7
ἄργυρον. ἔδειξε δὲ αὐτοῖς καὶ τὸ στίλβειν καὶ τὸ καλλωπίζειν καὶ τοὺς ἐκλέκτους λίθους καὶ τὰ βαφικά. καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ τῶν ἀνθρώπων καὶ ταῖς θυγατράσιν αὐτῶν καὶ παρέβησαν καὶ ἐπλάνησαν τοὺς ἁγίους, καὶ ἐγένετο ἀσέβεια πολλὴ ἐπὶ τῆς γῆς· καὶ ἠφάνισαν τὰς ὁδοὺς αὐτῶν. ἔτι δὲ καὶ ὁ πρώταρχος αὐτῶν Σεμιαζὰς ἐδίδαξεν εἶναι ὀργὰς κατὰ τοῦ νοός, καὶ ῥίζας βοτανῶν τῆς γῆς. ὁ δὲ ιαʹ Φαρμαρὸς ἐδίδαξε φαρμακείας, ἐπαοιδίας, σοφίας καὶ ἐπαοιδῶν λυτήρια. ὁ θʹ ἐδίδαξεν ἀστροσκοπίαν. ὁ δὲ δʹ ἐδίδαξεν ἀστρολογίαν. ὁ δὲ ηʹ ἐδίδαξεν ἀεροσκοπίαν. ὁ δὲ γʹ ἐδίδαξε τὰ σημεῖα τῆς γῆς. ὁ δὲ ζʹ ἐδίδαξε τὰ σημεῖα τοῦ ἡλίου. ὁ δὲ κʹ ἐδίδαξε τὰ σημεῖα τῆς σελήνης. πάντες δὲ οὗτοι ἤρξαντο 13 ἀνακαλύπτειν τὰ μυστήρια ταῖς γυναιξὶν αὐτῶν καὶ τοῖς τέκνοις αὐτῶν. μετὰ δὲ ταῦτα ἤρξαντο οἱ γίγαντες κατεσθίειν τὰς σάρκας τῶν ἀνθρώπων· καὶ ἤρξαντο οἱ ἄνθρωποι ἐλαττοῦσθαι ἐπὶ τῆς γῆς. οἱ δὲ λοιποὶ ἐβόησαν εἰς τὸν οὐρανὸν περὶ τῆς κακώσεως αὐτῶν λέγοντες εἰσενεχθῆναι τὸ μνη μόσυνον αὐτῶν ἐνώπιον κυρίου. καὶ ἀκούσαντες οἱ δʹ μεγάλοι ἀρχάγγελοι Μιχαὴλ καὶ Οὐριὴλ καὶ Ῥαφαὴλ καὶ Γαβριὴλ παρέκυψαν ἐπὶ τὴν γῆν ἐκ τῶν ἁγίων τοῦ οὐρανοῦ· καὶ θεασάμενοι αἷμα πολὺ ἐκκεχυμένον ἐπὶ τῆς γῆς καὶ πᾶσαν ἀσέβειαν καὶ ἀνομίαν γενομένην ἐπ' αὐτῆς, εἰσελθόντες εἶπον πρὸς ἀλλήλους ὅτι τὰ πνεύματα καὶ αἱ ψυχαὶ τῶν ἀνθρώπων στενάζουσιν ἐντυγχάνοντα καὶ λέγοντα ὅτι εἰσαγάγετε τὴν κρίσιν ἡμῶν πρὸς τὸν ὕψιστον, καὶ τὴν ἀπώλειαν ἡμῶν ἐνώπιον τῆς δόξης τῆς μεγαλωσύνης, ἐνώπιον τοῦ κυρίου τῶν κυρίων πάντων τῇ μεγαλωσύνῃ. καὶ εἶπον τῷ κυ ρίῳ τῶν αἰώνων· σὺ εἶ ὁ θεὸς τῶν θεῶν καὶ κύριος τῶν κυρίων καὶ ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ θεὸς τῶν αἰώνων, καὶ ὁ θρόνος τῆς δόξης σου εἰς πάσας τὰς γενεὰς τῶν αἰώνων, καὶ τὸ ὄνομά σου τὸ ἅγιον καὶ εὐλογημένον εἰς πάντας τοὺς αἰῶνας, καὶ τὰ ἑξῆς. τότε ὁ ὕψιστος ἐκέλευσε τοῖς ἁγίοις ἀρχαγγέλοις, καὶ ἔδησαν τοὺς ἐξάρχους αὐτῶν καὶ ἔβαλον αὐ τοὺς εἰς τὴν ἄβυσσον, ἕως τῆς κρίσεως, καὶ τὰ ἑξῆς. καὶ ταῦτα μὲν ὁ Ἐνὼχ μαρτυρεῖ. Ὁ δὲ θεόπτης Μωυσῆς ἐν τῇ Γενέσει φησί· «καὶ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐ τοῖς. ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο.» εἶτα «καὶ μετ' ἐκεῖνο ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώ πων καὶ ἐγεννῶσαν ἑαυτοῖς, ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ' αἰῶνος, ἄνθρω ποι οἱ ὀνομαστοὶ» καὶ τὰ ἑξῆς. Ὁ δὲ κορυφαῖος καὶ ἀπόστολος Πέτρος ἐν ἐπιστολῇ δευτέρᾳ περὶ αὐτῶν οὕτω φησίν· «εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν κολαζομένους τηρεῖν, καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλ' ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξε, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας.» 14 Ταῦτά τοι πρὸς ὠφέλειαν τῶν βουλομένων ἐκ τῶν θείων γραφῶν παρα τέθεικα. ἄξιον δὲ καὶ Ζωσίμου τοῦ Πανοπολίτου φιλοσόφου χρῆσίν τινα παραθέσθαι περὶ αὐτῶν ἐκ τῶν γεγραμμένων αὐτῷ πρὸς θεοσέβειαν ἐν τῷ θʹ τῆς Ἰμοὺθ βίβλῳ, ἔχουσαν ὧδε· «φάσκουσιν αἱ ἱεραὶ γραφαὶ ἤτοι βί βλοι, ὦ γύναι, ὅτι ἔστι τι δαιμόνων γένος ὃ χρῆται γυναιξίν. ἐμνημόνευσε δὲ καὶ Ἑρμῆς ἐν τοῖς φυσικοῖς, καὶ σχεδὸν ἅπας λόγος φανερὸς καὶ ἀπό κρυφος τοῦτο ἐμνημόνευσε. τοῦτο οὖν ἔφασαν αἱ ἀρχαῖαι καὶ θεῖαι γραφαί, ὅτι ἄγγελοί τινες ἐπεθύμησαν τῶν γυναικῶν καὶ κατελθόντες ἐδίδαξαν αὐτὰς πάντα τὰ τῆς φύσεως ἔργα, ὧν χάριν, φησί, προσκρούσαντες ἔξω τοῦ οὐρανοῦ ἔμειναν, ὅτι πάντα τὰ πονηρὰ καὶ μηδὲν ὠφελοῦντα τὴν ψυχὴν ἐδίδαξαν τοὺς ἀνθρώπους. ἐξ αὐτῶν φάσκουσιν αἱ αὐταὶ γραφαὶ καὶ τοὺς γίγαντας γεγενῆσθαι. ἔστιν οὖν αὐτῶν ἡ πρώτη παράδοσις Χημεῦ περὶ τούτων τῶν τεχνῶν. ἐκάλεσε δὲ ταύτην τὴν βίβλον Χημεῦ, ἔνθεν καὶ ἡ τέχνη χημεία καλεῖται» καὶ τὰ ἑξῆς. Τούτων οὕτως ἐχόντων περὶ τῶν ἐκ τοῦ Σὴθ ἐγρηγόρων δέον γινώσκειν ὅτι παρὰ μὲν τῇ