τῷ ὀνόματί σου. ᾠήθησαν τοίνυν οὐδενὶ μὲν τῶν ἄλλων, αὐτοῖς δὲ μόνοις ἐξεῖναι φέρειν τὸ δοθὲν ἀξίωμα. διὰ τοῦτο προσίασιν ἀξιοῦντες μαθεῖν, εἰ καὶ ἕτερον ἔξεστι τοῦτο δρᾶν. ἔχομέν τι τοιοῦτον καὶ ἐν τοῖς ἀρχαιοτέροις γράμμασιν. ἔφη μὲν γάρ που θεὸς πρὸς τὸν Μωυσέα· Ἐπίλεξαι σεαυτῷ ἑβδομήκοντα ἄνδρας ἐκ τῶν πρεσβυτέρων Ἰσραὴλ καὶ ἀφελῶ ἀπὸ 91 τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ δώσω αὐτοῖς. καὶ συνήχθησαν μὲν εἰς τὴν ἀρχαίαν ἐκείνην σκηνὴν οἱ ἐξειλεγμένοι πλὴν δύο τινῶν· ἀπέμειναν γὰρ ἐν τῇ συναγωγῇ. ἐπιπεσόντος δὲ αὐτοῖς τοῦ τῆς προφητείας πνεύματος οὐ μόνον προεφήτευον οἱ ἐν τῇ ἁγίᾳ σκηνῇ συνδεδραμηκότες, ἀλλὰ καὶ οἱ ἀπομείναντες ἐν τῇ παρεμβολῇ. εἶπε δέ, φησίν, Ἰησοῦς ὁ παρεστηκὼς Μωυσῇ· Ἐλδὰδ καὶ Μωδὰδ προφητεύουσιν ἐν τῇ παρεμβολῇ, κύριε Μωυσῆ· κώλυσον αὐτούς. καὶ εἶπε, φησί, Μωυσῆς πρὸς Ἰησοῦν· Μὴ ζηλοῖς σὺ ἐμοί; τίς γὰρ δοίη πάντα τὸν λαὸν κυρίου εἶναι προφήτας, ὅταν δῷ κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ' αὐτούς. ἀλλ' ἦν καὶ τότε Χριστὸς ὁ ἐν ἁγίῳ πνεύματι ταῦτα λαλεῖν ἀναπείσας τὸν ἱεροφάντην Μωυσέα. καὶ γοῦν τοῖς ἁγίοις ἀποστόλοις αὐτὸς δι' ἑαυτοῦ φησι· Μὴ κωλύετε τὸν συντρίβοντα τὸν σατανᾶν ἐν τῷ ὀνόματι αὐτοῦ· οὐ γάρ ἐστι καθ' ὑμῶν, φησί. ὃς γὰρ οὐκ ἔστι καθ' ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν· ὑπὲρ ὑμῶν γάρ εἰσι τῶν ἀγαπώντων τὸν Χριστόν, ὅτι τὰ εἰς δόξαν αὐτοῦ πληροῦν ἐθέλουσι τῇ παρ' αὐτοῦ χάριτι στεφανούμενοι. ZU LK 9, 51 Τουτέστιν ἐνστάντος τοῦ καιροῦ καθ' ὃν ἔδει λοιπὸν τὸ σωτήριον ὑπομείναντα πάθος ἀναβῆναι μὲν εἰς τὸν οὐρανόν, συνεδρεῦσαι δὲ τῷ θεῷ καὶ πατρί, ἔκρινεν ἀνελθεῖν εἰς Ἱεροσόλυμα. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ Ἐστήρισε τὸ πρόσωπον αὐτοῦ. ZU LK 9, 52-55 Πέπομφεν ἀγγέλους ἑτοιμάσοντας αὐτῷ τε καὶ τοῖς σὺν αὐτῷ τὸ κατάλυμα. οἳ δὲ εἰς κώμην ἀφικόμενοι Σαμαρειτῶν οὐκ ἐδέχθησαν. ἐπὶ τούτοις ἠγανάκτουν οἱ μα 92 κάριοι μαθηταὶ καὶ οὐχ ἑαυτῶν ἕνεκα μᾶλλον, ἀλλ' ὅτι τὸν τῶν ὅλων σωτῆρα καὶ κύριον οὐ τετιμήκασιν. εἶτα τῆς ἐνούσης ἐξουσίας αὐτῷ τὸ μέγεθος οὐκ ἠγνοηκότες ἔφασκον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἐκ τοῦ οὐρανοῦ καὶ κατακαῦσαι αὐτούς. τοῦτο δὲ εἰρήκασι μήπω τῆς νέας κεκρατηκότες χάριτος, ἀλλ' ἔτι τῆς προτέρας ἐχόμενοι συνηθείας πρὸς Ἠλίαν ἀφορῶντες τὸν πυρὶ καταφλέξαντα δὶς τοὺς πεντήκοντα καὶ τοὺς ἡγουμένους αὐτῶν. τοῦτο δὲ λέγουσιν ἐπιτιμᾷ Χριστός. ZU LK 9, 52-54 Ἡ μὲν οὖν τῶν ἀνεγνωσμένων διάνοια ταύτην ἔχει τὴν περιοχήν. ἕκαστα δὲ λεπτῶς ἐρευνήσωμεν· γέγραπται γάρ· Ἄμελγε γάλα καὶ ἔσται βούτυρον. ἆρ' ἠγνόησεν ὁ σωτὴρ τὸ ἐσόμενον; οὐκ ἀληθὲς εἰπεῖν ὅτι πάντα γινώσκων ᾔδει που πάντως ὡς οὐ δεχθήσονται παρὰ τῶν Σαμαρειτῶν οἱ ἀπεσταλμένοι; εἶτα πῶς τοῦτο ἀμφίλογον; πῶς οὖν ἐκέλευσε προβαδίζειν αὐτούς; ἔθος ἦν αὐτῷ διὰ τρόπου παντὸς ὠφελεῖν ἐπείγεσθαι τοὺς ἁγίους ἀποστόλους καὶ ὁδοῦ πάρεργον ἔσθ' ὅτε ποιεῖσθαι τὸ δοκιμάζειν αὐτούς. οἷόν τι φημί· ∆ιέπλει ποτὲ τὴν Τιβεριάδα λίμνην ὁμοῦ τοῖς ὠνομασμένοις, εἶτα τὸν ὕπνον οἰκονομικῶς εἰσδέχεται, καὶ ζάλης κινηθείσης οὐ τῆς τυχούσης τὸ σκάφος ἐκινδύνευεν· ἐφίει γὰρ οἰκονομικῶς ἐπεγείρεσθαι τῷ σκάφει τὸν κλύδωνα, ἵνα καὶ τῶν μαθητῶν διαγυμνάσῃ τὴν πίστιν καὶ τῆς ἑαυτοῦ δυνάμεως ἐμφανῆ καταστήσῃ τὴν ὑπεροχήν. ὃ δὴ καὶ γέγονεν· οἳ μὲν γὰρ ὀλιγοπιστοῦντες ἔφασκον· Ἐπιστάτα, σῶσον ἡμᾶς, ἀπολλύμεθα, ὃ δὲ ἐγερθεὶς ὅτι καὶ τῶν στοιχείων ἐστὶ δεσπότης διέδειξεν εὐθύς· ἐπετίμησε γὰρ τῇ θαλάσσῃ καὶ τῷ κλύδωνι καὶ ἐγένετο γαλήνη μεγάλη σφόδρα. οὕτω τοίνυν καὶ ἐν τῷδε τῷ πράγματι· ᾔδει μὲν γὰρ ὡς οὐκ ἔσονται δεκτοὶ παρὰ τῶν Σαμαρειτῶν οἱ προκαταγγέλλοντες ὅτι 93 καταλύσει παρ' αὐτοῖς, ἀλλ' ἵνα πάλιν καὶ τοῦτο ὠφελείας πρόφασις τοῖς ἁγίοις γένηται μαθηταῖς, συγκεχώρηκεν ἀπελθεῖν. καὶ ποία τις ἦν ἡ τοῦ πράγματος οἰκονομία; ἀνέβαινεν εἰς