1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

7

δεσποτείας ἀπονέμοντας. ∆ὶς δὲ ἐνταῦθα ὀνομαζομένου τοῦ κυρίου, κατὰ τὸ, ἔβρεξεν Κυρίος παρὰ Κυρίου, δὶς κατὰ τὸ Ἑβραϊκὸν καὶ τὸ τετράγραμμον ἐμφέρεται, ὡς σαφέστατα ἀνομολογεῖσθαι τὸ ἐπὶ δύο προσώπων, δῆλον δ' ὅτι τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων καὶ τοῦ Λόγου αὐτοῦ, τὴν ἄρρητον ταύτην παραλαμβάνεσθαι σημείωσιν· ὡς μηκέτ' ἀμφιβόλως ἔχειν, εἴ που ἂν φέροιτο ἡ τοιαύτη ἐπὶ τοῦ Θεοῦ προσηγορία, μὴ μόνον ἐπὶ τῆς ἀγενήτου φύσεως αὐτὴν παραλαμβάνεσθαι, ἀλλὰ καὶ ἐπὶ τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν ὄντος Λόγου. ʹ ΚΕΦΑΛΑΙΟΝ. Ἐν τῇ πρὸς τὸν Ἰακὼβ εὐλογίᾳ ὁ Ἰσαὰκ φησὶ μετά τινα καὶ ταῦτα· καὶ δουλευσάτωσάν σοι ἔθνη· καὶ προσκυνήσουσίν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσίν σοι υἱοὶ τοῦ πατρός σου. Τὰ λεγόμενα ὡς πρὸς τὸν Ἰακὼβ οὐ πάνυ τί φαίνεται δύνασθαι ἐπ' αὐτὸν ἀνάγεσθαι, οὐδὲ μὴν ἐπὶ τὸν ἐξ αὐτοῦ γενόμενον λαὸν τὸν ἐκ περιτομῆς· ποῖα γὰρ ἔθνη καὶ πότε ἐδούλευσεν αὐτῷ; ἢ τίνες ἄρχοντες αὐτῷ προσεκύνησαν; ὡς τίνα δὲ καὶ προσεκύνουν; πότε δὲ καὶ ἐκυρίευσε τοῦ ἀδελφοῦ αὐτοῦ; ἢ τίνες οἱ τοῦ πατρὸς αὐτοῦ υἱοὶ οἱ λεγόμενοι προσκυνήσειν αὐτῷ; Καὶ μὴν οὐχ εὑρίσκεταί γε ὁ Ἰσαὰκ ἕτερόν τινα παρὰ τὸν Ἰακὼβ ἐσχηκὼς ἢ μόνον τὸν Ἠσαῦ· πῶς οὖν πληθυντικῶς εἴρηται τὸ, προσκυνήσουσίν σοι 18 οἱ υἱοὶ τοῦ πατρός σου; Ταῦτα δ' ἐσημειωσάμεθα διὰ τὸ πολλάκις καὶ Ἰακὼβ τὸν Χριστὸν ἐν ταῖς προφητείαις χρηματίζειν, ὡς ἐν τοῖς οἰκείοις δειχθήσεται τόποις, ὑπονοοῦντες μὴ πῆ καὶ ταῦτα δύναται ταῖς περὶ αὐτοῦ μαρτυρίαις ἁρμόζειν. Ὥσπερ γοὖν καὶ τὰ κατὰ τὸν Ἰσαὰκ εἰς τὸν Χριστὸν μετείληφεν ὁ ἱερὸς ἀπόστολος φήσας, τῷ δὲ Ἁβραὰμ ἐδόθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ· οὐ λέγει καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, καὶ τῷ σπέρματί σου, ὅς ἐστιν Χριστὸς, ὅρα εἰ μὴ τὸν αὐτὸν τρόπον καὶ τὰ ἐνταῦθα ὡς περὶ τοῦ Ἰακὼβ εἰρημένα μᾶλλον ἁρμόζοι ἂν τῷ Χριστῷ, ἅπερ εἰ οὕτως ἔχοι ὁ φιλομαθὴς ἑκάστην λέξιν νόμοις ἀλληγορίας ἐξετάσας εἴσεται. Ζʹ ΚΕΦΑΛΑΙΟΝ. Ὑπελείφθη δὲ Ἰακὼβ μόνος· καὶ ἐπάλαιεν ἄνθρωπος μετ' αὐτοῦ ἕως πρωΐ. Εἶτα μετὰ βραχέα εἰπόντος τοῦ Ἰακὼβ, οὐ μή σε ἀποστείλω ἐὰν μή με εὐλογήσῃς· φησὶν πρὸς αὐτόν· Τί ὄνομά σοι; ὁ δὲ εἶπεν, Ἰακώβ. Εἶπεν δὲ αὐτῷ, Οὐκέτι Ἰακὼβ κληθήσεται τὸ ὄνομά σου, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός. Καὶ αὖθις μετ' ὀλίγα, ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου εἶδος Θεοῦ· εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον καὶ ἐσώθη ἡ ψυχή μου. Οἷς ἐπιφέρει φάσκουσα ἡ γραφὴ, ἀνέτειλε δὲ αὐτῷ ἥλιος ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ. Τῷ μὲν Ἁβραὰμ ἀρχῆθεν ὕπαρ ὁ Κύριος χρηματίζει, καὶ πολλάκις μὲν διαλέγεται, τρὶς δὲ αὐτῷ καὶ ὀφθεὶς ἀναγέγραπται, καὶ οὐκ ἐν νυκτὶ, ἀλλ' ἐν ἡμέρᾳ μέσῃ 19 ὀφθείς· τὸ γοὖν τρίτον καὶ ἐν αὐτῇ μεσημβρίᾳ αὐτῷ ἐπιξενοῦται· τῷ δὲ Ἰακὼβ πρῶτον μὲν δύναντος ἡλίου ἐν μέσῃ νυκτὶ καθ' ὕπνους φαίνεται κατ' εἰ γὰρ κατιόντι εἰς Μεσοποταμίαν, ὅτε ἐν τῷ ὁράματι θεωρήσας τὴν οὐρανοκλίμακα καὶ τοὺς ἀναβαίνοντας καὶ τοὺς καταβαίνοντας ἐν αὐτῇ ἀγγέλους, τὸν δὲ Κύριον ἐπεστηριγμένον ἐπ' αὐτῆς, ἀκούει λέγοντος αὐτῷ τοῦ Κυρίου, Ἐγὼ κύριος ὁ Θεὸς Ἁβραὰμ τοῦ πατρός σου, καὶ τὰ λοιπὰ, ἃ καὶ ἀπὸ τῶν ἑξῆς παρίσταται δι' ἀγγέλου αὐτῷ εἰρηκώς· καὶ δεύτερον δὲ ἐν τῇ Μεσοποταμίᾳ, ὅτε ἐπιστὰς αὖθις ὁ διὰ τοῦ τετραγράμμου δηλούμενος κύριος εἶπεν αὐτῷ, Ἀποστρέφου εἰς τὴν γῆν τῶν πατέρων σου καὶ εἰς τὴν γενεάν σου καὶ ἔσομαι μετὰ σοῦ. Καθ' ὕπνον αὐτῷ ταῦτα καὶ δι' ἀγγέλου εἴρηκεν· ὡς δὲ αὐτὸς ὁ Ἰακὼβ διδάσκει ἄνα ἅμα γοὖν τῇ θείᾳ φωνῇ τὴν Λείαν καὶ τὴν Ῥαχὴλ ἀνακαλέσας, μεθ' ἕτερα τὸν γενόμενον αὐτῷ χρηματισμὸν ἀνατίθεται αὐταῖς λέγων, καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ' ὕπνον, Ἰακὼβ, καὶ τὰ ἑξῆς, ἐν οἷς φησὶν, Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ· οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι, καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου. Μετὰ δὲ ταῦτα