7
πορευρομένου ἐν ὁδῷ δικαιοσύνης κεφαλή ἐστιν ὁ Χριστός, τοῦ δὲ Χριστοῦ κεφαλὴ ὁ ἐπὶ πάντων Θεὸς καὶ Πατὴρ αὐτοῦ. Μετὰ οὖν τὸν παντοκράτορα Θεὸν ἡμῶν καὶ Πατέρα, τοῦ τε ἐνεστῶτος καὶ τοῦ μέλλοντος αἰῶνος Κύριον, πάσης τε πνοῆς καὶ δυνάμεως δημιουργόν, καὶ τὸν ἠγαπημένον αὐτοῦ Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, δι' οὗ ἡ δόξα τῷ Θεῷ, φοβήθητί σου τὸν ἄνδρα, ὦ γύναι, καὶ ἐντράπηθι αὐτόν, ἀρέσκουσα μόνῳ αὐτῷ, ὑπάρχουσα αὐτῷ εὐάρεστος ἐν ταῖς διακονίαις αὐτοῦ, ἵνα καὶ ἐπὶ σοὶ μακαρισθῇ ὁ ἀνὴρ διὰ τῆς Σοφίας τῆς λεγούσης διὰ Σολομῶντος τάδε· «Γυναῖκα δὲ ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ' αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ κατὰ πάντα τὸν βίον. Μυρευομένη ἔριον καὶ λίνον ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς, ἐγένετο ὡς ναῦς ἐμπορευομένη μακρόθεν συνάγουσα αὐτῷ τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκεν βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις· θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν τῶν χειρῶν αὐτῆς ἐφύτευσεν κτῆμα. Ἀναζωσαμένη τὴν ὀσφὺν αὐτῆς ἤρεισεν τοὺς ἑαυτῆς βραχίονας, καὶ ἐγεύσατο, ὅτι καλὸν τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται αὐτῆς ὁ λύχνος ὅλην τὴν νύκτα· τοὺς πήχεις αὐτῆς ἐκτείνει εἰς τὰ χρήσιμα, τὰς χεῖρας ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι, καρπὸν δὲ ἐξέτεινεν πτωχῷ. Oὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, πάντες γὰρ οἱ παρ' αὐτῇ εἰσιν ἐνδεδυμένοι δισσὰς στολάς, καὶ χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς, ἐκ βύσσου καὶ πορφύρας ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς, ἡνίκα ἂν κάθηται ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων τῶν κατ' οἶκον. Σινδόνας ἐποίησεν καὶ ἀπέδοτο τοῖς Φοίνιξιν, περιζώματα δὲ τοῖς Χαναναίοις· ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Τὸ στόμα αὐτῆς διήνοιξεν σοφῶς καὶ προσ ηκόντως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς· στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν· τὸ στόμα αὐτῆς διήνοιξεν σοφῶς καὶ ἐννόμως, θεσμοὶ δὲ ἐλεημοσύνης αὐτῆς ἐπὶ τῆς γλώσσης αὐτῆς. Ἀνέστησαν τὰ τέκνα αὐτῆς καὶ πλουτήσαντα ᾔνεσαν αὐτήν, καὶ ὁ ἀνὴρ αὐτῆς ἐπῄνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν· σὺ δὲ καθυπέρκησαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικὸς μὴ ἔστω ἐν σοί· γυνὴ γὰρ εὐσεβὴς εὐλο