γὰρ φύζα, φυζινός· καὶ λεπτὸς, λεπτινὸς, εἶτα παρεντεθείσης τῆς κι συλλαβῆς, φυζακινός· λεπτακινός· Ἰστέον ὅτι τὸ θαμεινὸς διὰ τῆς ει διφθόγγου γράφεται· οὐκ ἔστιν ἀπὸ ἐπιῤῥήματος, ἀλλὰ παρώνυμόν ἐστιν· ἀπὸ γὰρ τοῦ σημαίνοντος τὸ συνεχὲς, οὗ τὸ θηλυκὸν θαμειὰ, ἀποβολῇ τοῦ ν, καὶ τὸ πληθυντικὸν θαμιαί. πολλαὶ ἠδὲ πυραὶ νεκύων καίοντο θαμιαί. 9Ἀχαιόσ9: Τὸ ἐπὶ ἔθνους· τὸ χαι δίφθογγον. 9Αἵδησ9: Αἵδης γὰρ παρὰ τὸ αἶδες, τὸ ἡμῖν μὴ φαινόμενον· παρὰ τὸ αἰδνόν. 9Ἀριστοκεῖα9: Τὸ κει δίφθογγον· ἐκ τοῦ ἀριστοκεὺς ἀρσενι κοῦ. 9᾿̓Αδρίασ9: ι· τὰ διὰ τοῦ ιας ὑπὲρ δύο συλλαβὰς ἀρσενικὰ διὰ τοῦ ι γράφεται· οἷον, Χαβρίας· Ἡλίας· Ἱππίας· φρονιματίας. 9Ἀπώλεια9 καὶ 9Ἀπώλετο9: Τὸ πω διὰ τοῦ ω μεγάλου, ὅτι προπαροξύνεται· ἔχοντα ἀντιπαρενεστῶτα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, θάλλω, θάλλεια· ἀνθῶ, Ἄνθεια· χαίρω, Χαί ρεια· κρατῶ, κράτεια· μηδῶ, Μήδεια· ἐνεργῶ, ἐνέργεια· οὕτω οὖν καὶ ἀπόλλω, ἀπώλεια· ἐξέτεινεν δὲ τὸ ο εἰς τὸ ω· οἷον, ἐξώλεια· προώλεια· οὕτω καὶ ἀπώλεια διὰ τοῦ ω καὶ τῆς ει δι φθόγγου. 9Ἁρμωνία9: ι· ἀπὸ γὰρ τοῦ ἅρμων, ἅρμωνος, ἁρμωνία. 9Ἀπερίσεια9: Τὸ σει δίφθογγον· ἐκ τοῦ ἀπειρέσια, καὶ καθ' ὑπερβιβασμὸν ἀπερίσειος, καὶ ἀπερίσεια. 9Ἀγλαΐα9: Ἀπὸ τοῦ ἀγλαὸς, ἀγλαΐα. 9Ἀγακλειτόσ9: ∆ιὰ τῆς ει διφθόγγου· ἐγκλεῖνον γὰρ τὸ κλεῖτος· γράφεται δὲ διὰ τῆς ει διφθόγγου, ἀπὸ γὰρ τοῦ κλείω γέγονεν, τοῦ σημαίνοντος τὸ δοξάζω· τὸ δὲ κλείω διὰ τῆς ει δι φθόγγου γράφεται, ἐπεὶ ἀπὸ τοῦ κλέος γέγονεν κλέω, καὶ κατὰ πλεονασμὸν τοῦ ι κλείω, καὶ ἐν συνθέσει ἀγακλειτός. 181 9Ἀλαζωνεῖα9: ∆ιὰ τῆς ει διφθόγγου· διὰ τὸ ἔχειν ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευω· οἷον, ἀλαζονεύω· Ἰστέον δὲ ὅτι τὰ διὰ τοῦ εια θηλυκὰ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευω, εἰ μὲν ὦσιν ἀπὸ τῶν εἰς μων ὀξυτόνων, διὰ τοῦ ι γράφεται· οἷον, ἠγεμὼν, ἠγεμωνεύω, ἠγεμωνία· κηδεμὼν, κηδεμωνεύω, κηδε μωνία· εἰ δὲ μὴ ὦσιν ἀπὸ τῶν εἰς μων, διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ἀλαζὼν, ἀλαζωνεύω, ἀλαζωνεῖα· καὶ ἀπὸ ἄλ λης δὲ οἵας δήποτε καταλήξεως ἐὰν ὦσιν, διὰ διφθόγγου γρά φεται· οἷον, ῥήτωρ, ῥήτορος, ῥητορεύω, ῥητορεῖα· εἴρων, εἰρω νεύω, εἰρωνεῖα· πρᾶγμα, πραγματεύω, ἐξ οὗ τὸ πραγματεύ ομαι, πραγματεῖα· ὁμοίως κολακεῖα· ἑρμηνεῖα· προφητεῖα· ξε νιτεῖα· ἀριστεῖα· ἐκ τοῦ ἀριστεύς· ἀληεῖα· βουλεῖα· σημαίνει δὲ τὴν βούλευσιν· γοητεῖα· δυναστεῖα· ἱκετεῖα· ἱκεσία δὲ διὰ τοῦ ι· λαγνεῖα, λάγνος γὰρ τὸ ἀρσενικόν· καὶ προστασία, προ στάτης γὰρ τὸ ἀρσενικόν· νηστεῖα· ληστεῖα· βασιλεῖα· θεραπεῖα· ξυλεῖα· τοξεῖα· ὁπλιτεῖα· στρατοπεδεῖα· πολιτεῖα· τερατεῖα· προστασία δὲ διὰ τοῦ ι· πρεσβεῖα· δεσποτεῖα· ὑδρεῖα τὸ ἐπὶ τῆς ὑδρεύσεως, ἐπὶ δὲ τοῦ ἀγγείου διὰ τοῦ ι, ὑδρία· χωρὶς τῶν ἀπὸ τῶν εἰς ος συνθέτων διὰ τοῦ ια παραγομένων θηλυκῶν, κἂν γὰρ ἔχωσιν ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω, διὰ τοῦ ι γρά φεται· οἷον, πρόεδρος, προεδρεύω, προεδρία· συνεδρία· φιλαν θρωπία· ἀσωτία· ἐμπορία· παρθενία· συνοδία· ἠνιοχεῖα διὰ τῆς ει διφθόγγου, ἐκ τοῦ ἠνιοχεύς· ἐσπερεῖα ἐκ τοῦ ἐσπερεύς· μα στροπεῖα ὁμοίως, σημαίνει δὲ τὸ μαστροπὸς τὴν μαυλίστριαν· ἔστιν δὲ παρὰ τὸ μα, τὸ σημαῖνον τὴν μητέρα, καὶ τὸ τρόπος οἱονεὶ ἡ δοκοῦσα ἔχειν μητρὸς τρόπους· Ἰστέον δὲ ὅτι ἐκ τού των τὰ διὰ τοῦ τ ἐκφερόμενα διὰ τῆς ει διφθόγγου γράφεται· ὅσα δὲ διὰ τοῦ σ διὰ τοῦ ι γράφεται. 9Ἄλειαρ9: ∆ιὰ τῆς ει διφθόγγου· σημαίνει τὰ ἄλευρα· τὰ ἀπὸ τούτων ἐκ τοῦ ἄλεαρ γέγονε ἄλειαρ. Ἀλίφατα δὲ τὰ ἄλευρα ἐκ τῆς κριθῆς. 9Ἀείδω9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ἀοιδή· ἀντι παράκειται γὰρ αὐτὸ τὸ ο, ὡς ἐν τῷ ἀλοιφὴ, ἀλείφω εἴρηται οὕτως, καὶ ἀπὸ τοῦ ἀείδω ἀοιδὴ γέγονεν· Ἰστέον ὅτι τὸ ἀοιδὴ 182 κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς τὸ ω, καὶ κατὰ συναίρεσιν τοῦ ω καὶ ι εἰς τὴν ωϊ δίφθογγον γέγονεν ᾠδὴ, καὶ ἔχει ι προσγε γραμμένον. 9Ἁψίσ9· ∆ιὰ τοῦ ι ἁψίδος γέγονε διὰ τοῦ δος. 9Ἅγιοσ9: ∆ιὰ τοῦ ι· ἐκ γὰρ τοῦ ἅγος γέγονεν ἅγιος. 9Ἀγρίων9: Τὸ κύριον ὄνομα διὰ τοῦ ι γράφεται. 9Ἀνώγειον9: Τὸ νω μέγα, παρὰ τὸ ἄνω ἐπίῤῥημα· τὸ γει δίφθογγον, παρὰ τὸ γέα, καὶ κατὰ κρᾶσιν ἀνώγειον. 9Ἄνθιμοσ9: Τὸ θι ι· παρὰ γὰρ τὸ ἄνθος γέγονεν ἄνθιμος.