καὶ εὐσύνοπτον τὸ περὶ Χριστοῦ μυστήριον. Οὐκ εὐθὺς δὲ πρὸς τοῦτο τοὺς Ἰουδαίους ὁ Θεὸς ἤγαγε, διὰ δὲ τοῦ μακροῦ νόμου καὶ τῶν πολλῶν αἰνιγμάτων, ὡς διὰ μακρᾶς τινος ὁδοῦ, τούτους ὡδήγει πρὸς τοῦτο· μήποτε πολεμηθέντες τοῖς λογισμοῖς τῆς ὑπερβολῆς, ἀποστρέψωσι πάλιν εἰς τὴν Αἰγυπτιακὴν ἀσέβειαν, ἀλλ' ἵνα πόῤῥωθεν ἐμμελετῶντες τῇ σκιᾷ τῆς ἀληθείας, καὶ γυμναζόμενοι κατὰ τὸν πρέποντα καιρὸν, εὐμαρῶς ἐπὶ τὸ τέλειον ἔλθοιεν. Φυλιστιεὶμ μὲν οὖν ἡ θαυμαστὴ ἑρμηνεύεται, ὁδὸς δὲ θαυμαστὴ ἡ σύντομος, ὁποία ἐστὶν ἡ τοῦ θείου Εὐαγγελίου. Ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδόν· τὴν δὲ νύκτα ἐν στύλῳ πυρός. Στύλος ἐστὶ τῆς ἀληθείας, ὁ Θεὸς ἀπὸ γῆς ἕλκων εἰς οὐρανόν. Καὶ νὺξ μὲν ὁ πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου καιρός· διὰ τὸν σκότον τῆς πλάνης, καὶ τὸν ἐπιπολάζοντα ζόφον τῶν παθῶν· ἡμέρα δὲ ὁ τῆς ἐπιδημίας αὐτοῦ, καθ' ὃν ἀνέτειλεν αὐτὸς ὁ ἥλιος τῆς δικαιοσύνης, φωτίζων καὶ λαμπρύνων τὰς τῶν πιστευόντων ψυχάς. Λοιπὸν οὖν μὲν Ἰουδαίους ὡδήγει τῷ κολάζοντι νόμῳ· κολάσεως γὰρ σύμβολον τὸ πῦρ. Τοὺς Χριστιανοὺς δὲ ὁδηγεῖ τῇ διὰ τοῦ ἁγίου βαπτίσματος σωτηρίᾳ. Ὕδωρ γὰρ ἡ νεφέλη καὶ σύμβολον τοῦ θείου ὕδατος τοῦ βαπτίσματος. Οὐ γὰρ 77.1193 ἔστιν εἰς τὴν ἄνω τε καὶ ἁγίαν ἀφικέσθαι πόλιν, μὴ καθοδηγουμένου Χριστοῦ, καὶ τὴν ὁδὸν τῆς σωτηρίας ὑποδεικνύοντος. Ἐξῆρε δὲ καὶ ὁ στύλος τῆς νεφέλης ἀπὸ προσ ώπου αὐτῶν, καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν, καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων, καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραὴλ, καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα. Νυκτὸς γὰρ οὔσης, ἤτοι καιροῦ δειλίαν τοῖς εὐσεβέσιν ἐπάγοντος, ἵσταται μέσον αὐτῶν τε καὶ τῶν καταδιωκόντων αὐτοὺς, ὁρατῶν ἢ ἀοράτων ἐχθρῶν, ἡ τοῦ Κυρίου δύναμις· οὐκ ἐῶσα συῤῥήγνυσθαι μέχρις ἂν ὁ φόβος παρέλθῃ. Ἢ καὶ περὶ τῶν ἄρτι κατηχουμένων τὸν τῆς εὐσεβείας λόγον ὁ λόγος, οἷς ἀσθενέσιν οὖσιν ἔτι συμπλέκεσθαι κωλύει τοὺς πολεμίους. Μεθ' ὃ δὲ καθάπερ διὰ θαλάσσης, διὰ τοῦ θείου βαπτίσματος ἔλθοιεν, ἀφίησι μάχεσθαι, τὴν δειλίαν ἀποθεμένους. Τὴν γὰρ Ἐρυθρὰν θάλασσαν διαβάντες οἱ Ἰσραηλῖται, μαχιμώτατοι καὶ δυσκαταγώνιστοι γεγόνασιν. Ἡ προσγενομένη δίψα τοῖς Ἰσραηλίταις κατὰ τὴν ἔρημον τύπος ἦν τῶν ἐν ἀσκήσει πόνων, καὶ γυμνασίας προοίμιον. Ὅρα γὰρ, ὅτι οὐκ ἐν ἀρχῇ προσέβαλεν αὐτοῖς πόλεμος ἐχθρῶν· οὔπω γὰρ ἐγυμνάσθησαν εἰς τὸ ἀριστεύειν. ∆ιὰ τοῦτο τοῖς τῆς σαρκὸς πρότερον δοκιμάζονται πόνοις. Εἰς τοῦτο δὲ βλέπει καὶ τό· Πειρασμὸς ὑμᾶς οὔπω κατέλαβεν, εἰ μὴ ἀνθρώπινος. Ξύλῳ κατεγλυκάνθη τὸ τῆς Μερᾶς πικρὸν ὕδωρ. Ἐν Χριστῷ γὰρ τῷ τῆς ζωῆς ξύλῳ καταγλυκαίνονται μὲν τὰ πικρά· φορητὰ δὲ τὰ δύσοιστα γίνονται. Ὥσπερ οἱ Ἰσραηλῖται τῶν κρεῶν ὑπομνησθέντες ἐπεθύμησαν ἐν Αἰγύπτῳ γενέσθαι, καὶ δουλεύειν πάλιν ὥστε ἐμπλησθῆναι αὐτῶν, οὕτω καὶ τοὺς ἀνοητοτέρους ἐν ἡμῖν δριμεῖαι πολλάκις ἀναπείθουσιν ἡδοναὶ παθῶν, φορητὴν ἡγεῖσθαι τὴν τοῦ διαβόλου δουλείαν, ἕνεκεν τοῦ ἀπολαύειν αὐτῶν. Ἐφίησι δὲ τούτοις ὁ Θεὸς, ἀκαθέκτως ἔχουσι. Τοῦτο γὰρ ἡ τῆς ὀρτυγομήτρας εἰκονίζει μετάληψις. Ἀλλ' ὥσπερ ἐκείνοις προτιμήσασι τοῦ μάννα τὸ κρέας εἰς χολέραν κατέληξεν ἡ βρῶσις· οὕτω καὶ τούτοις προτιμῶσι τῆς οὐρανίου τρυφῆς τὴν γεηρὰν, καὶ τῆς πνευματικῆς ἡδονῆς τὴν σαρκικὴν, εἰς ψυχικὸν ὄλεθρον ἡ μετάληψις καταλήξει. Περὶ τοῦ μάννα. Τὸ μὲν μάννα πρωῒ κατήρχετο, προτυποῦν τὸν Χριστὸν, ὅς ἐστιν οὐράνιος ἄρτος τρέφων τὰς ψυχὰς τῶν πινῶν· ὃς καὶ ἀνατολὴ ἡλίου τοῖς ἐν σκότει καθημένοις ἐπιδεδήμηκεν· ἡ δὲ ὀρτυγομήτρα πρὸς ἐσπέραν, δηλοῦσα τῆς νομικῆς λατρείας τὴν ζωοθυσίαν, ἥτις ἐν σκιαῖς τε καὶ ἀμυδροῖς ἴχνεσι τῆς ἀληθείας ἐπετελεῖτο, καὶ πέρας ἔμελλε δέξασθαι. Πέρας γὰρ τῆς ἡμέρας ἡ ἑσπέρα. Ἐντειλάμενος ὁ