1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

7

γέγονεν κατὰ πολλοὺς τρόπους. τὰ μὲν πρῶτα εἰσαγωγῇ κακῇ, συντροφίᾳ πονηρᾷ, συνηθείᾳ δεινῇ, ὁμιλίᾳ οὐ καλῇ, προλήψει οὐκ ὀρθῇ. διὰ ταῦτα πλάνη, εἶτα ἀφοβία, ἀπιστία, πορνεία, φιλαργυρία, κενοδοξία καὶ ἄλλα τοιαῦτα μυρία κακά, ὥσπερ καπνοῦ πλῆθος, ὡς ἕνα οἶκον οἰκοῦντα τὸν κό- σμον <ἔπλησεν, καὶ> τῶν ἔνδοθεν οἰκούντων ἀνδρῶν ἐπιθολῶσαν τὰς ὁράσεις, οὐκ εἴασεν ἀναβλέψαντας ἐκ τῆς διαγραφῆς τὸν δημιουργήσαντα νοῆσαι θεὸν καὶ τὸ τούτῳ δοκοῦν γνωρίσαι. διὸ τοὺς φιλαλήθεις ἔσωθεν χρὴ ἐκ στέρνων βοήσαντας ἐπικουρίαν προσκαλέσασθαι φιλαλήθει λογισμῷ, ἵνα τις ἐκτὸς ὢν τοῦ οἴκου τοῦ πεπλησμένου καπνοῦ προσιὼν ἀνοίξῃ θύραν, ὅπως δυνηθῇ τὸ μὲν ἐκτὸς τοῦ ἡλίου φῶς εἰσκριθῆναι τῷ οἴκῳ, ὁ δὲ ἐντὸς τοῦ πυρὸς ὢν ἐκβληθῆναι καπνός. τὸν μὲν οὖν βοηθὸν ἄνδρα τὸν ἀληθῆ προφήτην λέγω, ὃς μόνος φωτίσαι ψυχὰς ἀνθρώπων δύναται, ὥστ' ἂν αὐτοῖς ὀφθαλμοῖς δυνηθῆναι [ἡμᾶς] ἐνιδεῖν τῆς αἰωνίου σωτηρίας τὴν ὁδόν. ἄλλως δὲ ἀδύνατον, ὡς οἶσθα καὶ σύ, μικρῷ τάχιον εἰπὼν ὡς πᾶσα ὑπόθεσις ἀνασκευάζεται καὶ κατασκευάζεται καὶ πρὸς τὴν τοῦ ἐκδικοῦντος δύναμιν ἡ αὐτὴ ἀληθὴς καὶ ψευδὴς νομίζεται, ὡς μηκέτι τὰς ὑποθέσεις φαίνεσθαι ὃ εἰσίν, ἀλλὰ παρὰ τοὺς ἐκδικοῦντας φαντασίαν λαμβάνειν τοῦ εἶναι ἢ μὴ εἶναι ἀληθεῖς ἢ ψευδεῖς. τούτου ἕνεκεν προ- φήτου ἀληθοῦς ὅλον τὸ τῆς εὐσεβείας ἐδεήθη πρᾶγμα, ἵνα ἡμῖν ἐρεῖ τὰ ὄντα ὡς ἔστιν καὶ ὡς δεῖ περὶ πάντων πιστεύειν. ὥστε πρῶτον χρὴ τὸν προφήτην πάσῃ τῇ προφητικῇ ἐξετάσει δοκιμάσαντα καὶ ἐπιγνόντα ἀληθῆ, τοῦ λοιποῦ τὰ πάντα αὐτῷ πιστεύειν καὶ μηκέτι τὸ καθ' ἓν ἕκαστον τῶν ὑπ' αὐτοῦ λεγομένων ἀνακρίνειν, ἀλλὰ λαμβάνειν αὐτὰ βέβαια ὄντα, δοκούσῃ μὲν πίστει, ληφθέντα δὲ ἀσφαλεῖ κρίσει· ἀποδείξει γὰρ μιᾷ τῇ ἀπ' ἀρχῆς καὶ ἀκριβεῖ ἐξετάσει τῇ πανταχόθεν τὰ ὅλα ὀρθῷ εἴληπται λογισμῷ. διὸ πρὸ πάντων τὸν ἀληθῆ προφήτην ζητεῖν δεῖ, ὅτι ἄνευ τούτου βέβαιόν τι προσεῖναι ἀνθρώποις ἀδύνατον. καὶ ὁμῶς ἀνέπαυσέν με, ἐκθέμενός μοι τίς ἐστιν καὶ πῶς εὑρίσκεται, καὶ ἀληθῶς εὑρετόν μοι παρασχὼν αὐτόν, τῶν παρὰ ὀφθαλμοῖς ὁρωμένων ἐμφανεστέραν τῆς <περὶ> τοῦ προφήτου ὁμιλίας τοῖς ὠσὶν δείξας τὴν ἀλή- θειαν, ὡς ἐκπλαγέντα με θαυμάζειν πῶς τῶν πᾶσι ζητουμένων ἔμπροσθεν κειμένων οὐδεὶς ἐνορᾷ. πλὴν γράψας τὸν περὶ προφήτου λόγον, αὐτοῦ κελεύσαντος, ἀπὸ τῆς Καισαρείας τῆς Στράτωνος διαπεμφθῆναί σοι ἐποίη- σεν τὸν τόμον, παρὰ σοῦ ἐντολὴν ἔχειν εἰπὼν τὰς καθ' ἕκαστον ἐνιαυτὸν ὁμιλίας τε καὶ πράξεις γράφοντα διαπέμπειν σοι. ὁμῶς ἐν μιᾷ τῇ πρώτῃ ἡμέρᾳ ἀρχὴν ἤδη μόνον ποιούμενος περὶ τοῦ τῆς ἀληθείας προ- φήτου, περὶ πάντων με ἐπληροφόρησεν. καὶ εἶθ'· Oὕτως, ἔφη, ἐνόρα τοῦ λοιποῦ τὰς ἐξ ἐμοῦ πρὸς τοὺς ἐξ ἐναντίας γινομένας ζητήσεις· καὶ εἰ τὸ ἧττον ἀπενέγκωμαι, οὐ δέδια μήπως σὺ περὶ τῆς παραδοθείσης σοι ἀληθείας διακριθῇς, [ἠ] εἰδὼς ὅτι ἐγὼ ἡττᾶσθαι ἔδοξα, οὐχὶ ἡ ὑπόθεσις ἡ διὰ τοῦ προφήτου παραδοθεῖσα ἡμῖν. πλὴν ἐλπίζω μήτε ἐν τῷ ἐξε- ταστικῷ λόγῳ τὸ ἧττον ἀπενέγκασθαι πρὸς τοὺς νοῦν ἔχοντας (φιλα λήθεις λέγω), οἵτινες δύνανται γνωρίζειν τῶν λόγων τίνες εἰσὶ πιθανοὶ ἔντεχνοί τε καὶ ἐπιτερπεῖς, τίνες τε λιτοὶ καὶ ἁπλοῖ, μόνῃ τῇ δι' αὐτῶν