7
ἐπιτάσεως ἐστὶ ῥῆμα. (Οὐδέτερον.) Αγημα. τὸ προϊὼν τοῦ βασιλέως τάγμα. Αγαλμα. πᾶν, ἐφ' ῳ τὶς ἀγάλλεται. καὶ δίδωσιν ἀργύριον, ινα ἐκπονήσῃ τὸ αγαλμα ακρης τέχνης προσθεὶς τὸ μέγεθος καὶ προσειπὼν τῆς λίθου τὴν φύσιν. ̓Αγάλματα. τὰ τῶν θεῶν μιμήματα καὶ πάντα τὰ κόσμου τινὸς μετέχοντα. ̓Αγάλματα. ξόανα. ἀνδριάντες. παρὰ τὸ ἀγάλλω· τοῦτο παρὰ τὸ αιγλη. ̓Αγέλαστα. τὰ μὴ γέλωτος αξια, ἀλλ' ἀγανακτήσεως. alpha.30 ̓Αγκύριον. πόλις ̓Ιταλίας. ὁ πολίτης ̓Αγκύριος· η ̓Αγκυρεὺς, ὡς Σκυτιεύς. η ̓Αγκυριανὸς, ὡς ̓Αδριανός. ̓Αγέννητον. ου κατ' οὐσίαν ὑπάρχοντος οὐδὲν προσεπινοεῖται τῶν οντων. ̓Αγκύλον. παρὰ τὸ αγω γίνεται. σημαίνει δὲ ˉγ. τὸ σκολιὸν καὶ περιφερὲς κατὰ σχῆμα, ὡς ἐν τῷ· -ἀγκύλα τόξα- καὶ τὸ ἰσχυρὸν, ὡς ἐν τῷ· ἀγκύλον αρμα. ουτως ευρον ἐν ὑπομνήμασιν ̓Ιλιάδος. ̓Αγλαά. τὰ λαμπρά. παρὰ τὸ αγαν αλλεσθαι ἀγαλάα καὶ κατὰ συγκοπὴν ἀγλαά· η παρὰ τὴν αιγλην. ̔Αγίασμα. ὁ θεῖος νεώς. ∆αβίδ· ἐγεννήθη ̓Ιουδαίων ἁγίασμα αὐτοῦ. Αγκη καὶ αγκεα. οἱ φαραγκώδεις καὶ ἀγκωνοειδεῖς καὶ σκοτοειδεῖς τόποι καὶ κοῖλοι καὶ καταδύσεις εχοντες. η σύνδενδροι καὶ ὑλώδεις τόποι καὶ ὑψηλοί. ἐν ἐπιγράμματι· θηροβόλει τούτῳ δ' αγκεσι θηροτόκοις. καὶ ἐν ἑτέρῳ· ποσὶ δ' αυ ἐλθεῖν αγκος ἐς ὑψικάρηνον ἐδεδίζετο. alpha.31 ειρηται δὲ ἀπὸ τοῦ συγκεκλεῖσθαι καὶ συνάγεσθαι ἐν αὐτοῖς τὰ ξύλα. παρὰ τὸ αγω τὸ φέρω, αγη καὶ πλεονασμῷ τοῦ ˉκ αγκη. ̓Αγαθικά. τὰ σπουδαῖα. ̓Αγαπητὰ ηθη. καλὰ καὶ σπουδαῖα καὶ ἀγαθά. ̓Αγάσματα. τὰ σεβάσματα. ̓Αγαυρίαμα. επαρμα. παρὰ τὸ γαίω τὸ γαυριῶ γίνεται γαῦρος, τροπῇ τοῦ ˉι εἰς ˉυ, ὡς κλαίω, κλαύσω. καὶ ἐν ἐπιτάσει τοῦ ˉα ἀγαυρὸς καὶ ἀγαυρίαμα. καὶ γαυριᾷν τὸ μεγάλα ἐπαίρεσθαι. ̓Αγγεῖον. ἀπὸ τοῦ αγειν ἐφ' ἑαυτῷ καὶ φέρειν τι. ̓Αγγείδιον. τὸ μικρὸν ἀγγεῖον. Αγκιστρον. παρὰ τὸ αγω, αγιστρον καὶ αγκιστρον. ̓Αγριωπόν. τὸ ἀγριόφθαλμον. ̓Αγχώμαλον. †τὸ ἰσόστεον.† τὸ ἰσόπεδον. ̓Αγαθόν. ου πάντα ἐφίεται. καὶ ἀγαθὸν λέγεται τὸ δι' ἑαυτὸ φύσει ἀναγκαῖον. Αγια· ἁγίων αγια. τὰ ἐντὸς τοῦ καταπετάσματος. ἁγίων τῶν ἐκτὸς τοῦ καταπετάσματος. ̓Αγώγιον. τὸ ἀγόμενον βάρος ἐπὶ τῆς ἁμάξης. ουτως Ξενοφῶν. alpha.32 ̓Αγωγίμων. φορτίων βασταζομένων η ἐμπορικῶν. αὐτοὺς μὲν τοὺς ἐμπόρους ἀπαθεῖς κακῶν. διασῶσαι· τὰ δὲ ἀγώγιμα σφίσιν ἀνασώσασθαι. † ̓Αγάννιφον. τὸ λίαν χιονιζόμενον ορος. ουτως Ομηρος.† Αγανον. τὸ φρυγανῶδες ξύλον καὶ ετοιμον κατεαγῆναι. ̓Αγχίστροφον. τὸ εὐθέως στρεφόμενον. ̓Αγαλλίαμα. καύχημα· δόξασμα· χαροποίημα. ̓Αγρετά. λεπτά. ̓Αγχίαλον. τὸ παραθαλάσσιον. ̓Αγχίμολον. τὸ μετ' ὀλίγον ἐγγύς. ̓Αγκύλια. οἱ κρίκοι τῶν ἁλύσεων. ̓Αγκυροβόλιον. τὸ σίδηρον τοῦ πλοίου. ̓Αγκύρισμα. ειδος παλαίσματος καὶ σκεῦος ἀγρευτικὸν σύκων. ̓Αγλευκέσ. τὸ ἀηδές. ̓Αγλευκέστερον. ἀηδέστερον. Αγμασι. κλάσμασι· τροπαῖς. αγματα ἀμφορέων εἰς τὰ ἑλώδη τῶν χωρίων λάθρα ἐμβεβλήκεσαν. ̓Αγκοπήνια. τὰ τῶν μελισσῶν κηρία. alpha.33 ̓Αγραφίου δίκη. τῶν ἐκ καταδίκης ὠφληκότων τῷ δημοσίῳ γράφουσι τὰ ὀνόματα ἐν σανίσιν οἱ κατὰ καιρὸν περὶ τούτων διοικοῦντες προστιθέντες ἀνὰ πόσον ἐστὶ τὸ οφλημα. ̓Αγράφου μετάλλου δίκη. οἱ τὰ ἀργύρια μέταλλα ἐργαζόμενοι οπου βούλοιντο καινοῦ εργου αψασθαι, φανερὸν ἐποιοῦντο τοῖς ἐπ' ἐκεῖνα τεταγμένοις ὑπὸ τοῦ δήμου καὶ ἀπεγράφοντο τοῦ τελεῖν ενεκα τούτου τῷ δήμῳ εἰκοστὴν τετάρτην τοῦ καινοῦ μετάλλου. εἰ ουν ἐδόκει λάθρα ἐργάζεσθαι μέταλλον τὸν μὴ ἀπογραψάμενον, ἐξῆν τῷ βουλομένῳ γράφεσθαι καὶ ἐλέγχειν. ̓Αγρίδιον. ̓Αγώνισμα. σπουδήν· ἐπιμέλειαν. ἀγώνισμα τίθεσθαι συλλαβεῖν αὐτόν. καὶ ̓Αριστοφάνης· λαβεῖν τε ἀγώνισμά τι τῆς ὁδοῦ. επαθλον. ̓Αγαθόν. τὸ ακρως ἀγαθὸν μόνου θεοῦ. καν τούτῳ καὶ ανθρωποι ὀνομάζωνται κατὰ χάριν τούτου μετέχοντες, οπερ οιμαι δηλοῦν καὶ τό· ἀγαθὸς ανθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ προβάλλει τὸ ἀγαθόν. καὶ πρὸ τούτου πρὸς Σαοὺλ περὶ ∆αβὶδ ἐν τῇ πρώτῃ τῶν βασιalpha.34 λειῶν· καὶ δώσει τὴν βασιλείαν τῷ ἀγαθῷ ὑπέρ σε. ( ̔Ρῆμα.) Αγαμαι. θαυμάζω. Αγαμαι καρδίασ. ἀττικῶς ἀντὶ τοῦ θαυμάζω. ̓Αγάμενοσ. θαυμάζων· ἀγάμενοι τοῦτον