πορνείαν ἐνίκησας; τὴν διὰ τῶν αἰσθή σεων ἐχθρός σοι προθήσει. Ὅταν δὲ καὶ ταύτης σεαυτὴν κωλύσῃς, ἐν τοῖς κατὰ διάνοιαν χωρίοις 28.1504 ἐμφωλεύει, τὸν ἄϋλόν σοι κινῶν πόλεμον. Πρόσωπα γὰρ εὐπρεπῆ καὶ ὁμιλίας ἀρχαίας, καὶ ἡσυχαζούσαις παρεισφέρει. ∆εῖ οὖν μὴ συγκατατίθεσθαι τοῖς φαν τάσμασι· γέγραπται γὰρ, ὡς Ἐὰν πνεῦμα τοῦ ἐξ ουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς. Ἡ γὰρ πρὸς ταῦτα συγκατάθεσις, ἐφάμιλλός ἐστι τῇ κοσμικῇ πορνείᾳ· ∆υνατοὶ γὰρ, φησὶ, δυνατῶς ἐτασθήσονται. Μέγας οὖν ὁ πρὸς τὸ πνεῦμα τῆς πορνείας ἀγών. Τὸ γὰρ ἐν κακοῖς κεφάλαιον τοῦ ἐχθροῦ πρὸς ἀπώλειαν ψυχῆς, τοῦτό ἐστι. Καὶ τοῦτο αἰνιττόμενος ὁ μακάριος Ἰὼβ, ἔλεγε πρὸς τὸν διάβο λον· Ὁ ἔχων τὴν δύναμιν ἐπ' ὀμφαλοῦ γαστρός. Πολλαῖς μὲν οὖν καὶ διαφόροις μηχαναῖς τὸ τῆς πορνείας κέντρον κινεῖ ὁ διάβολος κατὰ τῶν φι λοχρίστων ἀνθρώπων. Πολλάκις γοῦν καὶ ἀγάπην ἀδελφικὴν μεθώρμισεν ὁ κακόφρων εἰς τὴν οἰκείαν κακίαν. Καὶ γὰρ παρθένους φυγούσας γάμον καὶ φαντασίαν πᾶσαν βίου, διὰ σχέσεως ἀδελφικῆς ὑπ εσκέλισε· καὶ μοναχοὺς δὲ ἔτρωσε, πᾶν ὁτιοῦν ἀπο φυγόντας καὶ αὐτοὺς πορνικὸν σχῆμα· ἀλλὰ καὶ αὐ τοὺς ἠπάτησε δι' εὐλαβοῦς ὁμιλίας. Τοῦτο γὰρ τοῦ ἐχθροῦ ἔργον, τὸ, ἀμφιεννύμενον τὰ ἀλλότρια, τὰ οἰκεῖα λανθανόντως προβάλλεσθαι. ∆είκνυσι σίτου κόκκον, καὶ ὑποτίθησιν αὐτῷ παγίδα. Οἶμαι δὲ καὶ τὸν Κύριον περὶ τούτου λέγειν, ὡς Ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύ κοι ἅρπαγες. Τί οὖν πρὸς τοῦτο ποιήσωμεν; Γενώμεθα φρόνιμοι ὡσεὶ ὄφεις, καὶ ἀκέραιοι ὡς περιστεραὶ, πανοῦργον κατὰ τῆς παγίδος αὐτοῦ κινοῦντες λογι σμόν· τὸ μὲν γὰρ, Γίνεσθε φρόνιμοι ὡσεὶ ὄφεις, εἴρη ται πρὸς τὸ μὴ λανθάνειν ἡμᾶς τὰς ὁρμὰς τοῦ διαβό λου. Τὸ γὰρ ὅμοιον ἐκ τοῦ ὁμοίου ταχίστην ποιεῖται τὴν διάγνωσιν. Τὸ δὲ ἀκέραιον τῆς περιστερᾶς δείκνυσι τὸ καθαρὸν τῆς πράξεως. Πᾶν μὲν οὖν ἀγαθὸν ἔργον ἐν ἀποφυγῇ ἔσται τοῦ χείρονος. Πῶς δὲ φύγωμεν ὃ μὴ οἴδαμεν; ∆εῖ οὖν ἡμᾶς, κατ' ἔννοιαν λαβούσας τοῦ ἐχθροῦ τὴν δεινότητα, φυλάττεσθαι ἀπὸ τῆς τού του κακομηχανίας· φησὶ γάρ· Ὃς περιάγει ζητῶν τίνα καταπίῃ. Καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά. ∆έον οὖν πάντοτε γρηγορεῖν. Καὶ γὰρ διὰ τῶν ἔξωθεν πραγμάτων πολεμεῖ, καὶ διὰ τῶν ἔνδον λογισμῶν δαμάζει. Καὶ πλέον διὰ τῶν ἔνδον· καὶ γὰρ νύκτωρ καὶ μεθ' ἡμέραν ἀΰλως προσέρχεται. Τίνος οὖν χρεία πρὸς τὸν παρόντα πόλεμον; ∆ῆλον, ὡς ἀσκήσεως ἐπιπόνου καὶ καθαρᾶς προσευ χῆς. Ἀλλὰ ταῦτα μὲν γενικῶς ἐπὶ παντὸς λογισμοῦ ὀλεθρίου ἀλεξητήρια πέφυκε· δεῖ δὲ καὶ ἰδικαῖς τι σιν ἐννοίαις χρήσασθαι πρὸς τὸ τὸν παρόντα τῆς ψυχῆς λοιμὸν ἀπώσασθαι· καὶ ἐπελθόντος τοῦ αἰ σχίστου λογισμοῦ, ἀνθυποφέρειν αὐτῷ τὰ ἐναντία. Εἰ γὰρ γένοιτο ἐν τοῖς κατὰ διάνοιαν χωρίοις ὄψεως εὐπρεποῦς φαντασία, τῷ λόγῳ τὸ παρὸν τιμωρητέον, 28.1505 καὶ τοῦ εἰδώλου τοὺς ὀφθαλμοὺς ἐκκολαπτέτω, τῶν δὲ παρειῶν τὰς σάρκας ἐξαιρείτω· ὑποτεμνέτω δὲ καὶ τὰ χείλη, καὶ λοιπὸν ὁράτω πῆγμα ὀστέων ψι λῶν δυσειδές· κατανοείτω λοιπὸν τί ἦν τὸ ποθούμε νον· οὕτω γὰρ ὁ λογισμὸς ἀναχαιτίσαι δυνηθείη τῆς ματαίας πλάνης. Τὸ γὰρ φιλούμενον οὐδὲν ἦν ἢ αἷμα σὺν φλέγματι μεμιγμένον, ὅπερ καὶ ὑφάσματος χρείαν παρέχει τοῖς ζώοις. Οὕτω μὲν οὖν καὶ διὰ τῶν τοιούτων λογισμῶν εἰκὸς ἀποσοβεῖσθαι τὴν μιαρὰν κακίαν· καὶ καθάπερ ἥλῳ ἧλον ἐκκρούειν προσήκει τὸν δαίμονα. Ἔτι γε μὴν δέον καὶ καθ' ὅλον τοῦ ἐρωμένου τὸ σῶμα ἕλκη βαρύοσμα καὶ σηπεδονώδη ὑπογράφειν· καὶ συντόμως φάναι, νεκρῷ παραπλή σιον, ἢ καὶ ἑαυτὸν νεκρὸν τοῖς ἔνδον ὀφθαλμοῖς ὑπο τιθέναι. Μεῖζον δὲ πάντων ἐστὶ τὸ γαστρὸς ἄρχειν· οὕτω γὰρ καὶ τῶν ὑπογαστρίων ἡδονῶν κρατῆσαι δυνατόν. Ἦν μὲν οὖν θεῖον συμπόσιον τῶν παρουσῶν· ἐκ γὰρ τῶν τῆς σοφίας
7