εἶναι τούτους, καὶ φοβηθέν τες αὐτοὶ, τὸν Ἀντώνιον ἐκάλουν. Ὁ δὲ μᾶλλον τούτων ἤκουεν, ἢ ἐκείνων ἐφρόντιζε. Καὶ προσελ θὼν ἐγγὺς τῆς θύρας, παρεκάλει τοὺς ἀνθρώπους ἀναχωρεῖν καὶ μὴ φοβεῖσθαι· οὕτω γὰρ ἔλεγε τοὺς δαίμονας φαντασίας ποιεῖν κατὰ τῶν δειλιώντων. Ὑμεῖς οὖν σφραγίσατε ἑαυτοὺς, καὶ ἄπιτε θαῤῥοῦν τες· καὶ τούτους ἄφετε παίζειν ἑαυτοῖς. Οἱ μὲν οὖν ἀπήρχοντο τετειχισμένοι τῷ σημείῳ τοῦ σταυροῦ. Ὁ δὲ ἔμενε, καὶ οὐδὲν ἐβλάπτετο παρ' αὐτῶν· ἀλλ' οὐδὲ ἔκαμνεν ἀγωνιζόμενος· ἡ γὰρ προσθήκη τῶν γινομένων αὐτῷ τῶν ἄνω θεωρημάτων, καὶ ἡ τῶν ἐχθρῶν ἀσθένεια, πολλὴν αὐτῷ τῶν πόνων ἀνάπαυ λαν παρείχετο, καὶ εἰς πλείονα προθυμίαν παρ εσκεύαζε. Καὶ γὰρ συνεχῶς παρέβαλλον οἱ γνώρι μοι, νομίζοντες εὑρίσκειν αὐτὸν νεκρὸν, καὶ ἤκουον αὐτοῦ ψάλλοντος· Ἀναστήτω, ὁ Θεὸς, καὶ δια σκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέ τωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Ὡς ἐκλείπει καπνὸς, ἐκλειπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ· καὶ πάλιν· Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Εἴκοσι τοίνυν ἐγγὺς ἔτη διετέλεσεν, οὕτω καθ' ἑαυτὸν ἀσκούμενος, οὔτε προϊὼν, οὔτε παρά τινων συνεχῶς βλεπόμενος. Μετὰ δὲ ταῦτα, πολλῶν ποθούν των καὶ θελόντων αὐτοῦ τὴν ἄσκησιν ζηλῶσαι, ἄλλων τε γνωρίμων ἐλθόντων, καὶ βίᾳ τὴν θύραν καταβαλόντων καὶ ἐξεωσάντων· προῆλθεν ὁ Ἀντώνιος ὥσπερ ἔκ τινος ἀδύτου μεμυσταγωγημένος καὶ θεο φορούμενος· καὶ τότε πρῶτον ἀπὸ τῆς παρεμ βολῆς ἐφάνη τοῖς ἐλθοῦσι πρὸς αὐτόν. Ἐκεῖνοι μὲν οὖν, ὡς εἶδον, ἐθαύμαζον ὁρῶντες αὐτοῦ τό τε σῶμα τὴν αὐτὴν ἕξιν ἔχον, καὶ μήτε πιανθὲν, ὡς ἀγύμνα στον, μήτε ἰσχνωθὲν ὡς ἀπὸ νηστειῶν καὶ μά 26.865 χης δαιμόνων· τοιοῦτος γὰρ ἦν, οἶον καὶ πρὸ τῆς ἀναχωρήσεως ᾔδεισαν αὐτόν· τῆς δὲ ψυχῆς πάλιν κα θαρὸν τὸ ἦθος· οὔτε γὰρ ὡς ὑπὸ ἀνίας συνεσταλμέ νον ἦν, οὔτε ὑφ' ἡδονῆς διακεχυμένον, οὔτε ὑπὸ γέλωτος ἢ κατηφείας συνεχόμενον· οὔτε γὰρ ἑωρακὼς τὸν ὄχλον ἐταράχθη, οὔτε ὡς ὑπὸ τοσούτων κατασπα ζόμενος ἐγεγήθει· ἀλλ' ὅλος ἦν ἴσος, ὡς ὑπὸ τοῦ λόγου κυβερνώμενος, καὶ ἐν τῷ κατὰ φύσιν ἑστώς. Πολλοὺς γοῦν τῶν παρόντων τὰ σώματα πάσχοντας ἐθεράπευσεν ὁ Κύριος δι' αὐτοῦ· καὶ ἄλλους ἀπὸ δαι μόνων ἐκαθάρισε. Χάριν τε ἐν τῷ λαλεῖν ἐδίδου τῷ Ἀντωνίῳ· καὶ οὕτω πολλοὺς μὲν λυπουμένους παρ εμυθεῖτο, ἄλλους δὲ μαχομένους διήλλαττεν εἰς φι λίαν· πᾶσιν ἐπιλέγων μηδὲν τῶν ἐν τῷ κόσμῳ προ κρίνειν τῆς εἰς Χριστὸν ἀγάπης. ∆ιαλεγόμενος δὲ καὶ παραινῶν μνημονεύειν περὶ τῶν μελλόντων ἀγαθῶν καὶ τῆς εἰς ἡμᾶς γενομένης τοῦ Θεοῦ φιλανθρωπίας, ὃς οὐκ ἐφείσατο τοῦ ἰδίου Υἱοῦ, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν· ἔπεισε πολ λοὺς αἱρήσασθαι τὸν μονήρη βίον· καὶ οὕτω λοιπὸν γέγονε καὶ ἐν τοῖς ὄρεσι μοναστήρια, καὶ ἡ ἔρημος ἐπολίσθη ὑπὸ μοναχῶν, ἐξελθόντων ἀπὸ τῶν ἰδίων, καὶ ἀπογραψαμένων τὴν ἐν τοῖς οὐρανοῖς πο λιτείαν. Χρείας δὲ γενομένης διελθεῖν αὐτὸν τὴν τοῦ Ἀρσενοΐτου διώρυγα (χρεία δὲ ἦν ἡ τῶν ἀδελφῶν ἐπίσκεψις), πλήρης ἦν ἡ διώρυξ κροκοδείλων. Καὶ μόνον εὐξάμενος, ἐνέβη αὐτός τε καὶ πάντες οἱ σὺν αὐτῷ, καὶ διῆλθον ἀβλαβεῖς. Ὑποστρέψας δὲ εἰς τὸ μοναστήριον, τῶν αὐτῶν εἴχετο σεμνῶν καὶ νεανικῶν πόνων. ∆ιαλεγόμενός τε συνεχῶς, τῶν μὲν ἤδη μοναχῶν τὴν προθυμίαν ηὔξανε, τῶν δὲ ἄλλων τοὺς πλείστους εἰς ἔρωτα τῆς ἀσκήσεως ἐκίνει, καὶ τα χέως, ἕλκοντος τοῦ λόγου, πλεῖστα γέγονε μοναστή ρια, καὶ πάντων αὐτῶν ὡς πατὴρ καθηγεῖτο. Μιᾷ γοῦν ἡμέρᾳ προελθὼν, καὶ πάντων τῶν μοναχῶν ἐλθόντων πρὸς αὐτὸν, ἀξιούντων τε παρ' 26.868 αὐτοῦ ἀκοῦσαι λόγον, ἔλεγεν αὐτοῖς τῇ Αἰγυπτιακῇ φωνῇ ταῦτα· Τὰς
7