7
τῷ παραδείσῳ μακαρία διαγωγή, γυμνοῖς ουσι τῇ ἁπλότητι καὶ ζωῇ τῇ ἀτέχνῳ. φθονοῦνται δὲ παρὰ τοῦ οφεως η μᾶλλον παρὰ τοῦ νοητοῦ δράκοντος. καὶ πρόσεισιν ὁ οφις τῇ γυναικί, καὶ συμβουλεύει γεύσασθαι τοῦ φυτοῦ τῆς φρονήσεως. ὁμοφωνεῖν δὲ τότε φησὶν ̓Ιώσηπος τὰ ζῷα απαντα. ἡ δὲ πείθεται, καὶ ἡδυνθεῖσα τῇ βρώσει πείθει καὶ τὸν ανδρα τοῦ καρποῦ μετασχεῖν. καὶ εγνωσαν γυμνοὺς ἑαυτούς, καὶ ἐκ φύλλων συκῆς ἑαυτοῖς ἐποίησαν περιζώματα, ἐκρύπτοντό τε διὰ τὴν γύμνωσιν 1.17 ἀπὸ τοῦ θεοῦ ὁ ̓Αδάμ τε καὶ ἡ γυνή. καὶ ὁ θεὸς τὴν αἰτίαν ἠρώτα, καὶ ὁ ̓Αδὰμ τὴν γύμνωσιν προεβάλλετο καὶ τὸ αἰτίαμα προσῆπτε τῇ γυναικί· ἡ δ' ἐξηπατῆσθαι παρὰ τοῦ οφεως ελεγεν. ὁ δὲ θεὸς τῷ οφει καταρασάμενος πρότερον, ποδῶν τε αὐτὸν στερήσας καὶ τὴν φωνὴν ἀφελόμενος, κατὰ τὸν ̓Ιώσηπον, καὶ ἰλυσπᾶσθαι κατὰ γῆς ἐπιτάξας, καὶ πολέμιον ἀποφήνας τῷ σπέρματι τῶν ἀπατηθέντων, πρὸς τὴν γυναῖκα τρέπεται, καὶ τῷ ἀνδρὶ αὐτὴν ὑποχείριον τίθησι, καὶ ταῖς ἐν τῷ τίκτειν ὠδῖσιν ἐπιτιμᾷ. ειτα καὶ τὸν ̓Αδὰμ ὑπάγει ἐπιτιμίῳ· τὸ δ' ην ἡ πρὸς τὴν γῆν ἐξ ης ἐλήφθη ἀποστροφή, καὶ τὸ ἐν ἱδρῶτι τὸν αρτον ἐσθίειν, καὶ τὸ τὴν γῆν ἀκάνθας καὶ τριβόλους ἀνατέλλειν αὐτῷ. καὶ μετοικίζει αὐτοὺς ἐκ τοῦ παραδείσου, δερμάτινα αὐτοῖς ἐνδύματα περιθέμενος, ισως τὴν παχυτέραν σάρκα καὶ θνητὴν καὶ ἀντίτυπον. ἐντεῦθεν ἡμῖν ἡ μοχθηρὰ ζωὴ καὶ ἐπώδυνος καὶ τὸ πρὸς κακίαν εὐόλισθον. Γίνονται τοίνυν παῖδες αὐτοῖς, ων Κάϊν μὲν ὁ πρῶτος ην, κτῆσιν σημαίνει τὸ ονομα, οτι ἐκτήσαντο ανθρωπον, Αβελ δ' ὁ δεύτερος· δηλοῖ δὲ πένθος ἡ κλῆσις· εσεσθαι γὰρ αὐτοῖς πένθος εμελλε δι' αὐτόν. καὶ ὁ μὲν Αβελ νομεὺς ην ποιμνίου καὶ ἀρετῆς ἐπεμέλετο, ὁ δὲ Κάϊν ἐγεώργει τὴν γῆν πονηρότατος ων. δόξαν δὲ αὐτοῖς ἀπαρχὰς ἐκ τῶν ἰδίων πόνων προσαγαγεῖν τῷ θεῷ, ὁ μὲν Αβελ τὰ κρείττω τῶν πρωτοτόκων τῶν θρεμμάτων προσήνεγκε, Κάϊν δὲ τὰ τυχόντα προσηγηόχει τῶν τῆς γῆς καρπῶν. καὶ προσέσχεν ὁ θεὸς τοῖς τοῦ Αβελ δώροις, τῇ δὲ τοῦ Κάϊν οὐ προσέσχε προσαγωγῇ. ὁ δὲ φθονήσας ἐπὶ 1.18 τῇ προτιμήσει κτείνει τὸν ἀδελφόν, καὶ ἐπάρατος γίνεται τῷ θεῷ, καὶ στένειν καὶ τρέμειν καταδεδίκασται. ἐκβληθεὶς δὲ ἀπὸ προσώπου τοῦ θεοῦ ἐν γῇ Ναῒδ ῳκησεν, ενθα καὶ παῖδας ἐγείνατο. ουτος μέτρα τε καὶ στάθμια ἐπενόησε καὶ πρῶτος ορους ἐπήξατο γῆς, πονηρίας καθηγητὴς χρηματίσας. καὶ πόλιν εἰς ονομα τοῦ πρωτοτόκου υἱοῦ αὐτοῦ ̓Ενὼς ᾠκοδόμησεν. υἱὸς δὲ τοῦ ̓Ενὼς Γαϊδάδ, παῖς δὲ τούτου Μαουιαήλ, τοῦ δὲ Μαθουσάλα, ου Λάμεχ υἱός. ουτος δύο γυναῖκας ἑαυτῷ συνοικίσας, αι ̓Αδὰ καὶ Σελᾶ ὠνομάζοντο, παῖδας ἐξ ἀμφοῖν εσχεν ἑβδομήκοντα καὶ ἑπτά· ων ̓Ιωαβὲλ μὲν κτηνοτρόφος ην καὶ προβατείαν ἠγάπησεν, ̓Ιουβὰλ δὲ μουσικὴν ἐπενόησε καὶ κιθάραν ἐμηχανήσατο καὶ ψαλτήριον, Θόβελ δὲ γεγονὼς ἐκ Σελᾶς σιδηρεὺς ην ητοι ἐργάτης σιδήρου τε καὶ χαλκοῦ. Τῷ δὲ ̓Αδὰμ μετὰ θάνατον Αβελ διακοσίων τριάκοντα γεγονότι ἐτῶν ετερος ἐγεννήθη υἱός, ον ἐκάλεσε Σήθ. τέθνηκε δὲ ὁ ̓Αδὰμ ετη ζήσας ἐνακόσια καὶ τριάκοντα. Σὴθ δὲ γενόμενος ἐτῶν πέντε καὶ διακοσίων ἐγέννησε τὸν ̓Ενώς, ος πρῶτος ηλπισεν ἐπικαλεῖσθαι τὸ ονομα κυρίου τοῦ θεοῦ, τοῦτ' εστι θεὸν προσαγορεῦσαι τὸν κύριον. δώδεκα δὲ καὶ ἐνακόσια ζήσας ετη τὰ πάντα Σήθ, καὶ υἱοὺς καὶ θυγατέρας λιπών, ἐξέλιπεν. ος ἀρετὴν μετῄει καὶ μιμητὰς τοὺς ἀπογόνους κατέλειψεν· οι σοφίαν τὴν περὶ τὰ οὐράνια κατενόησαν, καὶ στήλαις δυσί, τῇ μὲν ἐκ λίθων, τῇ δ' ἐκ πλίνθου πεποιημέναις, τὰ εὑρημένα ἐνέγραψαν, ινα καὶ τοῖς μετέπειτα σώζωνται· εσεσθαι γὰρ ἀφανισμὸν τοῦ παντὸς προειρήκει ̓Αδὰμ ἐκ πυρός τε καὶ υδατος. ἐξ ̓Ενὼς δὲ ἐτέχθη Καϊνᾶν αλλοι τε υἱοὶ καὶ θυγατέρες, καὶ ἀπέθανεν 1.19 ετη ζήσας πέντε καὶ ἐνακόσια. ἐκ δὲ Καϊνᾶν ἐξέφυ Μαλελεὴλ καὶ ετεροι παῖδες, καὶ τέθνηκε ζήσας ἀριθμὸν ἐτῶν ἐνακοσίων καὶ δέκα. παῖς δὲ Μαλελεὴλ ὁ ̓Ιάρεδ, καὶ ετεροι, ος κατέλυσε τὴν ζωὴν ἐπ' ετεσιν ὀκτακοσίοις καὶ πέντε πρὸς ἐνενήκοντα. ̓Ιάρεδ δὲ πατὴρ τοῦ ̓Ενὼχ καὶ παίδων ἐπὶ τούτῳ ἑτέρων, καὶ τέθνηκε βιώσας ἐνιαυτοὺς ἐνακοσίους καὶ ἑξήκοντα πρὸς δυσίν. υἱὸς δὲ τοῦ ̓Ενὼχ Μαθουσάλα καὶ