7
κλεῖθρον κεῖται τῶν κλιμάτων ἑκατέρων μέσον, τὴν δυτικὴν στρατιὰν πολλήν τινα οὖσαν καὶ πρὸς μάχας ἐξησκημένην τῆς ἐκ τῆς ἕω καὶ τῆς Θρᾴκης διεῖργον· καὶ τρίτον, ὅτι παράλιον ὂν καὶ τὴν ἐκ θαλάττης ὁθενδήποθεν εὐκαίρως ἂν παράσχοιτο συμμαχίαν. Τοῦτο πέρας ἐπιθέμενοι τῇ βουλῇ, ἀλλήλοις τε συνταξάμενοι, ὁ μὲν ἔμεινεν ἐν Θρᾴκῃ, ταύτης ἐπιτροπεύων, Καντακουζηνὸς δ' ὁ μέγας δομέστικος τῆς πρὸς τὴν Κωνσταντινοῦ φερούσης εἴχετο, τὴν σύνευνον αὐτῷ καταλιπὼν ἐν τῇ Καλλίου πόλει· ἐν ταύτῃ γὰρ διέτριβε τὸ πλεῖστον τοῦ χρόνου, τοῦτο μὲν ὡς ἐπικαίρως ἔχοντος τοῦ χωρίου πρὸς τὰς ἐφόδους ἀνθίστασθαι τῶν βαρβάρων, τοῦτο δ' ὅτι καὶ τοῦ ναυτικοῦ παντὸς ἐν ταύτῃ κατῳκισμένου, πολλῶν ὄντων τριήρεων πληρωμάτων, τοὺς ἐγχωρίους συνέβαινεν ἁρπαγὰς ὑπομένειν καὶ βίας, τοῦ φοβοῦντος οὐκ ὄντος καὶ τὰς ὁρμὰς ἐπέχοντος· ναυτικὴ γὰρ ἀναρχία κρείσσων, τὶς ἔφη, πυρός. κατέλιπε δ' ἐκεῖ τὴν γυναῖκα, τῷ δοκεῖν μὲν, ὡς οὐ ῥᾳδίως ἔχων ἐπισύρεσθαι τὴν γυναικωνῖτιν, τῇ δ' ἀληθείᾳ, ὅπως αὑτῷ πρόφασιν 1.25 εὐπρόσωπον ὑπολίπηται, εἰ δέοι τῷ Συργιάννῃ συγγενέσθαι πάλιν καὶ εἰς λόγους ἐλθεῖν. ἐλθὼν δὲ εἰς τὴν Κωνσταντίνου καὶ τῷ νέῳ βασιλεῖ προσελθὼν καὶ τὰ τῆς βουλῆς ἀπαγγείλας, ἔτι δὲ καὶ τὸν Ἀπόκαυχον, ἄνδρα γένους μὲν ἀφανοῦς ὄντα καὶ ταῖς τῶν δημοσίων πράξεσιν ἠσχολημένον, τῶν δημοσίων γὰρ ἁλῶν τότε τὴν διάθεσιν ἐποιεῖτο, ἄλλως δὲ βαθείας ὄντα φρενὸς καὶ δυνάμενον καιροῖς καὶ πράγμασι χρῆσθαι, προσοικειώσας τῷ βασιλεῖ, χάριν ἐν τούτῳ πλείστην τινὰ τῷ Συργιάννῃ κατατιθέμενος, ἦν γὰρ αὐτὸς τὸν μέγαν δομέστικον περὶ τούτου πολλὰ παρακεκληκὼς, ἐν πᾶσιν εἶχεν ἐπινεύοντα καὶ συνευδοκοῦντα τὸν βασιλέα· τοῖς βεβουλευμένοις δὲ καὶ τοῦτο προσέθηκεν ὁ βασιλεὺς, ὅτι «τὸ μὲν ἡμῖν αὐτοῖς τὴν ἀσφάλειαν προετοιμάσαι, ὥστ' ἔχειν ἀποφυγὴν τῶν δεινῶν ἐπιόντων, καὶ τῶν πάνυ συμφερόντων εἶναί μοι δοκεῖ καὶ τῶν ἀναγκαίων. διὸ καὶ τοῦτο χρὴ σπουδάσαι προὔργου παντὸς εἰς πέρας ἰδεῖν ἐλθόν· μεγαλοψυχίας δὲ καὶ κρατερίας οὐδὲν ἐλλιπέσθαι, ἀλλ' ἄχρι καὶ αὐτῆς διακαρτερῆσαι τῆς ἀκμῆς τῶν κινδύνων μένοντας ἐπὶ τῶν προτέρων. κἂν μέν τινα σχῶμεν τῆς καρτερίας καρπὸν, τοῦ βασιλέως ἴσως μεταβαλόντος καὶ τῶν μελετωμένων καθ' ἡμῶν παυσαμένου, πάντοθεν ἂν ἔχοι καλῶς· εἰ δ' οὖν, ἀλλὰ τοῦτό γε ἡμῖν περιέσται πάντως, τὸ μὴ δοκεῖν αὐθαδείᾳ καὶ θρασύτητι τρόπων, μηδὲ πλεονεξίᾳ γνώμης καὶ φιλαρχίᾳ, τοῦ βασιλέως καὶ πάππου κατεξανίστασθαι, ἀλλ' ἀδικουμένους καὶ τὰ 1.26 ἔσχατα ὑπομένοντας τὸν προὖπτον κίνδυνον ἀποδιδράσκειν.» καὶ ταῦτα μὲν βασιλεὺς ὁ νέος. εʹ. Ὁ δέ γε πρεσβύτερος τῷ πρὸς τὸν ἔγγονον μίσει τὴν καρδίαν μᾶλλον οἰδαίνων, ἀγγέλλει διά τινος αὐτῷ τῶν συγκλητικῶν· «οἶσθα πρὸ καιροῦ τινος αἰτησάμενός με τὸ βασιλικὸν ἀποθέσθαι σχῆμα καὶ εἰς ἰδιώτου τάξιν τελεῖν. ἐγὼ δὲ τότε μὲν ἀπεκρινάμην ὅσα προσῆκε, νῦν δ' ἐξετάσει τὸ πρᾶγμα δοὺς καὶ καλῶς ἔχειν ἡγησάμενος ὅπερ αἰτεῖς, καὶ βούλομαι τοῦτο καὶ σοὶ δῆλον ποιῶ. ὁ μέντοι τὴν βασιλείαν διαδεξόμενος ἐν τῇ πρώτῃ σε τιμῇ καὶ ἀγάπῃ τηρήσει. καὶ οὐχ ὑπαναστήσεται μὲν, σοῦ προσιόντος, τοῦ θρόνου· οὐδὲ γὰρ ἔθος βασιλεῦσιν ἐξανίστασθαι ἰδιώταις· εὑρήσεις μέντοι προσιὼν ὀρθὸν ἑστηκότα, ὡς ἂν καὶ σοὶ τὸ τῆς τιμῆς κἀκείνῳ τὸ τῆς βασιλείας δίκαιον περισώζοιτο. ταῦτ' ἔδοξε καὶ ἔσο ταῦτα εἰδώς.» πρὸς ταῦτ' ἀπεκρίνατο μὲν ὁ νέος Ἀνδρόνικος ἃ μετὰ μικρὸν ἐροῦμεν· νυνὶ δὲ ἄξιον ἱστορῆσαι, ὅθεν κἀκ τίνος αἰτίας εἰς τούτους προήχθη τοὺς λόγους ὁ βασιλεύς. Ὁ νέος Ἀνδρόνικος, ἕν που καὶ εἴκοσι γεγονὼς ἔτη, περὶ τὸ Βυζάντιον ἀεὶ διέτριβε μηδαμῆ συγχωρούμενος περαιτέρω προβαίνειν. οἷα δὲ σφριγῶν νεότητι καὶ φύσεως ὀξύτητι τὸ ἀκάθεκτον ἔχων, ἐδυσχέραινε μὲν εἰργόμενος μακροτέρας τὰς ἀποδημίας ποιεῖσθαι, καὶ οὐδὲν ἄμεινον διέκειτο τῶν κατακεκλεισμένων φρουρᾷ· ἔστεργε δὲ ὅμως, τοῖς τοῦ βασιλέως καὶ πάππου προστάγμασι πειθόμενος ἀναγκαίως. ὅμως δὲ αὑτῷ τινα παραμυθίαν ἐκ τῶν ἐνόν 1.27 των κατασκευάζων, κυνηγεσίαις ἐσχόλαζε καὶ ἱπποδρομίαις, ὡς δοκεῖν μηδὲ