1

 2

 3

 4

 5

 6

 7

 8

7

μετὰ τοῦ υἱ οῦ αὐτῆς Χρηστίονος, καὶ ἀπῄει εἰς τὸν τόπον οὗ κατέκειτο, ὥ ρας οὔσης ἕκτης τῆς νυκτός. Ἔφθασαν οὖν εἰς ὃν οἰκοδόμησαν οἶκον οἱ φιλόχριστοι ἄξιον τοῦ μάρτυρος, καὶ εὐθέως ἡ θύρα αὐτομάτως ἠνοίγη αὐτοῖς, καὶ τὸ μνημεῖον εἶδον μὲν ἀνεῳγ μένον, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι κυκλόθεν. Εἰσελθὼν δὲ ὁ νεανίσκος ἐν τῷ μνημείῳ σὺν μύροις καὶ ἀρώμασιν παρέθηκεν τῷ σώματι τὴν κεφαλήν, καὶ συμβιωθεῖσα γέγονεν καθὼς πρὸ τοῦ ἀποτμηθῆναι. Ἐξελθόντος δὲ αὐτοῦ ἀπὸ τοῦ μνημείου, παραχρῆμα ἠσφαλίσθη ὁ τόπος αὐτομάτως. Αὐτοὶ δὲ ὑπέστρεψαν εἰς τὴν οἰκίαν, χαίροντες καὶ δοξάζοντες τὸν θεόν.

26 Ἐν δὲ τῇ δευτέρᾳ νυκτί, ἐφάνη τῇ Χρηστῇ ὁ ἅγιος Λογ γῖνος, λέγων· «Ἀναπέπαυμαι νῦν, ὅτι παρέσχες μοι τὴν κεφα λήν, καὶ σὺ ἰαθήσῃ ἀπὸ τῆς ἡμέρας ταύτης. Ἐρωτῶ δὲ τοῦτο· τὸν υἱόν σου στρατεύσω ἐν τῇ ἐπουρανίῳ στρατιᾷ, ἢ ἐν τῇ ἐπι γείῳ;» Ἡ δὲ μετὰ φόβου ἀποκριθεῖσα εἶπεν· «∆έομαί σου, ἐν τῇ ἐπουρανίῳ στρατιᾷ αὐτὸν στράτευσον.» Ἀκούσας δὲ ταῦ τα, ἀπέστη ἀπ' αὐτῆς. Ἐν δὲ τῇ ἐπιούσῃ ἡμέρᾳ, ὁ νεανίσκος ἐπορεύθη ἐν τῷ ἀμπελῶνι πρὸς ἐπιμέλειαν τῆς ἀμπέλου. Ἐρ γαζομένου δὲ αὐτοῦ μέχρις ὥρας πέμπτης, ἐφάνη αὐτῷ ὁ ἅγιος Λογγῖνος καὶ εἶπεν· «Νεανίσκε Χρηστίων, θέλεις στρατεύσα σθαι κατὰ τὸ ὄνομά σου εἰς Χριστόν;» Ὁ δὲ ἀναβλέψας εἶδεν αὐτὸν ὡς ἀστραπὴν καὶ εἶπεν αὐτῷ· «Τίς εἶ, κύριε, ὁ στρατεῦ σαί με βουλόμενος;» Ὁ δὲ εἶπεν· «Ἐγώ εἰμι Λογγῖνος, ὁ διὰ τῆς μητρός σου δωρηθεὶς τὴν κεφαλήν, ἀλλ' ὥσπερ αὐτὴ ἐκόμισέν μου τὴν κεφαλήν, οὕτως κἀγὼ βούλομαί σε τῷ θεῷ προσκομίσαι.» Καὶ ὁ Χρηστίων εἶπεν πρὸς αὐτόν· «Εἰ ταῦτα οὕτως ἔχει, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» Καὶ παραχρῆ μα ἀπέδωκεν τὸ πνεῦμα ὁ νεανίσκος.

27 Ἡ δὲ τούτου μήτηρ, κατὰ τὴν συνειθισμένην ὥραν ταῖς διελθούσαις ἡμέραις λαβοῦσα τὴν τοῦ ἀρίστου τροφήν, ἐπορεύ ετο πρὸς τὸν υἱὸν αὐτῆς ἐν τῷ ἀμπελῶνι· καὶ ἐλθοῦσα εὗρεν αὐτὸν τετελευτηκότα. Θεασαμένη δὲ τοῦτο, ἔπεσεν ἐπὶ πρόσ ωπον ἐπὶ τὴν γῆν· ὀλιγοψυχήσασα δὲ καὶ τὸν χιτῶνα διαρρή ξασα, ἔκειτο ὡσεὶ νεκρά. Καὶ ἐλθὼν ὁ ἄγγελος ἐνίσχυσεν αὐ τήν· εἶπεν δὲ αὐτῇ· «Τί κλαίεις;» Ἡ δὲ εἶπεν· «Ἀπώλετο ὁ υἱός μου, ὁ μονογενὴς ὑπάρχων μοι, ἐτρυγήθη ὁ καρπὸς τῆς κοιλίας μου ἄωρος.» Εἶπεν δὲ αὐτῇ ὁ ἄγγελος· «Μὴ πλα νῶ, γυνή, μηδὲ κλαῖε ἐπὶ τούτῳ· αὐτὸς γὰρ οὐκ ἐτρυγήθη, οὐ δὲ ἀπώλετο, ἀλλ' ἔστιν ἐν τοῖς κόλποις Ἰησοῦ Χριστοῦ. Πορεύθητι οὖν ἐν τῇ κώμῃ, καὶ κάλεσον ἄνδρας εὐλαβεῖς, καὶ ἐλθόντες βαστάσουσιν τὸ σῶμα τοῦ υἱοῦ σου· καὶ θάψωσιν αὐτὸν ἐν τῷ μνήματι ἐν ᾧ κατάκειται ὁ πιστότατος Λογγῖνος, καὶ μετὰ τρεῖς ἡμέρας τὸν υἱόν σου ἐν τῇ στρατιᾷ τῇ ἐπουρανίᾳ βλέπεις.»

28 Ταῦτα δὲ εἰπὼν ὁ ἄγγελος ἀφανὴς ἐγένετο· αὐτὴ δὲ ἀναστᾶσα ἀπήρχετο ἐν τῇ κώμῃ, εὐθέως δὲ ἦλθεν ὁ ἄγγελος παραμυθούμενος αὐτήν· καὶ ἐμάνθανον τί ἐστιν τὸ συμβάν. Ἡ δὲ ἀνήγγειλεν αὐτοῖς πάντα, οἱ δὲ ἀκούσαντες ἐπορεύθησαν πρὸς τὸν ἐπίσκοπον Τυάνων καὶ ἀνήγγειλαν αὐτῷ τὰ γεγονότα. Εὐθέως δὲ ὁ ἐπίσκοπος Παφνούτιος, παραλαβὼν εὐσεβεῖς ἄνδρας, ἦλθεν ἐν ᾧ ἦν τόπῳ ὁ νεανίσκος τετελευτηκώς, καὶ ἐπέτρεψεν κληθῆναι τὴν μητέρα αὐτοῦ. Ἐλθούσης δὲ αὐτῆς, εἶπεν πρὸς αὐτὴν ὁ ἐπίσκοπος· «Μὴ κλαῖε ἐπὶ τούτῳ· αὐτὸς γάρ, τὴν οὐράνιον βασιλείαν κεκτημένος, πολὺ πρεσβεύει ὑπὲρ ἡμῶν. Ἀγαλλιασώμεθα οὖν μᾶλλον καὶ μὴ ὦμεν σκυθρωποί.» Ταῦτα δὲ εἰπών, προσέταξεν ἀρθῆναι τὸ σῶμα τοῦ νεανίσκου καὶ ἀποτεθῆναι σὺν τῷ ἁγίῳ Λογγίνῳ, καὶ προσεκόμισαν τῷ ἐπουρανίῳ θεῷ θυσίαν δεκτήν. Ἡ δὲ εὐσεβὴς γυνὴ ἐγένετο διάκονος καὶ λειτουργὸς τῆς ἐνδόξου πίστεως· προσκομίσας δὲ καὶ πολλὰ παραινέσας, ἀπῄει ἐν τῇ πόλει ὁ ἐπίσκοπος.

29 Ὀψίας δὲ γενομένης καὶ τῆς νυκτὸς ἐπελθούσης, ὥρας οὔσης τετάρτης τῆς νυκτός, ἐφάνη αὐτῇ ὁ ἅγιος Λογγῖνος λέγων· «Ἵνα τί βλασφημεῖς με;» Ἡ δέ, φοβηθεῖσα καὶ ἔντρομος γενομένη, εἶπεν· «Τίς εἶ, κύριε;» Ὁ δὲ εἶπεν· «Ἐγώ εἰμι