Quaestiones aliae

 ἡλιακῷ δίσκῳ, καὶ ἐν τῷ οὐρα νῷ, καὶ ἐν τῇ γῇ, καὶ πανταχοῦ, καὶ οὔτε τῶν ἄνω λεί πει, οὔτε τῶν κάτω· οὕτω καὶ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ κατῆλθε πρὸς

 ἐκπορευτὴ ἀπὸ τῆς ψυχῆς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορευτὸν ἀπὸ τοῦ Πατρός. Καὶ εἶπον οὕτω· Ψυχὴ, λόγος καὶ πνοὴ, μία ψυχὴ, καὶ οὐ τρεῖς· ἀχώριστο

 μετὰ τὴν γέννησιν μένει ἐν τοῖς ψυχικοῖς κόλποις· οὕτως καὶ ὁ τοῦ Θεοῦ Λό γος, κἂν καὶ ἐγεννήθη πρὸ τῶν αἰώνων ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀλλ' οὐκ ἐφανερ

 Θεοῦ; εἰπὲ δύο. Ποῖα δὲ ταῦτα; Ὁ Υἱὸς καὶ τὸ Πνεῦμα. Καὶ διὰ τί λέγονται αἰτιατά; ∆ιότι 785 γεννᾶται ὁ Υἱὸς, καὶ οὐ γεννᾷ· ἐκπορεύεται δὲ καὶ τὸ Πνεῦμ

 σεσαρκωμένος Θεὸς, καὶ Χριστὸς ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς, διότι ἐφόρεσε τὴν τοῦ ἀνθρώπου μορφήν. Ἐρώτ. ιηʹ. Καὶ τίνα λόγον, ἢ τίνα χρείαν εἶχ

 ἐν τῷ τόκῳ καὶ μετὰ τὸν τόκον παρθένον ἁγνὴν δι εφύλαξε. Σὺν τούτοις δὲ καὶ ἕτερον φωτολαμπὲς καὶ θαυμαστώτατον, κἀκείνων παρόμοιον ἐκτύπωμα ἄκουσον.

 διαβόλου, αὕτη 793 καὶ μόνη νικήσῃ τὸν νικήσαντα ταύτην διάβολον. Προγινώσκων οὖν πάλιν ὁ σοφὸς Θεὸς, ὅτι οὐκ ἠδύ νατο μόνη ἡ ἀνθρωπότης νικῆσαι χωρὶς

ἐν τῷ τόκῳ καὶ μετὰ τὸν τόκον παρθένον ἁγνὴν δι εφύλαξε. Σὺν τούτοις δὲ καὶ ἕτερον φωτολαμπὲς καὶ θαυμαστώτατον, κἀκείνων παρόμοιον ἐκτύπωμα ἄκουσον. Ὁ μαργαρίτης ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ γίνεται· γίνεται δὲ οὕτως. Αἱ ἄκραι τῆς Ἐρυθρᾶς θαλάσσης ξηραί εἰσιν, ὀλίγου χύσιν ὕδατος ἔχουσαι. Εὑρίσκονται δὲ ἐκεῖσε ὀστρακοδέρματά τινα θαλάσσια ἐν πάσῃ τῇ Ἐρυθρᾷ θαλάσσῃ ἐκείνῃ, πίνναι ὀνομα ζόμενα. Ἵστανται οὖν αἱ πίνναι ἐκεῖναι ἀεὶ κεχη νυῖαι, καὶ ἐκδεχόμεναι βρώματα εἰς τροφὴν αὐτῶν. Ἐν γοῦν τῷ ἵστασθαι αὐτὰς κεχηνυίας καὶ ἐκδεχο μένας τὴν ἑαυτῶν τροφὴν, συχνῶν γενομένων ἐκεῖσε τῶν ἀστραπῶν, κατέρχεται ἡ ἀστραπὴ πρὸς τὴν πίνναν, καὶ εὑρίσκουσα τὰ τῆς πίννης ὄστρακα 792 ἀνεῳγμένα, εἰσέρχεται εἰς αὐτήν· ἡ δὲ πίννα, εὐθὺς συστελλομένη καὶ συσφιγγομένη καθ' ἑαυτὴν, ἐντὸς αὐτῆς ἀποκλείει τὴν ἀστραπήν. Ἡ δὲ ἀστραπὴ, τυλισσομένη εἰς τοὺς φορβείους τῶν ὀφθαλμῶν τῆς πίννης, καταλαμπρύνει αὐτοὺς, καὶ ποιεῖ αὐτοὺς μαργαρίτας. Ἐξερχόμενοι δὲ οἱ μαργαρῖται ἀπὸ τῆς πίννης, πίπτουσι πρὸς τὸν αἰγιαλὸν τῆς θαλάσσης ἐκείνης, καὶ οὕτως εὑρίσκουσιν αὐτοὺς οἱ γυρεύοντες αὐτούς. Οὕτως μοι νόει καὶ περὶ τῆς σαρκώσεως τοῦ Λόγου. Θάλασσα μὲν ὁ κόσμος, καὶ ἡ Παρθένος κογχύλη. Ἵστατο δὲ ἡ Παρθένος καθάπερ πίννα ἐν τῷ ναῷ, ἐκδεχομένη τὸν οὐράνιον ἄρτον Χριστὸν τὸν Θεὸν, ὃς καὶ κατελθὼν καὶ εἰσελθὼν ἐν αὐτῇ, ὡς ἀστραπὴ, καὶ ἐντετυλιχθεὶς ἐν ταῖς λαγόσι τῆς παρθενίας αὐτῆς, λαμπροειδῆ κατεσκεύασε τὴν παναγίαν σάρκα, ἣν προσελάβετο σαρκωθείς· καὶ οὕτως ἐγεννήθη ἐξ αὐτῆς ὡς καθαρὸς καὶ πολυτίμητος μαργαρίτης ὁ Λόγος τοῦ Θεοῦ χωρὶς ἄῤῥενος συνουσιασμοῦ. Καὶ ὥσπερ ὁ μαργαρίτης οὐράνιός ἐστι καὶ ἐπίγειος, οὐράνιος μὲν κατὰ τὴν ἀστραπὴν, ἐπίγειος δὲ κατὰ τὴν συμπλοκὴν τῶν ὀφθαλμῶν τῆς πίννης· οὕτω καὶ ὁ Χριστὸς οὐράνιός ἐστι καὶ ἐπίγειος· οὐράνιος μὲν κατὰ τὴν θεότητα, ἐπίγειος δὲ κατὰ ἀνθρωπότητα. Καὶ ὥσπερ ὁ μαργαρίτης κατασκευάζεται ἄνευ συνουσίας ἄῤῥενος καὶ θήλεος ἐξ ἀστραπῆς καὶ τῆς πίννης, οὕτως καὶ ὁ Χριστὸς ἐγεννήθη ἄνευ συνουσιασμοῦ ἄῤῥενος καὶ θήλεος ἐκ τῆς θεότητος, καὶ τῆς σαρκὸς τῆς Παρθένου. Καὶ ὥσπερ ὁ μαργαρίτης συντριβόμενος, πολλάκις ἡ μὲν ὕλη τῶν ὀφθαλμῶν τῆς πίννης συντρίβεται καὶ διαλύεται, οὐχὶ δὲ καὶ ἡ λαμπρότης τῆς ἀστραπῆς πάσχει, ἀλλ' ἡ μὲν λαμπρότης τῆς ἀστραπῆς ἀπα θὴς διαμένει, ἡ δὲ ὕλη τῶν ὀφθαλμῶν τῆς πίννης μόνη συντρίβεται καὶ πάσχει· οὕτως καὶ ἐπὶ τοῦ Χριστοῦ δεῖ σε νοεῖν. Μαστιζομένου γὰρ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν, καὶ πάσχοντος ὑπὸ τῶν ἀπίστων Ἰουδαίων ἐν τῷ σταυρῷ, ἡ μὲν ὕλη τῆς σαρκὸς, ἤγουν ἡ ἀν-θρωπότης, μόνη ἔπασχε, ἡ δὲ θεότης ἀπαθὴς διέμεινε. Καὶ ταῦτα λέγων, ἀντιστομίζεις Θεοπασχίτας, καὶ τὴν ἔνσαρκον διδάσκεις οἰκονομίαν. Ἐντεῦθέν σοι τὸ ἀμφίβολον, ἀγαπητὲ, χάριτι Χριστοῦ διαλύεται. Ἐρώτ. κʹ. Ἰδοὺ ταῦτα πάντα, θεοείκελε Πάτερ, ἁρμοζόντως ἡμῖν ἐδίδαξας. Ἀξιοῦμέν σε δὲ, ἵνα καὶ τοῦτο ἡμῖν ἑρμηνεύσῃς τὸ ἀπορούμενον, διὰ τί οὐκ ἐδίδαξεν ἡ θεότης μόνον τὸν ἄνθρωπον, καὶ ἔσωσεν αὐτὸν ἄνευ σαρκός; τί γὰρ ἤθελε τοῦ φορέσαι τὴν σάρκα; Ἀπόκ. Καὶ περὶ τούτου καλῶς ἐρωτᾷς· ὅθεν ἄκουσον καὶ καλῶς τὴν ἀπόκρισιν. Κατ' ἀρχὰς, ὅταν ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ ἐπλανήθη ὑπὸ τοῦ διαβόλου ὁ ἄνθρωπος, οὐκ ἐνίκησεν ὁ διάβολος τὴν θεότητα, ἀλλὰ τὴν ἀνθρωπότητα. ∆ιὸ καὶ ἔπρεπε πάλιν αὐτὴ ἡ νικηθεῖσα ἀνθρωπότης ἵνα καὶ πάλιν αὐτὴ νικήσῃ τὸν ἐχθρὸν αὐτῆς τὸν διάβολον, καὶ πάλιν παραλάβοι τὸν δι' ἐκείνου πρὶν ἀπολέσαντα θεῖον παράδεισον. Εἰ γὰρ γυμνὴ ἡ θεότης προσήρχετο, καὶ ἐνίκα τὸν διάβολον, ἔμελλε καυχησθῆναι ὁ διάβολος, ὅτι οὐ θαυμαστὸν, εἰ καὶ ἐνικήθη· ὑπὸ τῆς θεότητος γὰρ προσβαλὼν ἐνικήθη. Καὶ διὰ τοῦτο οὐ κατεδέξατο ὁ Θεὸς, ἵνα γυμνὴ ἡ θεότης αὐτοῦ προσπαλαίσῃ τὸν διάβολον, ἀλλ' ἠβουλήθη, ἵνα ἡ ἀνθρωπότης ἡ νικηθεῖσα ὑπὸ τοῦ

7