7
κόπου καὶ ἱδρῶ τος ἑαυτοῖς πορίζειν τὴν τροφήν, ἀλλὰ ἁρπάζουσιν τὰ ἀλλό τρια ἐν ἀνομίᾳ αὐτῶν καὶ ἐπιτηροῦσιν ὡς ἐν ἀκεραιοσύνῃ περιπατοῦντες καὶ περιβλέπονται, τίνα ἐκδύσωσιν διὰ τὴν πλεονεξίαν, ὡς καὶ τὰ ὄρνεα ταῦτα μόνα ἑαυτοῖς οὐ πορίζει τὴν τροφήν, ἀλλὰ ἀργὰ καθήμενα ἐκζητεῖ, πῶς ἀλλο τρίας σάρκας καταφάγῃ, ὄντα λοιμὰ τῇ πονηρίᾳ αὐτῶν. 10.5a «Καὶ οὐ φάγῃ», φησίν, «σμύραιναν οὐδὲ πόλυπα οὐδὲ σηπίαν»· οὐ μή, φησίν, ὁμοιωθήσῃ κολλώμενος ἀνθρώ ποις τοιούτοις, οἵτινες εἰς τέλος εἰσὶν ἀσεβεῖς καὶ κεκριμένοι ἤδη τῷ θανάτῳ, ὡς καὶ ταῦτα τὰ ἰχθύδια μόνα ἐπικατά ρατα ἐν τῷ βυθῷ νήχεται μὴ κολυμβῶντα ὡς τὰ λοιπά, ἀλλ' ἐν τῇ γῇ κάτω τοῦ βυθοῦ κατοικεῖ. 10.6a Ἀλλὰ καὶ «τὸν δασύποδα οὐ φάγῃ»· πρὸς τί; οὐ μὴ γένῃ, φησίν, παιδοφθόρος οὐδὲ ὁμοιωθήσῃ τοῖς τοιού τοις. Ὅτι ὁ λαγωὸς κατ' ἐνιαυτὸν πλεονεκτεῖ τὴν ἀφό δευσιν-ὅσα γὰρ ἔτη ζῇ, τοσαύτας ἔχει τρύπας. 10.7a Ἀλλὰ «οὐδὲ τὴν ὕαιναν φάγῃ»· οὐ μή, φησίν, γένῃ μοιχὸς οὐδὲ φθορεὺς οὐδὲ ὁμοιωθήσῃ τοῖς τοιούτοις. Πρὸς τί; ὅτι τὸ ζῷον τοῦτο παρ' ἐνιαυτὸν ἀλλάσσει τὴν φύσιν καὶ ποτὲ μὲν ἄρρεν, ποτὲ δὲ θῆλυ γίνεται. 10.8a Ἀλλὰ καὶ «τὴν γαλῆν» ἐμίσησεν. Καλῶς· οὐ μὴ γένῃ, φησίν, τοιοῦτος, οὐδὲ ὁμοιωθήσῃ τοῖς τοιούτοις οἵους ἀκούομεν ἀνομίαν ποιοῦντας ἐν τῷ στόματι δι' ἀκαθαρσίαν, οὐδὲ κολληθήσῃ ταῖς ἀκαθάρ τοις ταῖς τὴν ἀνομίαν ποιούσαις ἐν τῷ στόματι. Τὸ γὰρ ζῷον τοῦτο τῷ στόματι κύει. 10.9 Περὶ μὲν τῶν βρωμάτων λαβὼν Μωϋσῆς τρία δόγματα οὕτως ἐν πνεύματι ἐλάλησεν· οἱ δὲ κατ' ἐπιθυμίαν τῆς σαρκὸς ὡς περὶ βρώσεως προσεδέξαντο. 10.10a Λαμβάνει δὲ τῶν αὐτῶν τριῶν δογμάτων γνῶσιν ∆αυὶδ καὶ λέγει ὁμοίως· «Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν»-καθὼς καὶ οἱ ἰχθύες πορεύονται ἐν σκότει εἰς τὰ βάθη- «οὐδὲ ἐν ὁδῷ ἁμαρτωλῶν ἔστη»-καθὼς οἱ δοκοῦντες φοβεῖσθαι τὸν κύριον ἁμαρτά νουσιν ὡς ὁ χοῖρος- «οὐδὲ ἐπὶ καθέδραν λοιμῶν ἐκάθισεν»-καθὼς τὰ πετεινὰ καθήμενα εἰς ἁρπαγήν. Ἔχετε τελείως καὶ περὶ τῆς βρώσεως. 10.11a Ἀλλ' εἶπεν Μωϋσῆς· «Φάγεσθε πᾶν διχηλοῦν καὶ μαρυκώμενον. » Τί λέγει; ὅτι τὴν τροφὴν λαμβάνων οἶδεν τὸν τρέφοντα αὐτὸν καὶ ἐπ' αὐτῷ ἀναπαυόμενος εὐφραί νεσθαι δοκεῖ. Καλῶς εἶπεν βλέπων τὴν ἐντολήν. Τί οὖν λέγει; κολλᾶσθε μετὰ τῶν φοβουμένων τὸν κύριον, μετὰ τῶν μελετώντων ὃ ἔλαβον διάσταλμα ῥήματος ἐν τῇ καρδίᾳ, μετὰ τῶν λαλούντων τὰ δικαιώματα κυρίου καὶ τηρούντων, μετὰ τῶν εἰδότων, ὅτι ἡ μελέτη ἐστὶν ἔργον εὐφροσύνης, καὶ ἀναμα ρυκωμένων τὸν λόγον κυρίου. Τί δὲ τὸ «διχηλοῦν»; ὅτι ὁ δίκαιος καὶ ἐν τούτῳ τῷ κόσμῳ περιπατεῖ καὶ τὸν ἅγιον αἰῶνα ἐκδέχεται. Βλέπετε, πῶς ἐνομοθέτησεν Μωϋσῆς καλῶς. 10.12a Ἀλλὰ πόθεν ἐκείνοις ταῦτα νοῆσαι ἢ συνιέναι; ἡμεῖς δὲ δικαίως νοήσαντες τὰς ἐντολὰς λαλοῦμεν, ὡς ἠθέλησεν κύριος. ∆ιὰ τοῦτο περιέτεμεν τὰς ἀκοὰς ἡμῶν καὶ τὰς καρδίας, ἵνα συνιῶμεν ταῦτα.
11.1 Ζητήσωμεν δέ, εἰ ἐμέλησεν τῷ κυρίῳ προφανερῶσαι περὶ τοῦ ὕδατος καὶ περὶ τοῦ σταυροῦ. 11.2 Περὶ μὲν τοῦ ὕδατος γέγραπται ἐπὶ τὸν Ἰσραήλ, πῶς τὸ βάπτισμα τὸ φέρον ἄφεσιν ἁμαρτιῶν οὐ μὴ προσδέξονται, ἀλλ' ἑαυτοῖς οἰκοδομήσουσιν. 11.3ἁ2 ̓ Λέγει γὰρ ὁ προφήτης· «Ἔκστηθι οὐρανέ, καὶ ἐπὶ τούτῳ πλεῖον φριξάτω ἡ γῆ, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαὸς οὗτος· ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶσαν, καὶ ἑαυτοῖς ὤρυξαν βόθρον θανάτου. Μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος τὸ ἅγιόν μου Σινᾶ; ἔσεσθε γὰρ ὡς πετεινοῦ νοσσοὶ ἀνιπτάμενοι νοσσιᾶς ἀφῃρη μένοι. » 11.4 Καὶ πάλιν λέγει ὁ προφήτης· «Ἐγὼ πορεύσομαι ἔμπροσθέν σου καὶ ὄρη ὁμαλιῶ καὶ πύλας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνκλάσω, καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους, ἀοράτους, ἵνα γνῶσιν, ὅτι ἐγὼ κύριος ὁ θεός. 11.5 Καὶ κατοικήσεις ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν· βασιλέα μετὰ δόξης ὄψεσθε, καὶ ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον κυρίου. » 11.6a Καὶ πάλιν ἐν ἄλλῳ προφήτῃ λέγει· «Καὶ ἔσται ὁ ταῦτα ποιῶν ὡς τὸ ξύλον τὸ