1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

7

ἐν καιρῷ αὐχμοῦ παρόντος ἅπαντος τοῦ στρατεύματος ἀποβὰς τοῦ ἵππου εἰς οὐρανὸν τὰς χεῖρας ἀνέτεινεν «αἰδέσθητι ταύ τας» λέξας «θεέ, αἵτινες οὐκ ἔχυσαν αἷμα ἀνθρώπειον, καὶ πέμψον ὑετὸν ἐπὶ γῆς», καὶ παραυτά φασιν ὗσαι ῥαγδαῖον ἐπὶ σφίσιν αὐτοῖς. ἐπαινεῖται καὶ ὁ τοῦ Ἰσραὴλ Ἰωσὴφ σιτοδότης Αἰγύπτου γενόμενος καὶ προϊδὼν τὸν καιρὸν καὶ καταπραγματευσάμενος τὸν καιρόν. τοῦ δὲ ἡμετέρου βασι λέως τὰς χεῖρας κρειττόνως ἂν οἶμαι τὸ θεῖον ᾐδέσθη. τοῦ γὰρ Τίτου τὴν αὐτοκρατορίαν χρόνος διέγραψε μέτριος, αὐτοῦ δὲ τὴν κραταρχίαν αἰὼν ἐγνώρισεν οὐ σμικρός, ἐν ᾧπερ ἅπαντι οὐ λύθρου αἴτιος ἀνθρωπίνου γεγένηται οὐδὲ βρότον ἔσχεν ἡ γῆ παρὰ τῶν ἐκείνου πεπαλαγμένον χειρῶν. τάχα γοῦν οὐχ ὑετὸν μόνον εἴπερ ἐβούλετο καθείλκυσεν ἐκ νεφῶν, ἀλλὰ καὶ πέτραν διέρρηξε καὶ ὕδατα εὐθὺς διερ ρύησαν καὶ διὰ θαλάσσης ἔβη ὡς διὰ χέρσου στερρᾶς* τὰ Μωσαϊκὰ πληρῶνται στρατεύματα. Ἰωσὴφ δὲ τὴν σιτοδοσίαν ἐμιμήσατο μέν, πλὴν οὐχ οὕτως οὐδ' ἐπ' αἰσχροκερδέσι τοῖς λήμμασι· προῖκα γὰρ τὰ πλείω τοῖς δεομένοις ἀπεχαρίζετο, οἷς καὶ ἐς ἀεὶ τὸν ἔλεον ἐδαψίλευε.

16 Πᾶσι μὲν οὖν ἦν ὑπανοίγων σπλάγχνα φιλάνθρωπα, μάλιστα δὲ τοῖς παρειμένοις τὰ ἄρθρα καὶ λελωβημένοις τὰ σώματα, ὧν τὸ δάκρυον λουτρὸν ἂν ἐκείνῳ πάντως ἐγεγόνει καθάρσιον καὶ σμῆξις ῥύπου σωματικοῦ. τί τοῦ Νῶε τὸ θαυμαστὸν καὶ ἐξαίρετον; οὐ τῆς κιβωτοῦ ἡ διάσωσις ἐν παγκοσμίῳ κατακλυσμῷ; τῷδε οὐ κιβωτὸς μείζων καὶ τιμιω τέρα, ἡ πᾶσα Ῥωμαίων χθών, διασεσωσμένη κοσμικοῦ καὶ παμφόρου τοῦ κλύδωνος, καὶ καθαρὰ ζῶα τὰ γνήσια ταύτης γεννήματα κατὰ πλῆθος ὑπεραραμένη τῶν χαλεπῶν, οὐ μὴν ἀλλὰ καὶ ἀκαθάρτων πλήθη τοῖς καθαροῖς συνεισάξασα καὶ καταποντισμοῦ μὲν ἐξοίσουσα τοῦ φαινομένου σαρκικοῦ, τὸ πλέον δὲ καὶ τοῦ νοητοῦ διασώσουσα; οὐχ ὁρᾶτε τὴν ἄπειρον πληθὺν τῶν Σκυθῶν; τούτους καὶ τῆς ἐξ ἐχ θρῶν προσδοκωμένης βλάβης αὐτὸς ἠλευθέρωσε καὶ τῷ λουτρῷ τοῦ βαπτίσματος λύμης τῆς ψυχικῆς ἀπεκάθηρε· καὶ νῦν εἰσι Χριστοῦ πρόβατα, λύκοι ὄντες τὸ πρίν, ὑπὸ Χριστῷ τῷ πρώτῳ ποιμένι καὶ ἀρχιποιμένι πρὸς χλόης τόπον καὶ σωτηρίας καθοδηγούμενοι, καὶ κύνες δὲ ἐν καιρῷ τῶν κινου μένων καθυλακτοῦντες κατὰ τῆς τοῦ δεσπότου κληρονομίας καὶ τῶν θρεμμάτων αὐτῶν. ἆρ' οὐκ ἔστι ταῦτα θαύματος ἄξια; ἆρ' οὐκ ἐγγὺς τῶν Μωσαϊκῶν ἐκείνων σημείων τε καὶ τεράτων, δι' ὧν θεὸς ἐδοξάζετο; τὸ δὲ τῶν Ἰουδαίων πενθήσει τις; οὓς ἔθνος τοσοῦτον καὶ ἀπρὶξ ἐνταλμάτων τῶν παλαιῶν ἀντεχόμενον καὶ τῆς σκιᾶς μεταποιούμενον καὶ τοῦ γράμματος οὕτω ῥᾷον καὶ παρ' ἐλπίδα πᾶσαν πρὸς τὴν χάριν θᾶσσον καὶ τὴν ἀλήθειαν μετηγάγετο, λόγοις κατα πείσας τοὺς ἀτεράσμονας καὶ δώροις καταμαλθάξας τοὺς σκληρογνώμονας, οὐ τῶν ἐτησίων μόνον φόρων πολλῶν ὄντων καταφρονήσας, ἀλλὰ καὶ προσεπιδοὺς πολλαπλασίονας δωρεάς.

17 Ταῦτα εἴπερ τις ἐξυμνεῖν κατὰ μέρος ἐβούλετο, δέκα ἂν αὐτῷ ἐπήρκεσαν γλῶσσαι, ὅσας ἐπηύξατο πλουτῆσαι ὁ ποιητής; ἔγωγε ἂν οἶμαι οὐδ' ἂν ἑκατὸν ἢ τούτων πλείους οὖσαι κατὰ τὴν ἀξίαν εὐφήμησαν. ἀλλὰ ταῦτα μὲν οὕτως, εἰ πρὸς ἐγκώμιον ἐχώρησέ τις τὸ δυσκατόρθωτον, τάχα δὲ καὶ ἀδύνατον. ἐμοὶ δὲ οὐ λόγος εὐφημίας τὸ προβαλλόμενον, θρήνων δὲ πάντως καὶ ὀδυρμῶν· οὐ γὰρ ἐγκωμιάζειν ἀφίγμεθα, ἀλλὰ στενάζειν τοῖς λόγοις συνεληλύθαμεν. ναὶ γοῦν καὶ θρηνητέον ἡμῖν καὶ δακρυτέον τὸν αὐτοκράτορα ἆρ' οὖν, ὦ Ῥωμαίων πληθύς, πάντη καὶ ἐς ἀεὶ [εἰ]δακρύειν θέμις ἡμᾶς καὶ μηδένα χρόνον σχεῖν τοῦ πάθους ἀνακωχήν; μὴ λόγον χαρμονῆς ἐπιβαλεῖν τῇ ψυχῇ μηδ' ἡδονῆς μικράν τινα δρόσον τῇ καρδίᾳ σταλάξασθαι, ἢν πάντων μὲν κόρος ἐστίν, ὡς τῇ ποιήσει καὶ τῇ ἀληθείᾳ δοκεῖ; καὶ εἰ τῶν ἡδέων, πολλῷ γε πλέον τῶν λυπηρῶν. καὶ πῶς ἂν γένοιτο τοῦτο, φαίη τις ἄν, ἢ πῶς ἂν πηλίκης συμφορᾶς φανείημεν ἐπι λήσμονες; εἰ πρὸς τοῦτό γε ἀποροίητε,