7
φωνῆς δέον ἐπεφιλοτιμήσατο, ἀλλὰ καὶ λαλοῦντοςἙλλάδι γλώσσῃ τοῦἸνδοῦ ἐκπλήττεται, ᾗ φησιν ὁ Φιλόστρατος ἀκόλουθα, ὡς ἔοικεν, ἑαυτῷ γράφων. πῶς γὰρ ἂν ἐξεπλάγη μὴ οὐχὶ βάρβαρον οἰηθείς; καὶ τὸν τοιοῦτον θαυμάσας οὔποτ' αν ἑλληνίσαι προσεδόκησεν· ειθ', ωσπερ τι παραδόντα παράδοξον καταπλαγεὶς καὶ τὸ τούτου ἔτ' ἀγνοῶν αιτιον «εἰπέ μοι» ἔφη ὁἈπολλώνιος «ὦ βασιλεῦ, πόθεν οὕτως εχεις φωνῆςἙλλάδος; φιλοσοφία τε ἡ περὶ σὲ πόθεν ἐνταῦθα; οὐδὲ γὰρ ἐς διδασκάλους γε, οἶμαι, ἀναφέρεις, ἐπεὶ μηδὲ ειναιἸνδοῖς εἰκὸς διδασκάλους τούτου.» αυται αἱ παράδοξοι τοῦ πάντα προγνώσει διειληφότος φωναί, ας ὁ βασιλεὺς ἀμειβόμενος, οτι τε σχοίη διδασκάλους καὶ οἵτινες ουτοι εκαστά τε πατρόθεν τῶν περὶ αὐτὸν συμβεβηκότων φράζει. εἶτα καί τισι τοῦἸνδοῦ δικάζοντος περὶ θησαυροῦ φωραθέντος ἐν ἀγρῷ, πότερα τῷ πριαμένῳ ἢ τῷ τὸ χωρίον ἀποδομένῳ δέοι νεῖμαι τοῦτον, ὁ πάντα φιλόσοφος καὶ θεοῖς κεχαρισμένος ἐρωτηθεὶς ἐπικρίνει τῷ πριαμένῳ, λογισμὸν δὴ αὐτοῖς ῥήμασιν ἐπειπὼν «ὡς οὐκ αν οἱ θεοὶ τὸν μὲν ἀφείλοντο καὶ τὴν γῆν, εἰ μὴ 384 φαῦλος ην, τῷ δ' αὖ καὶ τὰ ὑπὸ γῆν δοῦναι, εἰ μὴ βελτίων ην τοῦ ἀποδομένου.» ὡς κατ' αὐτὸν δὴ συνάγεσθαι, τοὺς μὲν εὐπόρους καὶ πλούτῳ διαφέροντας, καν αἰσχρότατοι καὶ πανωλέστατοι τυγχάνοιεν, τρισευδαίμονας καὶ θεοφιλεῖς ἡγεῖσθαι, μόνους δ' αρα κακοδαίμονάς τε καὶ ἀθλίους τοὺς πενεστάτους, καν Σωκράτης, κἂν ∆ιογένης, καν αὐτὸς ἐκεῖνος Πυθαγόρας τυγχάνῃ, καν αλλος, οἱ πάντων ἀνδρῶν σωφρονέστατοι τε καὶ ἐπιεικέστατοι. εἴποι γὰρ αν τις ἑπόμενος τῷ λόγῳ μὴ αν κατ' αὐτὸν τοὺς θεοὺς τοὺς μὲν πένητας, τούτους δὴ αὐτούς, οἳ κατὰ φιλοσοφίαν διήνεγκαν, ἀφελέσθαι καὶ τὰ πρὸς τὴν ἀναγκαίαν τροφὴν μὴ οὐχὶ πάντως φαύλους ὄντας τὸν τρόπον, τοῖς δὲ τὸ ηθος ἀκολαστοτέροις αφθονα καὶ τὰ μὴ ἀναγκαῖα παρασχεῖν, εἰ μὴ βελτίους ἐτύγχανον τῶν προτέρων, ἐξων παντί τῳ καταφανὴς ἡ τοῦ συμπεράσματος ἀτοπία. Ταῦτα καὶ ἀπὸ τοῦ δευτέρου παραθέμενοι ἴωμεν ἐπὶ τὸ τρίτον τὰ κατὰ τοὺς βεβοημένους ἐποψόμενοι Βραχμᾶνας· ἔνθα δὴ τὰ ὑπὲρ Θούλην απιστα καὶ εἴ τί περ αλλο τερατῶδές ποτε μυθολόγοις τισὶν ἀναπέπλασται, εὖ μάλα πιστὰ καὶ ἀληθέστατα, ὡς ἐν παραθέσει τούτων, ἀναφανήσεται, οἷς καὶ τὸν νοῦν ἐπιστῆσαι αξιον τῆς τοῦ Φιλαλήθους ενεκεν αὐθαδείας ἡμῖν μὲν εὐχέρειαν καὶ κουφότητα τρόπου περιάπτοντος, αὑτῷ δὲ καὶ τοῖς αὐτῷ παραπλησίοις τὴν ἀκριβῆ καὶ βεβαίαν μετὰ συνέσεως κρίσιν. Ορα γοῦν, ἐφ' οις σεμνύνεται παραδόξοις τῶν ἡμετέρων θείων εὐαγγελιστῶν προκρίνων τὸν Φιλόστρατον, ὡς μὴ μόνον παιδείας ἐπὶ πλεῖστον ἥκοντα, ἀλλὰ καὶ ἀληθείας ἐπιμεμελημένον. πρῶτα μὲν ουν ἐν τῇ πρὸς τοὺς Βραχμᾶνας πορείᾳ τοῦἈπολλωνίου γυνή 385 τις αὐτῷ τὴν χροιὰν εἰσάγεται ἀπὸ τῆς κεφαλῆς ἐς ὀσφὺν λευκοτάτη, τὸ δὲ ετερον μέρος τοῦ σώματος μέλαινα, τὰ δὲ προϊόντων τῆς ἐπὶ τοὺς Βραχμᾶνας ὁδοῦ ὄρη καταπεφυτευμένα τὸ πέπερι καὶ τούτου πίθηκοι γεωργοὶ καὶ παράδοξοί τινες τὸ μέγεθος δράκοντες, ων ἀπὸ κεφαλῆς λαμπάδες ἀπορριπτοῦνται πυρός, ους εἴ τις ἀνέλοι, ευ ροιαν, φησι, παραδόξους λίθους ἐν ταῖς κεφαλαῖς τῷ τοῦ Γύγου τοῦ παρὰ τῷ Πλάτωνι παραπλησίους. καὶ ταῦτα μὲν τὰ πρὸ τοῦ τῶν Βραχμάνων λόφου. ὡς δὲ καὶ εἰς αὐτὸν ἀφίκοντο, σανδαράκινον ἐνταῦθα φρέαρ υδατος ἰδεῖν παραδόξου καὶ κρατῆρα πλησίον πυρός, οὗ φλόγα ἀναπέμπεσθαι μολιβδώδη, δύο τε πίθους λίθου μέλανος τὸν μὲν ὄμβρων, τὸν δὲ ἀνέμων, ἀφ' ων τοὺς Βραχμᾶνας, οις αν εἶεν τῆς χώρας ἵλεῳ, χορηγεῖν. ἀλλά γε καὶ ἀγάλματα παρ' αὐτοῖςἈθηνᾶς Πολιάδος καὶἈπόλλωνος Πυθίου καὶ ∆ιονύσου Λιμναίου, καὶ ἄλλων τινῶνἙλληνικῶν θεῶν,Ἰάρχαν δὲ τὸν ἐπὶ πάντων διδάσκαλον καλεῖσθαι, ον καὶ ἰδεῖν καθεζόμενον πολλοῦ γε δεῖ φιλοσοφικῷ, σατραπικῷ δ' ἂν μᾶλλον σχήματι ἐφ' ὑψηλοτάτου δίφρου, χαλκοῦ δὲ μέλανος οὗτος ἦν καὶ