Testimonia e scriptura de communi essentia patris et filii ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ

 δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσι, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ

 οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ ∆οξάσατε οὖν τὸν Θεὸν ἐνοικοῦντα ἐν ὑμῖν.» Εἰ δὲ οὐ δοξάζεις τὸν

 ἐκάλεσεν ἕνα ἄνθρωπον· ἵππον γὰρ καὶ ἀναβάτην εἶπε διὰ τὴν κοινωνίαν τῆς φύσεως. Εἰ οὖν ἐν τοῖς ἀνθρώποις, ὅπου συγκέχυται τὰ τῆς φύσεως, ὅπου διάφορα

 Υἱοῦ· «Ἰδοὺ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα, ἐν μέσῳ λύκων.» Περὶ τοῦ Πνεύματος ἐν ταῖς Πράξεσι λέγει· «Οἱ μὲν οὖν ἀποσταλέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος ἦλθ

 ἔστιν ἐπινοῆσαι, ὅτι κατ' ἐπιτροπὴν εἶπε καὶ τῷ ἑαυ τοῦ Πνεύματι, Κάθου ἐξ εὐωνύμων μου. Τοῦ δὲ κα θημένου ἡ προσηγορία ἀξιώματός ἐστι σημασία· ὁ γὰρ

 τύπον τῆς σινδόνος, τῆς φανείσης Πέτρῳ ἐν Ἰόππῃ, ἐκ τοῦ οὐ ρανοῦ χαλασθείσης, διὰ τὸ τρίτον χαλασθῆναι. Καὶ ὅτε ὁ Θεὸς εἶπε τῷ Μωσεῖ εἰπεῖν Ἀαρὼν καὶ

 Γραφή. Ἄλλο· ∆ιὰτοὺς τρίτῳ τόπῳ τάσσοντας τὸ Πνεῦμα τὸ ἅγιον. Ἀντιστρέφει αὐτοῖς ἐν τῇ Παλαιᾷ ∆ιαθήκῃ, καὶ λέγει (ὅτε ἐν Βαβυλῶνι ἐξώριστο ὁ λαὸς), οὕ

 Πατέρα καὶ Υἱὸν τῷ Πνεύματι, ἐκ τῆς κατὰ φύσιν κοινωνίας καὶ οἰκειό τητος ἡ προσηγορία τούτων ἥνωται. Πόθεν γὰρ ἄλ λοθεν, πάλιν ἡγεμονικὸν, πάλιν Πνεῦ

 δόξης τοῦ με γάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν.» Ὁ αὐτὸς πρὸς Ῥωμαίους· «Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ

 ∆όξα οὖν ἐστιν ἀπὸ δόξης· ὅθεν καὶ ὁ Παῦλος λέγει· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστά σεως.» Πατὴρ οὖν ἐστι τῆς δόξης τοῦ Μονογενοῦς·

 τὸ ὄνομα τοῦ Πατρὸς ἔχει, ὡς Θεὸς καὶ Κύριος. Μαρτυρεῖ ὁ Πατὴρ ἐν τῇ Ἐξόδῳ· «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ

 «Γνῶτε, ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός·» καὶ πάλιν· «Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός.» Ἐλέγχων δὲ εἰς τὰς βασιλείας λέγει· «Πνεῦμα ἐλά λησεν

 Μαρτυρεῖ Μωσῆς λέγων· «Καὶ ἦν ἡ δόξα τοῦ Θεοῦ Ἰσραὴλ ἐν τῷ ὄρει Σινᾶ, ὡς πῦρ καιόμενον·» ἵνα πληρωθῇ τό· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν,» πῦρ οὐκ ἀφανι

 ἐποίησε τὴν μνήμην τοῦ θανάτου. Κατῆλθε γὰρ εἰς τὸ κῆτος, καὶ διὰ τριῶν ἡμερῶν ἀνεδόθη, καὶ ἐγίνετο τύπος τῆς ἀνα στάσεως. Τοῦτο πάλιν καὶ ὁ Σωτὴρ ἀνα

 ἐπὶ τοῦ αἰσθητοῦ ἡλίου, ἐὰν τὴν θέρμην ἢ τὴν ἀκτῖνα αὐτοῦ καθυβρίσῃς, εἰς ὅλην τὴν φύσιν αὐτοῦ ἀνατρέχει ἡ ὕβρις· οὕτως καὶ ἐπὶ τοῦ τρισηλίου τῆς ἁγία

 ἐπιθυμητικοῦ, ἤτοι ἐμψύχου. Ὡς ἐδίδαξεν ὁ Παῦλος, σαρκὸς μὲν τὸ ἐπιθυμητικὸν τῇ ψυχῇ προσνείμας, ὃ καὶ σάρκα προσεῖπεν ἅμα τῷ ἑαυτῆς θελήματι τὴν ἀνθρ

τύπον τῆς σινδόνος, τῆς φανείσης Πέτρῳ ἐν Ἰόππῃ, ἐκ τοῦ οὐ ρανοῦ χαλασθείσης, διὰ τὸ τρίτον χαλασθῆναι. Καὶ ὅτε ὁ Θεὸς εἶπε τῷ Μωσεῖ εἰπεῖν Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων· «Οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ἰσραὴλ, λέγοντες αὐτοῖς· Καὶ ἐπιθήσουσι τὸ ὄνομά μου ἐπὶ τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐγὼ Κύριος εὐλογήσω αὐτούς. Εὐλογήσει σε Κύριος, καὶ φυλάξει σε· ἐπιφανεῖ τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ, καὶ ἐλεήσει σε. Ἐπάρῃ Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ, καὶ δῴη σοι εἰρήνην.» Καὶ ἐν τῇ Νέᾳ ὁμοίως περὶ Πα τρὸς ὁ Παῦλος· «Ὁ δὲ Θεός ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.» Περὶ τοῦ Υἱοῦ ὁ αὐτός· «Ἀλλὰ πάντα 28.49 καὶ ἐν πᾶσι Χριστός.» Περὶ τοῦ ἁγίου Πνεύματος· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Ὅτι ἡ Τριὰς παρακαλεῖ· Παράκλητος γὰρ διὰ τὸ παρακαλεῖν καὶ σώζειν λέγεται, ὡς Θεὸς καὶ Σωτήρ. Περὶ τοῦ Πατρὸς ὁ Παῦλος λέγει· «Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν.» Καὶ ὁ Ἡσαΐας πρὸς τὴν Ἱερουσαλήμ· «Παρακαλεῖσε ὁ ὀνομάσας σε.» Παρακαλεῖ ὁ Υἱός· ὡς ἔλεγε· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, παρακαλέσαι πάντας τοὺς πενθοῦντας.» Ἰωάννης ἐν τῇ Ἐπιστολῇ· «Ἐάν τις ἁμάρτῃ, ἔχομεν Παράκλητον πρὸς τὸν Πα τέρα, Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτός ἐστιν ἱλασμὸς περὶ ἁμαρτιῶν ἡμῶν.» Περὶ τοῦ Πνεύματος ὁ Σωτὴρ πρὸς τοὺς ἑαυτοῦ μαθητάς· «Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε. Κἀγὼ ἀναβαίνω πρὸς τὸν Πατέρα μου· καὶ παρακαλέσω αὐτόν· καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν, τὸ Πνεῦμα τῆς ἀληθείας. Περὶ τῆς Τριάδος. «Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ·» (ἰσχὺν λέγει τὸν Υἱόν· ἰσχὺς δὲ δύναμίς ἐστι· «Χριστὸς γὰρ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία·») καὶ τῆς συν έσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμὸς,» τουτέστι τοῦ Πνεύ ματος· ὡς ἔλεγεν ὁ Σωτήρ· «Ἰδοὺ δίδωμι ὑμῖν Πνεῦμα σοφίας καὶ συνέσεως·» καὶ πάλιν· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐ τῶν·» καὶ πάλιν· «Εὐλογήσει ὑμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν· εὐλογήσει ὑμᾶς ὁ Θεός.» Ὅτι τὸ Πνεῦμα ποτὲ ἡ Γραφὴ τοῦ Πατρὸς καλεῖ, ποτὲ τοῦ Υἱοῦ· ποτὲ καθ' ἑαυτὸ αὐτὸ ὀνομάζει· οὐ γὰρ ἐν συγχύσει, ἀλλ' ἀδιαι ρέτως κηρύσσεται. Περὶ Πατρός· «Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Καὶ πά λιν· «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν.» Περὶ Υἱοῦ· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κράζον, Ἀββᾶ ὁ Πατήρ.» Καὶ πάλιν· «Ὃς Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Περὶ τοῦ Πνεύματος ὁ Υἱὸς ἔλεγε· «Μὴ μεριμνήσητε, τί, ἢ πῶς λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πα τρός μου, τὸ λαλοῦν ἐν ὑμῖν.» Περὶ Πνεύματος· «∆ιῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος, τὸν Λόγον τοῦ Θεοῦ λαλῆσαι ἐν τῇ Ἀσίᾳ. Ἐλθόντες δὲ κατὰ τὴν 28.52 Μυσίαν, ἐπειρῶντο εἰς τὴν Βιθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ.» Περὶ τοῦ Πνεύματος· «Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε.» Λέγουσιν οἱ αἱρετικοὶ κατὰ τάξιν καὶ ὑπαρίθμησιν ἑστάναι τὴν θεότητα. Ἐροῦμεν, ὅτι γέγραπται· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ ὁ ἐπουράνιος.» Καὶ πάλιν· «Πρῶτόν φησι τὸ ψυχικὸν, εἶτα τὸ πνευματι κόν.» Εἰ τοίνυν τῷ πρώτῳ ὑπαριθμεῖται τὸ δεύτερον, τὸ δὲ ὑπαριθμούμενον ἀτιμότερόν ἐστι τοῦ πρὸς ὃ ἔχει τὴν ὑπαρίθμησιν· ἀτιμότερος καθ' ὑμᾶς τοῦ ψυχικοῦ ὁ πνευματικὸς, καὶ τοῦ χοϊκοῦ ὁ ἐπουράνιος. Ἄλλο· Οὐδεὶς ἀγνοεῖ, ὅτι Θεὸν Ἀβραὰμ, καὶ Θεὸν Ἰσαὰκ, καὶ Θεὸν Ἰακὼβ, καλεῖ ἡ

7