1

 2

 3

 4

 5

 6

 7

 8

7

Ρ. 3.5t Ῥαδαμάνθυος κρίσις: ἡ δικαιοτάτη. 3.6 Ῥόδον παρελθὼν μηκέτι ζήτει πάλιν: ἐπὶ τῶν κυδαινόντων τινάς. 3.7 Ῥόδον ἀνεμώνῃ συγκρίνεις: ἐπὶ τῶν τὰ ἀνόμοια συμβαλλόντων. 3.8 Ῥόδα μ' εἴρηκας: ἀντὶ τοῦ· ἐμοὶ τὰ παρά σου εἰρημένα ῥόδα ἐστίν. Σ. 3.9t Σήπινον γερόντιον: ἐπὶ τῶν ἀσθενῶν. 3.10 Σὺν τῷ θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται: ἀντὶ τοῦ· θεοῦ βουλομένου καὶ τὰ κακὰ μεθίσταται εἰς τέρψιν. Τ. 3.11t Τυφλότερος ἀσπάλακος: ἐπὶ τῶν παντελῶς πεπηρωμένων. 3.12 Τρυγόνος λαλίστερος: ἐπειδὴ αἱ τρυγόνες οὐ μόνον τῷ στόματι, ἀλλὰ καὶ τοῖς ὀπισθίοις μέρεσιν ἠχοῦσι. 3.13 Τιθωνοῦ γῆρας: ἐπὶ τῶν πολυχρονίων. 3.14 Τὰς ἐν ᾅδου τριακάδας: τιμᾶται δὲ ἡ τριακὰς ἐν ᾅδου διὰ τὴν Ἑκάτην. καὶ γὰρ Ἀθηνᾶ καὶ Ἄρτεμις καὶ Ἑκάτη ἓν εἶναι δοκοῦσι. 3.15 Τὸν Μίδου πλοῦτον καὶ Κροίσου: ἐπὶ τῶν ὑπερβολικῶς πλουτούντων. 3.16 Τροχὸς τὰ ἀνθρώπινα: ἤτοι εὐμετάβολα. 3.17 Τυφλὸς τά τ' ὦτα τόν τε νοῦν τά τ' ὄμματ' εἶ. 3.18 Τὴν ἑαυτοῦ σκιὰν δέδοικεν, ἐπὶ τῶν σφόδρα δειλοτάτων. Υ. 3.19t Ὑπέρου περιστροφή: ἐπὶ τῶν τὰ αὐτὰ ποιούντων πολλάκις καὶ μηδὲν ἀνυόντων· ἢ ἐπὶ τῶν ταχέως τι πραττόντων. 3.20 Ὑπέρου γυμνότερος. 3.21 Ὑπὲρ τὸν κατάλογον: ἐπὶ τῶν γεγηρακότων. 3.22 Ὑπόχαλκον τὸ χρυσίον: ἐπὶ τῶν κεκιβδηλευμένων. 3.23 Ὑπὲρ ὄνου σκιᾶς: ἐπὶ τῶν μηδενὸς ἀξίων. Φ. 3.24τ Φρὺξ ἀνὴρ πληγεὶς ἀμείνων καὶ διακονέστερος: νωθροὶ γὰρ δοκοῦσιν οἱ Φρύγες οἰκέται. 3.25 Φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος. 3.26 Φρουρᾶς ᾄδων: ἐπὶ τῶν ἀγρυπνούντων. 3.27 Φρουρεῖν ἢ πλουτεῖν: ἐπὶ τῶν κερδαίνειν ἐφιεμένων. 3.28 Φρουρήσεις ἐν Ναυπάκτῳ: ὅτι ὀλίγος μισθὸς ἐδίδοτο τοῖς Ναύπακτον φρουροῦσι, τῶν ἐπιτηδείων πολλοῦ πιπρασκομένων. Ενιοι δὲ, ὅτι Φίλιππος ἑλὼν Ναύπακτον Ἀχαιῶν γνώμῃ τοὺς φρουροὺς αὐτῆς ἀπέκτεινε. 3.29 Φιλέψιος ὅδε: ἐπὶ τῶν φιλοπαιγμόνων. οὗτος γὰρ μεταξὺ τῶν δημηγοριῶν μύθους ἔλεγε. κεκωμῴδηται δὲ εἰς πανουργίαν. Χ. 3.30τ Χαλεπὰ τὰ καλά: Πιττακὸν ἀποτιθέμενον τὴν ἀρχὴν πρὸς τοὺς θαυμάζοντας εἰπεῖν φασί, χαλεπὸν ἐσθλὸν ἔμμεναι. Σόλωνα δὲ μαλακίαν αὐτοῦ καταγνόντα φάναι· χαλεπὰ τὰ καλά. Φασὶ δὲ Περίανδρον τὸν Κορίνθιον κατ' ἀρχὰς μὲν εἶναι δημοτικὸν, ὕστερον δὲ τὴν προαίρεσιν μεταβαλόντα τυραννικὸν γενέσθαι· ὅθεν ἡ παροιμία. Οἱ δὲ τὰ χαλεπὰ ἀντὶ τοῦ ἀδυνάτου τιθέασι, ὡς μηδὲ ἐκείνου δυνηθέντος τηρῆσαι τὴν ἑαυτοῦ γνώμην. 3.31 Χαλάσω τὴν ἱερὰν ἄγκυραν: ἐπὶ τῶν ἐν κινδύνοις φευγόντων εἴς τινα δυνατόν. 3.32 Χαμαιλέοντος εὐμεταβολώτερος: χαμαιλέων ζῷόν ἐστιν εἰς ἅπαντα τὴν χρόαν μετατρέπων. 3.33 Χελώνη μυιῶν: ἐπὶ τῶν ἀφροντιστούντων τινός. τῷ δὲ Ἀγαμέμνονι τῆς Θερσίτου παῤῥησίας ἔλαττον ἔμελεν ἢ χελώνῃ μυιῶν. 3.34 Χειρώνειον ἕλκος: ἤτοι ἀνήκεστον. 3.35 Χθόνια λουτρά: τὰ τοῖς νεκροῖς ἐπιφερόμενα. ἐκόμιζον γὰρ εἰς τάφους λουτρά. 3.36 Χύτραν ποικίλλειν: