ἐπέμεινεν ἐν τῇ βουλῇ. Καὶ τῷ υἱῷ Ἰωνάθαν ἠγανάκτει, διὰ τὸ ἔχειν φίλα πρὸς τὸν ∆αβὶδ, καὶ ἐπεχείρησε τὸν ἴδιον υἱὸν ἀνελεῖν τῇ βασκανίᾳ τῆς διανοίας ἀβλεπτῶν. Ἰδὼν δὲ ἑαυτὸν ἐπιβουλευόμενον ὁ ∆αβὶδ, κρύβεται ἕως τῆς τρίτης· καὶ ὁ ∆αβὶδ οἶδε τὴν τρίτην, καὶ συν θήκας ποιεῖται πρὸς τὸν Ἰωνάθαν, καὶ οὕτως φεύγει ὁ νικητής· οὐκ ἀτονῶν ἀμύνασθαι τὸν ἐχθρὸν, ἀλλὰ μὴ βουλόμενος κατὰ τοῦ εὐεργετηθέντος ἐπαγαγεῖν ξίφος· καὶ παραδοὺς ἅπαξ τῷ Θεῷ τὸ κριτήριον, καὶ φεύγων, ἔρχεται μετὰ τῶν οἰκετῶν πρὸς τὸν Ἀβιμέλεχ τὸν ἱερέα Πάντα δὲ ταῦτα λέγομεν διὰ τὴν ἱστορίαν τοῦ Εὐαγγελίου, διὰ τὸ ῥῆμα τοῦ Σωτῆρος τὸ εἰρημένον· «Οὐκ ἀνέγνωτε ὃ ἐποίησε ∆αβὶδ, ὅτε ἐπείνασεν, ὡς ἦλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρ τους τῆς προθέσεως ἔφαγεν;» Ἔρχεται τοίνυν ὁ ∆αβὶδ πρὸς τὸν Ἀβιμέλεχ τὸν ἱερέα, μετ' ὀλίγων ὁδοιπορῶν. Ἐξεπλάγη ὁ Ἀβιμέλεχ· καὶ, Τί τοῦτο γέγονε, φησὶν, ὅτι μόνος ὁ στρατηλάτης ὁδεύει, καὶ ὁ ἐπίσημος λιτοτέραν ποιεῖται τὴν ὁδοιπορίαν; Ὁ δὲ ∆αβὶδ οὐ λέγει τὴν ἐπιβουλὴν, ἀλλὰ σιωπᾷ τὸ πρᾶγμα καί φησιν, ὅτι τοῖς παιδαρίοις ἐντέταλται ἐν τῷ τόπῳ τῷ λεγομένῳ, Θεῷ πίστις. Σημείωσαι καὶ τοῦτο 28.161 καὶ παρὰ τῷ ∆αβὶδ ἡ πίστις· διὰ τὸν μέλλοντα ἐξ αὐτοῦ γεννᾶσθαι, τὸν λέγοντα· «Κατὰ τὴν πίστιν σου γενηθήτω σοι.» Εἰκόνες καὶ ἐνταῦθα πραγμάτων καὶ ὁμοιότητες. Αἰτεῖ ἄρτους ὁ ∆αβὶδ παρὰ τοῦ Ἀβιμέ λεχ. Ὁ δέ φησι πρὸς αὐτόν· Οὐκ εἰσὶν ἄρτοι ἀλλ' ἢ οἱ ἀφιερωμένοι ἐκ προσώπου Κυρίου. Πάλιν ἄλλου νόμου δεῖ ἡμᾶς μνημονεῦσαι. Ὁ τοῦ Μωϋσέως νόμος ἔγραψεν ἐν ταῖς τελεταῖς τῆς λατρείας ταῖς γινομέ ναις κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου, δώδεκα ἄρτους θερμοὺς πεφθέντας τεθῆναι ἐπὶ τῆς τραπέζης. Ὅπου δὲ θέρμη, ἐκεῖ πῦρ. Λεγέτωσαν νῦν ἡμῖν οἱ Ἰουδαῖοι πῶς τηροῦσι τὸ Σάββατον, καὶ τὸ πῦρ ἅπτειν παραι τοῦνται, ὅπου οἱ ἱερεῖς ἅπτουσι πῦρ, καὶ ἄρτους πέ ψαντες θερμοὺς παρατιθέασι; Μὴ ἐγὼ μόνος παρα βαίνω τὸ Σάββατον; Ἰδοὺ οἱ ἱερεῖς τοὺς θερμοὺς πέ πτουσιν ἐν Σαββάτῳ, καὶ περιτομὴν διδόασιν ἐν Σαβ βάτῳ. Ὅπου δὲ περιτομὴ, ἐκεῖ καὶ σίδηρος, καὶ σπόγγοι, καὶ τὰ ἀκόλουθα. Ὅπου ἀρτοποιίαι, ἐκεῖ καὶ κλίβανοι, ἐκεῖ καὶ φρυγάνων συγκομιδὴ, καὶ ὅλως ἔργον αὐτοῖς, τὸ τῆς ἀρτοποιίας. Τῷ μὲν οὖν λαῷ τῶν Ἰουδαίων ἀπηγορεύετο μὴ ἐργάζεσθαι ἐν Σαββάτῳ· τοῖς δὲ ἱερεῦσιν οὐκ ἦν ἀπηγορευμένον. ∆ιὰ τοῦτο καὶ ἡμῖν καὶ πᾶσιν ἀφίεται τὸ ἐν Σαββάτῳ ἐργάζεσθαι· καὶ γὰρ καὶ ἡμεῖς πάντες βασίλειον ἱεράτευμα. Πά λαι μὲν οὖν τοῖς ἱερεῦσιν ἠφίετο· ἐπειδὴ καὶ ἡμεῖς γεγόναμεν βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον. Τοῦ νόμου γράψαντος· Ἐν τῇ ἡμέρᾳ τοῦ Σαββάτου τοὺς δώδεκα ἄρτους τίθεσθαι ἐν τραπέζῃ· ἄρτων γὰρ ἀφιερωμένων ἐκείνων, ἐκ τῆς τραπέζης ᾔτει ὁ ∆αβὶδ τὴν τροφήν. Ὁ δὲ Ἀβιμέλεχ ἔλεγε· «Εἰ διαπεφυλαγμένα τὰ παιδάρια, πλὴν ἀπὸ γυναικός.» Ὧδέ μοι λοιπὸν, ἐν παρεκβάσει τοῦ λόγου, ἀσφαλίζου τὸ εἰρημένον, ὁ πιστὸς, καὶ νόει μοι τὸ λεγόμενον· καὶ τὴν ἁγνείαν ἀναλάμβανε σαρκός. Εἰ γὰρ ὁ Ἀβιμέλεχ τότε ταῦτα παρήγγειλε, πῶς οὐχὶ καὶ παραφυλακτέον; Καὶ οὕτως ἔλαβεν ὁ ∆αβὶδ, καὶ ἤσθιε τοὺς ἄρτους, καὶ ἐν Σαββάτῳ ἴσως ἔλαβεν. Ἐπεὶ οὖν οἱ Ἰουδαῖοι κατεμέμφοντο τῷ Σω τῆρι, διὰ τὸ ἐν Σαββάτῳ τοὺς μαθητὰς τίλλειν στά χυας καὶ ἐσθίειν· διὰ τοῦτο εὐκαιρότατα ἐμνημόνευσε τῆς ἱστορίας τῆς ἐν Σαββάτῳ γενομένης· ἵνα δείξῃ αὐτοῖς, ὅτι, εἰ πρὸς σωτήριον τροφὴν ἠφίετο τῷ ∆αβὶδ καὶ τοῖς μετ' αὐτοῦ ἐφάψασθαι ἄρτων ἐκ τῆς τραπέζης, οὐκ ἦν ἀπηγορευμένον καὶ τὸ στάχυας λαμβάνοντας, καὶ ψώχοντας ἐσθίειν τοὺς μαθητάς. «Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησε ∆αβὶδ, ὅτε ἐπείνα σεν αὐτὸς καὶ οἱ μετ' αὐτοῦ, ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν;» Ἔχεις ἑξῆς συνεζευγμένην καὶ τὴν ἱστορίαν περὶ τῆς ξηρᾶς χειρός· ὅπως ὁ Σωτὴρ ἡμῶν εἰς τὴν συναγωγὴν εἰσελθὼν (δεῖ γὰρ ἡμᾶς παραδραμεῖν τὴν ἱστορίαν διὰ τὸ μῆκος τῶν λόγων, ἵνα μὴ προσκορὴς γένηται ἡ ἀκρόασις·) καὶ
7