα πραότατος βασιλεὺς τῷ δυσμενεῖ, ἐκέλευσεν αὐτὸν ἐν Θεσσαλο νίκῃ διάγειν ἡσυχάζοντα. Ὁ δὲ μικρὸν ἡσ

 βασιλίδα, σὺν τῆς ἐπαρχίας ἐπισκόποις ἀπήντησε τῇ βασιλίδι. Εὐθέως δὲ παρεκελεύσατο τοῖς ἐπι σκόποις τὴν ζήτησιν τοῦ ποθουμένου ξύλου ποιήσα σθαι. Ἀπο

 ὑπογράφουσι τῇ ἐκθέσει τῆς πίστεως, καὶ ἐν πᾶσιν ἀκολουθοῦσι τοῖς ἁγίοις Πατράσιν. Πεισθεὶς δὲ τούτοις ὁ βασιλεὺς ἀνεκαλέσατο αὐτοὺς ἐκ τῆς ἐξορίας, κ

 ἐν θέντες, ἐποίησαν κοπετὸν μέγαν ἐπ' αὐτὸν θρηνοῦν τες, ὡς πατρὸς φιλοστόργου, καὶ οὐ βασιλέως ἐξουσιαστοῦ στερηθέντες. Καταλαβὼν δὲ Κωνστάντιος ὁ τῆ

 ἐφ' οὗ ὁ Χριστὸς κατὰ σάρκα, (ἐγεννήθη), ἕως τοῦ μεγάλου Κωνσταντίνου τριάκοντα πέντε γεγόνασι βασιλεῖς· ὁμοίως καὶ ἀπὸ Ἰακώβου τοῦ ἀδελφοθέου ἕως τῆς

 καταξιωθέντες ἰδεῖν τὴν σὴν ἀνάδειξιν. Σὺ εἶ τῶν προφητῶν τὸ κήρυγμα. Περὶ σοῦ γὰρ ἀγαλλιώμενοι ὁσημέραι κελαδοῦσι λέγοντες πρὸς τὸν Θεὸν, «Ἔδωκας τοῖ

διεπρίοντο ἐν ἑαυτοῖς οἱ ἀρχιερεῖς, λέγοντες· Τί ποιήσομεν; ὅτι μὲν γὰρ σημεῖα καὶ τέρατα μεγάλα ἐπιτελοῦνται διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ ὑπὸ τῶν αὐτοῦ μαθητῶν, πᾶσι φανερὸν, καὶ οὐ δυνάμεθα ἀρνήσασθαι, ἀλλ' ἵνα μὴ ἐπὶ πλέον διανεμηθῇ εἰς τὰς μετέπειτα γενεὰς, δεῦτε κρύψωμεν τὸν τόπον τῆς ταφῆς αὐτοῦ. Ἐὰν γὰρ ἴδω σιν οἱ λαοὶ κενὸν τὸν τάφον, πάντες πιστεύσουσιν εἰς αὐτόν. Τότε ἐκέλευσαν χωσθῆναι τὸν τάφον καὶ τὸν τόπον τοῦ Κρανίου, ἐν ᾧ ὑπῆρχεν ὁ ἁγιώτατος σταυ ρὸς, τὰ τῆς σωτηρίας σημεῖα λήθῃ παραδοῦναι φιλο νεικοῦντες. Καὶ αὕτη μέν ἐστιν ἡ κακίστη συμβουλὴ τῶν παρανόμων Ἰουδαίων. Ὁ δὲ Θεὸς πάντα συνεχώρησεν αὐτοῖς ποιῆσαι, σαφῶς οἰκονομῶν τὰ μέλλοντα. Ἐπειδὴ γὰρ ἔμελλεν ἡ πόλις ἐρημωθῆναι καὶ πυρὶ παραδοθῆναι, συνεχώρησεν ὁ Θεὸς κρυβῆναι πρὸς ὀλί γον τὸ ζωοποιὸν ξύλον καὶ τὴν ἔνδοξον ἀνάστασιν, ἵνα μὴ ἐν τῇ ἀναστασίᾳ ὑπὸ Ἰουδαίων καὶ ἐθνῶν πυρὶ οἱ τόποι παραδοθῶσιν· ᾔδει γὰρ ἐν τῷ δέοντι καιρῷ μετὰ δόξης πολλῆς ἀναδειχθήσεσθαι μέλλοντα. Ὁ δὲ Πιλάτος πάντα τὰ πεπραγμένα ἐπὶ τοῦ σταυ ροῦ ἀνήγαγε τῷ Καίσαρι, καὶ ὅτι ὁ σταυρωθεὶς Ἰη σοῦς, ὁ λεγόμενος Χριστὸς, ἀνέστη τριήμερος, καὶ θαυμάσια μεγάλα ἐπιτελοῦνται ὑπὸ τῶν αὐτοῦ μαθη τῶν ἐν τῷ ὀνόματι αὐτοῦ. Τιβέριος δὲ, ἀκούσας ταῦτα καὶ θαυμάσας, ἐπίστευε τῷ Κυρίῳ καὶ ἐβούλετο πα ραχρῆμα τοῦτον διὰ βασιλικοῦ τύπου ἀναγορεῦσαι Θεόν. Ἀντεπράχθη δὲ ὑπὸ τῆς ἰδίας συγκλήτου, μωρίαν ἡγησαμένης τὸν λόγον τοῦ σταυροῦ. Ὁ δὲ Καῖσαρ ἐκράτει τὸν λόγον αὐτοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ τοῖς διαβάλλουσι Χριστιανοὺς ὄλεθρον ἠπείλησε. Μαθὼν δὲ ὅτι Ἡρώδης συνῄνεσεν εἰς τὸν θάνατον τοῦ Χρι στοῦ, καὶ ὅτι διὰ τῆς ἀθεμίτου αὐτοῦ μοιχείας τῆς εἰς τὴν Ἡρωδιάδα κακὰ πολλὰ ἐγένετο κατὰ τὴν χώ ραν ἐκείνην, καὶ ὅτι Ἰωάννην τὸν Βαπτιστὴν, ἄνδρα δίκαιον ὄντα, διὰ τὸν ἔλεγχον τῆς παρανομίας ἐφόνευ σε, λίαν ἠγανάκτησε. Καὶ αὐτὸν δέσμιον μετὰ τῆς μοιχαλίδος εἰς Ῥώμην ἀπενεχθῆναι ἐκέλευσε, καὶ γυμνώσας αὐτὸν τῆς ἀρχῆς καὶ δημεύσας, σὺν τῇ Ἡρωδιάδι παρέπεμψεν ἐξόριστον εἰς Ἱσπανίους, κἀκεῖσε τὸν βίον χαλεπῶς κατέστρεψε. Τὴν δὲ κα κῶς ὀρχησαμένην κόρην κατέπιεν ἡ γῆ, ἔτι ζώσης τῆς γεννησαμένης ἐχίδνης. Ἀπέθανε καὶ Τιβέριος βασιλεύσας ἔτη κβʹ, καὶ ἐβασίλευσε Γάϊος ἀντ' αὐτοῦ ἔτη τέσσαρα. Οὗτος ἦν ἀν 4040 ήμερος καὶ λίαν ὑπερήφανος. Τούτῳ διαβληθεὶς ὁ Πιλᾶτος, παραστάσιμος ἀνηνέχθη εἰς Ῥώμην καὶ εἰς τοσαύτας περιπέπτωκεν ἀνάγκας καὶ περιστά σεις, ὥστε αὐτὸν φονευτὴν ἑαυτοῦ γενέσθαι. Οἱ δὲ Ἰουδαῖοι εἰς μείζονας ἀταξίας ἐξετράπησαν, ὥστε πολλοὺς αὐτῶν ὑπὸ Ῥωμαίων ἀναλωθῆναι. Ὁ δὲ Καῖσαρ Ἡρώδην ἄλλον Ἀριστοβούλου, τὸν Ἀγρίππα λεγόμενον, βασιλέα τῆς Ἰουδαίας ἀνέδειξε, παραδοὺς αὐτῷ πάσας τὰς τετραρχίας. Οὗτος δεινὸς ὢν ἐκακο ποίει τοὺς μαθητὰς τοῦ Χριστοῦ. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου μαχαίρᾳ, κατὰ τὴν ἱερὰν τῶν Πράξεων φωνὴν, ἐπιχειρήσας θανατῶσαι καὶ Πέ τρον, εἰ μὴ παραδόξως δι' ἀγγέλου ἁγίου ἐῤῥύσθη ἐκ τῶν χειρῶν αὐτοῦ. Καὶ οὐκ ἐπαύσατο δὲ ὁ προει ρημένος Ἡρώδης ἀλαζωνευόμενος, ἕως οὗ τῆς θείας δίκης πεῖραν ἔλαβε, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξε. Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν Ἰάκωβος ὁ δίκαιος καὶ κληθεὶς ἀδελφὸς τοῦ Κυρίου πρῶτος ἦν κατασταθεὶς ἐπίσκοπος, κατὰ πρόσταξιν Θεοῦ, τῆς Ἱεροσολύμων ἁγίας Ἐκκλησίας. Τῶν δὲ Ἰουδαίων ἀτάκτως φερομένων κατὰ τῶν μαθητῶν τοῦ Κυρίου, πλειόνων κα κῶν ἐπειράθησαν. Καὶ γοῦν πλῆθος πολὺ ὑπὸ Ῥω μαίων κατεσφάγη. Ἦν δὲ ἄλλος Ἀγρίππας παραλαβὼν τὴν βασιλείαν τῆς Ἰουδαίας ὁ κατὰ τὸν ἅγιον Παῦλον. Ἀπέθανε δὲ Γάϊος, καὶ ἐβασίλευσε Κλαύδιος ἀντ' αὐτοῦ ἔτη δεκατέσσαρα. Ἐπὶ τούτῳ ἐγένετο λι μὸς μέγας ἐφ' ὅλην τὴν οἰκουμένην, κατὰ τὴν προφη τείαν Ἀγάβου. Τότε Ἰουδαῖοι εἰς μανίαν τραπέντες, δόλῳ κατὰ τῆς ἀγορᾶς ἀλλήλους κατέσφαζον, ἐφ' ᾧ κινηθεὶς ὁ Καῖσαρ ἀπέστειλε τοῖς τῶν ἐθνῶν ἄρχου σιν ἀφειδῶς χρήσασθαι τοῖς Ἰουδαίοις, καὶ λαὸς ἱκα νὸς ἐξ

7