ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
σύνην τοῦ βασιλέως τοῦ ἀδελφοῦ μου, νὰ ἔρχεται ἐξ ὀρθοῦ εἰς τὸ κελ λίν μου, ὡς καὶ πρότερον. 15.8 Ἀπὸ τούτων οὖν τῶν αἰτιῶν, ὡς ὡρίσθη παρὰ τοῦ βασιλέως καὶ ἀδελφοῦ αὐτοῦ, ὅτι νὰ συνακολουθήσω αὐτῷ ἀπερχομένῳ εἰς τὸν Μο ρέαν, δι' ἣν αἰτίαν προεδηλώσαμεν, ὥρισέ μοι ἰδίως, ὅτι τόδε μέλλει γενέσθαι· καὶ ἀγαπῶ νὰ ἠμπορῇ νά σε εἶχον μετ' ἐμοῦ. Καὶ ἀνέφερον αὐτῷ καὶ ἐγὼ τοῦτο πολλῷ πλέον, σωζομένου μόνον, ὅτι νὰ ἔνι μετὰ ἀποδοχῆς καὶ ὁρισμοῦ τοῦ αὐθεντὸς τοῦ βασιλέως τοῦ ἀδελφοῦ σου. Ἐζήτησεν οὖν τοῦτο τὸν ἀδελφὸν αὐτοῦ δι' ἑαυτοῦ μετὰ λόγων παρα κλητικῶν καὶ αἰτίων ἀναγκαίων, ὁποῦ τὸν ἠνάγκαζον, ἵνα ἔχῃ τὸ ἐμὸν χρείαν. Ἐκεῖνος δὲ ἀπελογίσατο, ὡς ζητοῦντα ἀδύνατόν τι, οὐ δι' ἄλλο τι, ἀλλ' ἢ διὰ τὸν ὁρισμὸν τοῦ πατρὸς αὐτῶν καὶ τὴν πρὸς ἐκεῖνον ἐμὴν διὰ στόματος παράδοσιν. Ὁ δὲ πάλιν ἐζήτησε τοῦτο διὰ τῆς ἁγίας δεσ ποίνης καὶ μητρὸς αὐτῶν καὶ ἔτι μετὰ τῶν μεσαζόντων αὐτοῦ. Καὶ μό λις ποτὲ ὥρισε τοῦτο, ὅτι ἂς ἔλθῃ μεθ' ἡμῶν ὁ Σφραντζῆς· καὶ εἰ μὲν ἀπομείνῃ ὁ ἀδελφός μου ἐκεῖ, νὰ τὸν ἀφήσω νὰ ἔχῃ αὐτόν, ἐπεὶ καὶ ἡ κυρά μου ἡ δέσποινα ὥρισέ μοι περὶ τούτου καὶ συγχωρεῖ το. Εἰ δὲ ἐπαναστρέψει ἐδὼ ὁ ἀδελφός μου μετ' ἐμοῦ, οὐδὲν τυχένει, εἰ μὴ νὰ ἔνι εἰς ἐμέ, καθὼς ὥρισεν ὁ αὐθέντης μου ὁ βασιλεὺς ὁ πατήρ μου, νὰ ἔχω μεν δίκαιον νὰ ποιήσωμεν εἰς αὐτόν.
16.1 Ἐρχόμενοι δὲ εἰς τὸν Μορέαν, τοῦ μὲν ὑπῆρχον τελείως ὑποχείριος, ὡς προεῖπον, πρὸς δὲ τὸν ἀγάπῃ καὶ ἐλπίδι προσαπέβλεπον. Ἀποσωθέντες οὖν εἰς τὸν Μορέαν καὶ κατὰ τοῦ τόπου παντός, οὗ ἐντὸς τοῦ Μορέως ἐκράτει δεσπότης ὁ Κάρουλος, ἀπελθόντες πάντες οἱ αὐθέν ται καὶ ἀδελφοί, τέλος, ἐπεὶ οὔτε οὗτοι ἦσαν τεθαῤῥηκότες, ὅτι θέλουν δολώσειν εἰς ἑαυτοὺς ὅλον τὸν τόπον, ὃν εἶχεν ὁ Κάρουλος, οὔτε πά λιν ἐκεῖνος, ὅτι νὰ δυνηθῇ νὰ φυλάξῃ τὸν ἐπίλοιπον τόπον, ὁποῦ ἀπέ μεινεν αὐτόν, ἀπήρασι γὰρ οἱ αὐθένται ἡμῶν τινὰ τῶν αὐτοῦ, ἐφά νη καλόν, ἵνα ὁ δεσπότης κὺρ Κωνσταντῖνος ἐπάρῃ τὴν ἀνεψιὰν αὐτοῦ δὴ τοῦ Καρούλου δεσπότου εἰς νόμιμον γυναῖκα καὶ τὰ κάστρη, ὅσα δὴ καὶ εἶχεν εἰς τὸν Μορέαν, λάβῃ εἰς προῖκαν αὐτῆς. Οὗ δὴ γενομένου τελείου τῇ α-ῃ Μαΐου τοῦ αὐτοῦ ἔτους, σταλεὶς ἐγὼ παρέλαβον τὴν Γλα ρέντζαν, καὶ ἄλλοι τὰ ἄλλα. 16.2 Καὶ ἐπαναστρέψαντες εἰς τὸν Μυζηθρᾶν ἐνεργεῖτο τὸ τῆς καλο γερικῆς τοῦ δεσπότου κυροῦ Θεοδώρου. 16.3 ∆ιὰ δὲ τὸ νὰ ἐπάρουν, ἂν ἠμπορέσουν, τὴν Πάτραν, ἀναγκαῖον καὶ χρήσιμον τόπον, καὶ διὰ τὸ νὰ μηδὲν εὑρίσκωνται εἰς τὸν Μυζη θρᾶν οἱ ἀδελφοὶ τοῦ ἀδελφοῦ αὐτῶν βουλομένου γενέσθαι καλόγερον, ἐξελθόντες τῇ α-ῃ Ἰουλίου τοῦ αὐτοῦ ἔτους, ἦλθον κατὰ τῆς Πάτρας οἱ τρεῖς τῶν ἀδελφῶν. Καὶ περὶ τοὺς μύλους αὐτῆς σκηνώσαντες, ἐκεῖσε καὶ τὴν ἀνεψιὰν τοῦ δεσπότου Καρούλου ἔφερον, κυρὰν Θεοδώραν· καὶ ἐκεῖσε αὐτὴν καὶ ὁ δεσπότης κὺρ Κωνσταντῖνος τὴν εὐλογήθη. 16.4 Εἰς δὲ τὴν Πάτραν οὐδὲν ἐκατορθώθη τι πρὸς ἅλωσιν, ἀλλ' ἦν μᾶλλον καὶ αἴτιον, ὅτι καὶ ὅπερ ὁ ἀδελφὸς αὐτῶν κὺρ Θεόδωρος ὁ δε σπότης εἰς τὸν Μυζηθρᾶν ἔστησεν, ἵνα ποιήσῃ, ἀθετήσῃ, ὅπερ ἦν αἴτιον πολλῶν κακῶν. 16.5 Ὡς οὖν εἰς τὰ τῆς Πάτρας τι συμπέρασμα χρηστὸν οὐδὲν ἐκατορ θοῦτο, ἀλλ' ἢ μόνον τρία καστελλόπουλα ὁποῦ ἀπῆραν, ποιήσαντες εἰ ρήνην μετὰ τῶν ἐν τῷ κάστρῳ καὶ ὅτι νὰ δίδουν καὶ κατ' ἔτος πρὸς τὸν δεσπότην κὺρ Κωνσταντῖνον φλωρία φʹ, ἐγερθέντες ἀπῆλθον, ὁ μὲν βα σιλεὺς δι' ἄλλης ὁδοῦ εἰς τὸν Μυζηθρᾶν, ὁ δὲ δεσπότης κὺρ Κωνσταν τῖνος δι' ἄλλης εἰς τὸ Χλουμοῦτζιν μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ βασι λίσσης. 16.6 Μετὰ δέ τινα καιρὸν ὀλίγον, ἐπεὶ ὁ βασιλεὺς ἤθελεν ἵνα ἀπέλθῃ ὄπισθεν εἰς τὸ ὁσπήτιον αὑτοῦ, μηνυθεὶς καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπῆλθεν εἰς τὸν Μυζηθρᾶν ἀπὸ τὸ Χλουμοῦτζιν. Κἀκεῖσε διαβιβάσαντες ἀμφό τεροι οἱ δὴ ἀδελφοὶ ἡμέρας ὀλίγας, τῷ Ὀκτωβρίῳ μηνὶ τοῦ λζ-ου ἔτους ἐκαβαλλίκευσαν ὁμοῦ καὶ ἀπῆλθον μέχρι καὶ τῆς Κορίνθου. Καὶ ὁ μὲν βασιλεὺς ἐμβὰς εἰς τὰ κάτεργα ἀπέπλευσεν εἰς τὴν Κωνσταντινούπολιν, ὁ δὲ δεσπότης κὺρ Θεόδωρος ἀπῆλθεν ὄπισθεν τὴν αὐτὴν ὁδὸν τὴν φέ ρουσαν εἰς τὸν Μυζηθρᾶν· καὶ ὁ κὺρ Θωμᾶς ὁ αὐθεντόπουλος, μετ' αὐ τοῦ