1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

7

φαίνεται καὶ αὐτὸς μήτε οὕτως φρονήσας, ὡς αὐτοὶ λέγουσι, μήτε ὅλως τὴν Ἀρείου κακοδοξίαν ἐσχηκώς.

14.1 Καὶ ἀρκεῖ μὲν εἰς τελείαν κατάγνωσιν τῶν Ἀρειανῶν καὶ εἰς ἀπόδειξιν τῆς συκο φαντίας αὐτῶν τὸ καὶ μόνον ἀπολογήσασθαι τὸν ∆ιονύσιον καὶ περὶ ὧν οὗτοι τεθρυλή κασιν. οὐ γὰρ ὡς φιλονεικῶν ἀντέγραψεν, ἀλλ' ἀπολογούμενος περὶ ὧν ὑπωπτεύθη· ὁ δὲ ἀπολογούμενος περὶ ὧν κατηγορήθη τί ἕτερον ποιεῖ ἢ λύει μὲν πᾶν ἔγκλημα ὑπο πτευθὲν κατ' αὐτοῦ, ἐλέγχει δὲ καὶ ἐν τούτῳ συκοφάντας τοὺς Ἀρειομανίτας; ἵνα δὲ καὶ ἐξ ὧν ἀπολογούμενος ἔγραψε πλέον αἰσχυνθῶσιν οὗτοι, φέρε σοι καὶ τὰς λέξεις αὐτοῦ 14.2 παραθῶμαι. γνώσῃ γὰρ ἀπ' αὐτῶν, ὅτι οἱ μὲν Ἀρειανοὶ κακόφρονές εἰσιν, ὁ δὲ ∆ιονύσιος ἀλλότριος τῆς ἐκείνων ἑτεροδοξίας ἐστί. πρῶτον μὲν οὖν ἐλέγχου καὶ ἀπολογίας ἐπέγραψεν ἑαυτοῦ τὴν ἐπιστολήν· τοῦτο δὲ τί ἐστιν ἢ ὅτι τοὺς μὲν ψευδομένους ἐλέγχει, περὶ δὲ ὧν ἔγραψεν ἀπολογεῖται δεικνὺς ὅτι μὴ ὡς Ἄρειος ὑπενόησεν ἔγραψεν αὐτός, ἀλλ' ὅτι τῶν ἀνθρωπίνως εἰρημένων περὶ τοῦ κυρίου μνησθεὶς οὐκ ἠγνόει τοῦτον εἶναι 14.3 λόγον καὶ σοφίαν ἀδιαίρετον τοῦ πατρός; ἔπειτα αἰτιᾶται τοὺς κατειπόντας αὐτοῦ ὡς μὴ ὁλοκλήρους λέγοντας ἀλλὰ περικόπτοντας αὐτοῦ τὰς λέξεις καὶ ὡς μὴ καλῇ συνειδήσει ἀλλὰ πονηρᾷ λαλοῦντας ὡς θέλουσι· τούτους τε τούτοις ἀπεικάζει τοῖς τὰς τοῦ μακαρίου ἀποστόλου διαβάλλουσιν ἐπιστολάς. ἡ δὲ τοιαύτη μέμψις αὐτοῦ πάντως ἀπὸ φαύλης ὑποψίας αὐτὸν ἀπολύει. εἰ γὰρ τοὺς Παύλου κατειπόντας οὕτως ἡγεῖται ὡς τοὺς αὐτοῦ κατειπόντας, οὐδὲν ἕτερον δείκνυσιν ἢ ὅτι τὰ τοῦ Παύλου φρονῶν οὕτως ἔγραψεν. 14.4 ἀμέλει καὶ πρὸς ἕκαστον τῶν ὑπὸ τῶν κατηγόρων εἰρημένων ἀπαντῶν πάντα τὰ παρ' αὐτῶν προφερόμενα θεραπεύει, καὶ Σαβέλλιον μὲν ἐν ἐκείνοις ἀνατρέπει, ἐν τούτοις δὲ δείκνυσιν ὁλόκληρον ἑαυτοῦ τὴν εὐσεβῆ πίστιν. φασκόντων τοίνυν ἐκείνων φρονεῖν τὸν ∆ιονύσιον «οὐκ ἀεὶ ἦν ὁ θεὸς πατήρ, οὐκ ἀεὶ ἦν ὁ υἱός, ἀλλ' ὁ μὲν θεὸς ἦν χωρὶς τοῦ λόγου, αὐτὸς δὲ ὁ υἱὸς οὐκ ἦν πρὶν γεννηθῇ, ἀλλ' ἦν ποτε ὅτε οὐκ ἦν, οὐ γὰρ ἀίδιός 14.5 ἐστιν, ἀλλ' ὕστερον ἐπιγέγονεν», ὅρα πῶς ἀποκρίνεται. τὰ μὲν οὖν πλεῖστα τῶν αὐτοῦ ῥημάτων, ἅπερ ἢ ζητῶν ἐξετάζει ἢ συλλογιζόμενος συνάγει ἢ ἐρωτῶν ἐλέγχει ἢ τοὺς κατειρηκότας αἰτιᾶται, ταῦτα παρεὶς διὰ τὸ μῆκος τῶν λόγων μόνα τὰ πρὸς τὴν κατηγορίαν ἀναγκαῖα τίθημι. ἀπολογούμενος τοίνυν πρὸς ἐκεῖνα γράφει ταῖς λέξεσι ταύταις ἐν τῷ πρώτῳ τῷ ἐπιγραφομένῳ ἐλέγχου καὶ ἀπολογίας μεθ' ἕτερα οὕτως·

15.1 «Οὐ γὰρ ἦν ὅτε ὁ θεὸς οὐκ ἦν πατήρ». καὶ τοῦτο οἶδεν ἐν τοῖς ἑξῆς· «ἀεὶ τὸν «Χριστὸν εἶναι, λόγον ὄντα καὶ σοφίαν καὶ δύναμιν, οὐ γὰρ δὴ τούτων ἄγονος ὢν ὁ θεὸς «εἶτα ἐπαιδοποιήσατο, ἀλλ' ὅτι μὴ παρ' ἑαυτοῦ ὁ υἱὸς ἀλλ' ἐκ τοῦ πατρὸς ἔχει τὸ εἶναι». 15.2 καὶ μετ' ὀλίγα πάλιν περὶ τοῦ αὐτοῦ φησιν· ««ἀπαύγασμα δὲ ὢν φωτὸς ἀιδίου» πάντως «καὶ αὐτὸς ἀίδιός ἐστιν. ὄντος γὰρ ἀεὶ τοῦ φωτὸς δῆλον ὡς ἔστιν ἀεὶ τὸ ἀπαύγασμα. «τούτῳ γὰρ καὶ ὅτι φῶς ἐστι τῷ καταυγάζειν νοεῖται, καὶ φῶς οὐ δύναται μὴ φωτίζον 15.3 «εἶναι. πάλιν γὰρ ἔλθωμεν ἐπὶ τὰ παραδείγματα. εἰ ἔστιν ἥλιος, ἔστιν αὐγή, ἔστιν «ἡμέρα· εἰ τοιούτων μηδὲν ἔστι, πολύ γε δεῖ καὶ παρεῖναι ἥλιον. εἰ μὲν οὖν ἀίδιος ὁ ἥλιος, «ἄπαυστος ἂν ἦν καὶ ἡ ἡμέρα, νῦν δέ (οὐ γάρ ἐστιν) ἀρξαμένου τε ἤρξατο καὶ παυ «ομένου παύεται. ὁ δέ γε θεὸς αἰώνιόν ἐστι φῶς οὔτε ἀρξάμενον οὔτε λῆξόν ποτε. οὐ «κοῦν αἰώνιον πρόκειται καὶ σύνεστιν αὐτῷ τὸ ἀπαύγασμα, ἄναρχον καὶ ἀειγενὲς προ «φαινόμενον αὐτοῦ, ὅπερ ἐστὶν ἡ λέγουσα σοφία «ἐγὼ ἤμην ᾗ προσέχαιρε· καθ' ἡμέραν 15.4 «δὲ ηὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ»». καὶ αὖθις ἐπάγει μετ' ὀλίγα περὶ τοῦ αὐτοῦ λέγων· «ὄντος οὖν αἰωνίου τοῦ πατρὸς αἰώνιος ὁ υἱός ἐστι, φῶς «ἐκ φωτὸς ὤν· ὄντος γὰρ γονέως ἔστι καὶ τέκνον. εἰ δὲ μὴ τέκνον εἴη, πῶς καὶ τίνος εἶναι 15.5 «δύναται γονεύς; ἀλλ' εἰσὶν ἄμφω καὶ εἰσὶν ἀεί». εἶτα πάλιν προστίθησι ταῦτα·